← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§40.9-41.35

一的划分与对爱利亚派存在为一说的反驳

菲洛波庞审视了亚里士多德在185b5对个别之“一”(连续者、不可分者或定义上为一者)的划分,指出无论将存在者理解为其中哪一种意义上的一,都会推翻爱利亚派的假定,并导致赫拉克利特式的悖论或根本无物存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#1

" Ἔτι ἐπεὶ καὶ αὐτὸ τὸ ἓν πολλαχῶς λέγεται ὥσπερ καὶ τὸ ὄν." Προθέμενος ἀντειπεῖν τοῖς περὶ τὸν Παρμενίδην καὶ Μέλισσον, ἀναγκαῖον ἐνόμισε πρότερον πρὸς αὐτὸ τὸ πρόβλημα ἐνστῆναι, εἶτα διαιρέσει χρησάμενος τοῦ ἑνός (τὸ γὰρ ἕν, φησίν, ἢ ὀνόματί ἐστιν ἢ πράγματι, καὶ εἰ τῷ πράγματι, ἢ τῷ καθόλου ἢ τῷ μερικῷ), πρότερον ἔδειξεν ὅτι οὐ δύναται τῷ ὀνόματι ἓν εἶναι τὸ ὄν· εἶτα μετελθὼν ἐπὶ τὸ τῷ πράγματι ἓν καὶ τοῦτο τῷ καθόλου, ἔδειξεν ὅτι οὔτε ὡς συμβεβηκὸς δύναται ἓν εἶναι τὸ ὄν. εἶτα ἐφεξῆς ἔδειξεν ὅτι, ἐξ ὧν ἔλεγον οἱ περὶ τὸν Παρμενίδην καὶ Μέλισσον, ποσόν τι ὑπετίθεντο τὸ ὄν· ἔλεγον γὰρ αὐτὸ Παρμενίδης μὲν πεπερασμένον, Μέλισσος δὲ ἄπειρον. ὥστε οὐ μάτην ὑπεθέμεθα ποσὸν αὐτοὺς λέγειν τὸ ὄν. εἶτα τελευταῖον ὅτι οὐδὲ οὐσίαν δυνατὸν αὐτοὺς ὑποτίθεσθαι ἔδειξε. λείπεται οὖν τὸ μερικὸν ἐξετάσαι, τοῦτο δὲ τριχῇ διαιρεῖ. τὸ γὰρ μερικὸν ἢ συνεχές ἐστιν ἢ ἀδιαίρετον ἢ τῷ λόγῳ ἕν, ὡς τὰ πολυώνυμα· ταῦτα γὰρ τῷ μὲν λόγῳ τῆς οὐσίας τὰ αὐτά ἐστιν, ὀνόματι δὲ μόνον διαφέρουσιν. εἰ μὲν οὖν ὡς συνεχὲς ἓν εἴη τὸ ὄν, ἐπειδὴ συνεχές ἐστιν, ὡς αὐτὸς ἐν τῷ πέμπτῳ τῆς προκειμένης πραγματείας ὁρίζεται, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, δῆλον ὅτι πλείονα μόρια ἔχει τὸ συνεχές· ὥστε εἰ καὶ ἕν ἐστιν ἐνεργείᾳ, ἀλλὰ πολλὰ δυνάμει. εἰ τοίνυν δυνάμει πολλὰ ἐστι τὸ συνεχές, οὐχ ἓν τὸ ὄν, ἀλλὰ πολλά. παντελῶς δὲ ἀνῄρουν ἐκεῖνοι τὸ πλῆθος, οὐδαμῇ οὐδαμῶς πλῆθος εἶναι λέγοντες. εἰ δὲ τοῦτο, οὐ δύνανται λέγειν συνεχὲς τὸ ὂν εἶναι· τὸ γὰρ συνεχὲς δυνάμει πολλά ἐστιν. εἰ δὲ ἀδιαίρετον, οἷον ὡς τὸ σημεῖον ἢ ἡ μονὰς ἢ τὸ νῦν ἢ τὸ κίνημα (ταῦτα γὰρ ἐν τοῖς φυσικοῖς ἀδιαίρετα), πῶς τοῦτο ἢ πεπερασμένον ἔσται, ὥς φησι Παρμενίδης, ἢ ἄπειρον, ὥς φησι Μέλισσος; τὸ γὰρ ἀμερὲς πέρας μὲν εἶναι δύναται, ὡς τὸ νῦν ἢ τὸ σημεῖον, πεπερασμένον δὲ ἢ ἄπειρον οὐδαμῶς· ταῦτα γὰρ ποσὰ ἄττα ἐστίν. αὐτόθεν οὖν τὸ οὕτως λέγειν ἓν τὰς ὑποθέσεις ἀμφοτέρων ἀναιρήσει. ἔπειτα εἰ ἀμερὲς εἴη τὸ ὄν, ἀναιρεθήσεται καὶ τὸ ποσὸν καὶ τὸ ποιόν. καὶ ὅτι μὲν τὸ ποσὸν ἀναιρεθήσεται, πρόδηλον (μεριστὸν γὰρ τὸ ποσόν· δύο γὰρ εἴδη τοῦ ποσοῦ τὸ συνεχὲς καὶ τὸ διωρισμένον, ἀμφότερα δὲ μεριστά)· ἀλλὰ δὴ καὶ τὸ ποιὸν ἀναιρήσουσι, πρῶτον μὲν ὅτι ἐν μεγέθει τὸ εἶναι ἔχει τὸ ποιόν, ἔπειτα τὸ σχῆμα καὶ ἡ μορφὴ τοῦ ποιοῦ εἶδός ἐστι, τοῦτο δὲ μεριστόν· ὥστε καὶ τὸ ποιὸν ἀναιρεθήσεται, εἰ ἀμερὲς τὸ ὄν. εἰ δὲ τῷ λόγῳ ἕν, ὥσπερ μέροψ καὶ βροτός (τῷ γὰρ τῆς οὐσίας λόγῳ ἓν ταῦτα, ὀνόματι δὲ μόνῳ ἡ διαφορὰ τοῦ ὑποκειμένου τοῦ αὐτοῦ ὄντος),1 τὸν Ἡρακλείτου, φησί, λόγον συμβαίνει λέγειν αὐτούς.2 ἔλεγε γὰρ ὁ Ἡράκλειτος τὰ ἐναντία τὰ αὐτὰ εἶναι, τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ ἀγαθὸν καὶ τὸ κακόν, τὸ γλυκὺ καὶ τὸ πικρόν. εἰ τοίνυν καὶ οὗτοι οὕτως ἔλεγον ἓν τὸ ὄν, τῷ ἕνα καὶ τὸν αὐτὸν λόγον ἔχειν, κἂν πλείοσιν ὀνόμασι καλεῖται, δῆλον ὅτι εἰς ταὐτὸν οἴσουσι τὰ ἐναντία, θερμὸν ἢ καὶ ψυχρόν, ξηρὸν καὶ ὑγρόν, ἀγαθὸν καὶ κακὸν ταὐτὰ ἔσται ὀνόματι μόνον διαφέροντα. ἀπολογούμενοι δέ τινες ὑπὲρ Ἡρακλείτου φασὶν ὅτι τὰ ἐναντία λέγων ταὐτὰ εἶναι, οὐ τοῦτο ἔλεγεν ὡς οὐδὲν διαφέρει τὸ ἀγαθὸν τοῦ κακοῦ, ἢ τὸ λευκὸν τοῦ μέλανος, ἀλλὰ πρῶτον μὲν ὅτι ἕν εἰσι τῷ ὑποκειμένῳ καὶ τῷ γένει, ἔπειτα ὅτι τὰ ἐναντία ἐνταῦθα ὄντα οὐκ εἰσὶν εἰλικρινῆ, ἀλλὰ συμμέμικταί πως πρὸς τὰ ἐναντία. οἷον οὐκ ἔστιν εἰλικρινῶς ἀγαθὸν εὑρεῖν ἢ εἰλικρινῶς κακόν· αὗται μὲν γὰρ αἱ τῶν ἐναντίων ἰδέαι μὴ γενόμεναι ἐν ὕλῃ εἰλικρινεῖς εἰσι καὶ καθαραὶ ὅπερ εἰσίν, ἐν ὕλῃ δὲ γενόμεναι, διὰ τὸ τὴν ὕλην δεκτικὴν εἶναι τῶν ἐναντίων, μίγνυνταί πως πρὸς ἀλλήλας καὶ εἰλικρινεῖς οὐκέτι μένουσιν. οὐ μόνον δὲ τὰ ἐναντία εἰς ταὐτὸν ἄξουσιν, ἀλλὰ καὶ τὴν ἀντίφασιν. ἐπεὶ γάρ ἐστί τι τὸ οὐ λευκόν, ὅπερ ἀναιρεῖ μὲν τὸ λευκόν, σημαίνει δέ τι ἕτερον, εἰ λέγουσι πάντα τὰ ὄντα τῇ οὐσίᾳ ἓν εἶναι, τῷ ὀνόματι δὲ μόνον διαφέρειν, ἀνάγκη καὶ τὸ λευκὸν καὶ τὸ οὐ λευκὸν τὸ αὐτὸ εἶναι. ὥστε συναληθεύσει ἡ ἀντίφασις, καὶ τὸ αὐτὸ ἔσται λευκὸν καὶ οὐ λευκόν, καὶ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, καὶ ὁ λόγος αὐτοῖς, φησί, γενήσεται οὐ περὶ τοῦ ἓν εἶναι τὰ πάντα, ἀλλὰ περὶ τοῦ μηδὲν εἶναι ὅλως.

“此外,既然一本身也正如存在者一样在多种意义上被言说,”既已打算反驳巴门尼德与麦里梭一派,他认为首先必须直面问题本身,继而运用对“一”的划分(因为他说,一要么是在名称上,要么是在实事上;而如果是在实事上,要么是在普遍上,要么是在个别上),他先前表明了存在者不能在名称上是一;随后过渡到在实事上且在普遍上的一,表明了存在者也不能作为偶性是一。接着他又依次表明,根据巴门尼德与麦里梭一派的言论,他们曾把存在者假定为某种数量;因为巴门尼德说它是有限的,而麦里梭说它是无限的。因此我们假定他们把存在者说成数量并非徒劳。接着最后,他表明了他们也不可能把它假定为实体。因此,剩下的便是考察个别之物,而他将这划分为三类。因为个别之物要么是连续的,要么是不可分的,要么是在定义上是一(如同多名异词之物);因为这些在实体的定义上是同一的,仅仅在名称上有所不同。因此,如果存在者作为连续者是一,既然连续者——如他自己在当前论著第五卷中所定义的——是其各部分相接于某个共同界限者,显而易见连续者具有多个部分;因此,即使它在现实上是一,在潜能上却是多。如果连续者在潜能上是多,存在者就不是一,而是多。然而那些哲学家彻底否定了多数,声称绝不存在任何意义上的多数。若是如此,他们便不能说存在者是连续的;因为连续者在潜能上是多。但如果它是不可分的,例如点、单子、当下或运动的瞬点(因为这些在自然事物中是不可分的),这又怎能像巴门尼德所说的那样是有限的,或像麦里梭所说的那样是无限的呢?因为无部分者固然能够是极限(如当下或点),却绝不可能是有限的或无限的;因为这些是某种数量。因此,如此主张一将直接推翻他们二者的假定。其次,如果存在者是无部分者,数量和性质也都将被否定。数量将被否定是显然的(因为数量是可分的;数量的两个种是连续的与离散的,二者都是可分的);但他们事实上也必将否定性质,首先是因为性质在量度中具有其存在,其次是因为形状和形态是性质的一个种,而这是可分的;因此,如果存在者是无部分者,性质也将被否定。但如果是在定义上是一,正如言语者与必死者(因为这些在实体的定义上是一,而在基底相同的情况下差异仅仅在于名称),他说,他们就落入了主张赫拉克利特的学说。因为赫拉克利特曾说对立者是同一的:白与黑、善与恶、甜与苦。因此,如果他们也是在这个意义上说存在者是一——即尽管它以多个名称被称呼,却具有一个且同一的定义——显而易见他们必将把对立者归为同一:热与冷、干与湿、善与恶将成为同一事物,仅仅在名称上有所差异。然而有些人为赫拉克利特辩护说,他说对立者是同一的,并不是指善与恶毫无差别,或者白与黑毫无差别,而是首先因为它们在基底和属上是一,其次是因为这里的对立者并不是纯粹的,而是在某种程度上与其对立者相混合。例如,不可能找到纯粹的善或纯粹的恶;因为这些对立者的形式若不产生于质料中,乃是其所是的纯粹且无杂质的形态,然而产生于质料中时,由于质料能够接纳对立者,它们便在某种程度上彼此混合,不再保持纯粹。但他们不仅会将对立者归为同一,还会将矛盾对立归为同一。因为既然存在着“非白”——它否定了白,却指称某种别的事物——如果他们主张一切存在者在实体上是一,仅仅在名称上有所差异,那么白与非白也必然是同一的。因此矛盾对立将同时为真,同一事物将既是白又是非白,既是人又是非人,他说,他们的论述最终将不是关于万物是一,而是关于根本不存在任何事物。

语法注2 条
  1. 1.23τοῦ ὑποκειμένου τοῦ αὐτοῦ ὄντος

    属格绝对结构,表示伴随状况或让步(“在基底是同一的情况下/尽管基底是同一的”),用以补充说明前述在实体的定义上为一且仅在名称上有差异的情况。

  2. 1.23τὸν Ἡρακλείτου, φησί, λόγον συμβαίνει λέγειν αὐτούς

    非人称动词 συμβαίνει 支配对格加不定词结构(αὐτοὺς λέγειν ...),直接宾语 τὸν ... λόγον 前置于句首以示强调。插入语 φησί 指亚里士多德。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:40.9-41.35