- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:416.18-418.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德如何首先通过几何学和数论的逻辑论据否定无限,继而转向自然学论据,论证复合的物体无论是由无限元素还是有限元素构成都不能是无限的。
" Λογικῶς μὲν οὖν ἐκ τῶν τοιούτων σκοπουμένοις δόξειεν ἂν οὐκ εἶναι.1" Δείξας ὅτι οὐκ ἔστι τὸ ἄπειρον οὕτως ὡς οὐσία αὐτὸ καθ’ αὑτὸ ἐν τούτῳ οὐσιωμένον, ἐν τῷ ἄπειρον εἶναι, ὥσπερ οἱ Πυθαγόρειοι ἔλεγον, λοιπὸν προτίθεται νῦν δεῖξαι ὅτι οὐδ’ οὕτως ἐστὶ τὸ ἄπειρον, ὥσπερ οἱ φυσικοὶ ἔλεγον, οὐκ οὐσιῶσθαι μέν τι2 ἐν τῷ ἀπείρῳ, ἀλλ’ εἶναι μὲν τὴν οὐσίαν ἕτερόν τι, οἷον ὕδωρ ἢ ἀέρα ἢ τὸ μεταξύ, τοῦτο δὲ κατὰ τὸ μέγεθος ἄπειρον εἶναι. ὅτι οὖν οὐκ ἔστιν οὐδ’ οὕτως τὸ ἄπειρον, πρότερον μέν, ὥς φησι, λογικῶς δείκνυσι (τουτέστι πιθανῶς καὶ ἐξ ἐνδόξων· ἢ λογικῶς φησιν ἀντὶ τοῦ κοινότερον· ἐφαρμόσει γὰρ ἡ δεῖξις αὕτη οὐ μόνον ἐπὶ τῶν φυσικῶν σωμάτων, ἀλλὰ καὶ ἐπὶ τῶν μαθηματικῶν. διὰ τοῦτο οὖν λογικῶς φησιν), ἔπειτα καὶ ἀναγκαστικώτερον ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως. ἔστιν οὖν ἡ λογικὴ ἐπιχείρησις τοιαύτη· οἱ γεωμέτραι ὁρίζονται τὸ σῶμα λέγοντες ὅτι σῶμά ἐστι τὸ ἐπιπέδῳ ὡρισμένον· εἰ τοίνυν τοῦτό ἐστι σῶμα τὸ ἐπιπέδῳ ὡρισμένον, τὸ δὲ ἄπειρον οὐχ ὥρισται ἐπιπέδῳ, σῶμα ἄρα ἄπειρον οὐκ ἔστι. τὸ δὲ σχῆμα δεύτερον. οὐ μόνον δέ, φησί, σῶμα ἄπειρον οὐκ ἔστιν, ἀλλ’ οὐδὲ ἀριθμὸν ἐνδέχεται εἶναι ἄπειρον· οὐδεὶς γὰρ ἀριθμός, φησί, χωριστός ἐστι καθ’ αὑτόν, ἀλλὰ πᾶς ἀριθμὸς ἐν τοῖς ἀριθμητοῖς ἐστι, τὸ δὲ ἀριθμητὸν ἐνδέχεται διεξελθεῖν, τὸ δὲ ἄπειρον οὐκ ἐνδέχεται διεξελθεῖν, οὐδεὶς ἄρα ἀριθμὸς ἄπειρος. δύο δὲ ἐν τούτῳ συλλογισμῶν ὄντων, ὁ μὲν πρῶτος ἐν πρώτῳ ἐστὶ σχήματι, ὁ δὲ δεύτερος ἐν δευτέρῳ· ὁ ἀριθμὸς ἐν τοῖς ἀριθμητοῖς, τὰ ἀριθμητὰ ἐνδέχεται διεξελθεῖν, καὶ τὸν ἀριθμὸν ἄρα ἐνδέχεται διεξελθεῖν· * * * τὸ [δὲ] ἄπειρον οὐκ ἐνδέχεται διεξελθεῖν, ὁ ἀριθμὸς ἄρα οὐκ ἔστιν ἄπειρος. τὰ μὲν οὖν λογικὰ ἐπιχειρήματα τοιαῦτα, λογικὰ δὲ αὐτὰ εἶπε, διότι, ὡς εἶπον, οὐκ ἔστιν ἀναγκαστικὰ ἀλλ’ ἐξ ἐνδόξων. οὐδὲ γὰρ ἂν δοῖεν οἱ τὸ ἄπειρον εἶναι τιθέμενοι ὁρισμὸν εἶναι σώματος καθόλου τὸ ἐπιπέδῳ ὡρισμένον, ὥσπερ εἰ τύχοι οὐδὲ τὸ μῆκος ἔχον καὶ πλάτος καὶ βάθος, οὐδὲ τὸ ὄψει ἀντιληπτόν· οὐ γὰρ πᾶν περιλαμβάνει σῶμα οὗτος ὁ ὁρισμός. οὕτως οὖν οὐδὲ τὸ ἐπιπέδῳ ὡρισμένον· εἶναι γὰρ καὶ τὸ ἄπειρον σῶμα ὃ μὴ ἐπιπέδῳ ὥρισται, οἷον τὸ οὐράνιον· οὐ γὰρ ἡ ἐκτὸς ὥρισται ἐπιφάνεια. ἀλλ’ οὐδ’ ἂν δοῖεν πάλιν πάντα ἀριθμὸν ἀριθμητὸν εἶναι· εἶναι γὰρ καὶ ἄπειρον ἀριθμόν. Ἐντεῦθεν μεταβαίνει ἐπὶ τὰ φυσικώτερά τε καὶ ἀναγκαστικώτερα τῶν ἐπιχειρημάτων. δείκνυσι δὲ ὅτι οὐκ ἐνδέχεται ἄπειρον σῶμα εἶναι ἔκ τε τῶν φυσικῶν δυνάμεων, τῶν παθητικῶν φημι καὶ ποιητικῶν, θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ, καὶ δεύτερον ἐκ τῶν τόπων τῶν σωμάτων, τοῦ ἄνω τοῦ κάτω, καὶ προσέτι ἐκ τῶν ῥοπῶν, βαρέος λέγω καὶ κούφου, καὶ τελευταῖον καὶ ἐξ ἄλλων τινῶν ἐννοιῶν. πρῶτον οὖν ἐκ τῶν φυσικῶν δυνάμεων ἐλέγχει τὸ ἄπειρον, προάγει δὲ κατὰ διαίρεσιν τὸν λόγον. εἰ γὰρ ἔστι σῶμα ἄπειρον, ἀνάγκη πᾶσα ἢ ἁπλοῦν εἶναι τοῦτο ἢ σύνθετον, ἀλλ’ εἴτε ἁπλοῦν εἴη εἴτε σύνθετον, ἀδύνατον αὐτὸ ἄπειρον εἶναι, ὅλως ἄρα ἄπειρον σῶμα οὐκ ἔστι. πρότερον δὲ δείκνυσιν, ὅτι σύνθετον σῶμα οὐκ ἐνδέχεται ἄπειρον εἶναι. εἰ γὰρ σύνθετον εἴη, ἢ ἐξ ἀπείρων ἔσται συγκείμενον στοιχείων, ἢ ἐκ πεπερασμένων. ἐξ ἀπείρων μὲν οὖν ἀδύνατον· ἔν τε γὰρ τῷ πρώτῳ λόγῳ δέδεικται, ὅτι ἀδύνατον ἄπειρα εἶναι τὰ στοιχεῖα, δείξει δὲ καὶ ἐν τῇ Περὶ οὐρανοῦ καὶ μάλιστα ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. εἰ γὰρ ἄπειρα, φησί, τὰ στοιχεῖα, ἀνάγκη πᾶσα καὶ τὰς ἐναντιώσεις ἀπείρους εἶναι (εἰ γὰρ μὴ ἄπειροι εἶεν αἱ ἐναντιώσεις αἱ γεννῶσαι τὰ στοιχεῖα, ἀλλὰ πεπερασμέναι, πᾶσα ἀνάγκη καὶ τὰ ἐξ αὐτῶν συγκείμενα πεπερασμένα εἶναι· αἱ γὰρ συμπλοκαὶ πεπερασμέναι γίνονται), εἰ δὲ ἄπειροι ἔσονται αἱ ἐναντιώσεις, ἐπειδὴ ἑκάστη ἐναντίωσις δύο περιέχει ποιότητας (τὰ γὰρ ἐναντία τοὐλάχιστον δύο εἰσί), συμβαίνει διπλασιασθῆναι τὸ ἄπειρον,3 ὅπερ ἄτοπον. ἀδύνατον ἄρα ἄπειρα εἶναι τὰ στοιχεῖα. ὥστε οὐ δυνατὸν ἐξ ἀπείρων εἶναι. εἰ δὲ ἐκ πεπερασμένων κατὰ πλῆθος, ἢ ἕν τι ἐξ αὐτῶν ἐστι κατὰ μέγεθος ἄπειρον, ἢ πλείονα, ἢ πάντα, ἢ οὐδέν. εἰ μὲν οὖν μηδὲν αὐτῶν εἴη ἄπειρον, ἀλλὰ πάντα πεπερασμένα, καὶ τὸ ἐξ αὐτῶν συγκείμενον πεπερασμένον ἔσται· ὥστε ἀνάγκη ἢ ἓν ἢ πλείονα ἢ πάντα ἄπειρα εἶναι. καὶ πρῶτόν γε δείκνυσιν ὅτι ἀδύνατον ἕν τι αὐτῶν εἶναι ἄπειρον, καὶ τούτου μὲν δειχθέντος συναποδεδειγμένον ἔσται ὅτι οὐδὲ πλείονα δυνατὸν εἶναι ἄπειρα (εἰ δὲ πλείονα, πολλῷ μᾶλλον πάντα), ὅμως δείξει ἰδίᾳ ὅτι οὐδὲ πλείονα δυνατὸν εἶναι.
“因此,对于从这些前提进行逻辑考察的人来说,[无限]似乎是不存在的。” 在表明了无限并不像毕达哥拉斯学派所说的那样作为实体自身存在,即在此本身中以作为无限而实体化之后,他现在接下来打算表明,无限也不像自然哲学家们所说的那样存在,即并不是某物在无限中被实体化,而是实体自身是另外的某种东西,如水、气或居间者,而这在大小上是无限的。因此,无限即使以这种方式也是不存在的,正如他所说,他首先逻辑地(即有说服力地且从通俗意见出发;或者他说“逻辑地”是代替“更普遍地”;因为这个证明不仅适用于自然物体,而且适用于数学物体;因此他说“逻辑地”),然后更必然地从事物本身的本性出发来表明这一点。因此,其逻辑论证如下:几何学家定义物体,说“物体是被平面所界定者”;那么,如果被平面所界定者是物体,而无限者没有被平面所界定,因此无限的物体是不存在的。其三段论的格是第二格。他说,不仅无限的物体不存在,而且数也不可能是无限的;因为他说,没有任何数是自身独立分离的,而是所有的数都在被计数的事物之中,而被计数的事物是能够被遍历的,但无限者是不能被遍历的,因此没有任何数是无限的。在其中有两个三段论,第一个处于第一格,第二个处于第二格:数在被计数的事物之中,被计数的事物是能够被遍历的,因此数也是能够被遍历的;……但无限者是不能被遍历的,因此数不是无限的。因此,这些逻辑论证就是如此;他称它们为逻辑的,是因为正如我所说,它们不是必然的,而是出自通俗意见。因为那些主张无限存在的人不会承认“被平面所界定者”是物体的普遍定义,正如假定说,他们也不会承认“具有长、宽、深者”或“可被视觉所感知者”是物体的普遍定义一样;因为这个定义并没有涵盖所有的物体。因此,“被平面所界定者”也是如此;因为也存在着没有被平面所界定的无限物体,例如天体;因为它的外表面并没有被界定。而且,他们同样也不会承认所有的数都是被计数之物;因为也存在着无限的数。 从这里开始,他转向了论证中更具自然学性质和更必然的部分。他从自然能力出发,我指的是受动与施动的能力,即冷热与干湿;其次从物体的处所出发,即上与下;再者从倾向出发,我指的是重与轻;最后也从某些其他概念出发,表明不可能存在无限的物体。因此,他首先从自然能力出发反驳无限,并按照划分法推进其论证。因为如果存在无限的物体,它完全必然要么是单纯的,要么是复合的;但无论它是单纯的还是复合的,它本身都是不可能为无限的;因此,根本不存在无限的物体。首先他表明,复合的物体不可能是无限的。因为如果它是复合的,它要么由无限的元素构成,要么由有限的元素构成。由无限的元素构成是不可能的;因为在第一卷的论证中已经证明了元素不可能为无限,并且在《论天》中,尤其在《论生灭》中他也将表明这一点。因为他说,如果元素是无限的,对立完全必然也是无限的(因为如果产生元素的对立不是无限而是有限的,由它们构成的事物也完全必然是有限的;因为结合将是有限的);但如果对立是无限的,既然每一对立包含两种性质(因为对立面至少是两个),就会导致无限被加倍,而这是荒谬的。因此,元素是不可能为无限的。所以,它不可能由无限的元素构成。另一方面,如果它由数量上有限的元素构成,要么它们之中的某一单独者在大小上是无限的,要么有多个,要么全都是,要么全不是。如果它们之中没有任何一个是无限的,而是全都是有限的,由它们构成的事物也将是有限的;因此必然要么是一个,要么是多个,要么全都是无限的。首先他表明,它们之中的某一单独者是无限的是不可能的;而一旦这一点被证明,也就同时连带证明了多个也不可能是无限的(如果多个都不可能,全都如此就更不可能了);尽管如此,他仍将单独表明多个也不可能是无限的。
- 3.98σκοπουμένοις δόξειεν ἂν οὐκ εἶναι
与格分词 σκοπουμένοις 起到判断主体与格(dativus iudicantis)或条件性的作用(“对于考察者而言……似乎将是不存在的”)。主句由表潜势的 ἄν+祈愿语气 δόξειεν 构成,否定词 οὐκ 否定不定式 εἶναι。
- 3.98οὐκ οὐσιῶσθαι μέν τι ἐν τῷ ἀπείρῳ, ἀλλ’ εἶναι μὲν τὴν οὐσίαν ἕτερόν τι
此宾格加不定式结构用以补充说明前句 ὅτι οὐδ’ οὕτως ἐστὶ τὸ ἄπειρον, ὥσπερ οἱ φυσικοὶ ἔλεγον(“无限也不像自然哲学家们所说的那样存在”)。οὐκ... μέν 与 ἀλλά... μέν... δέ 形成嵌套对照:“并非某物在无限中被实体化,而是实体自身是另一物,而此物在大小上则是无限的”。
- 3.98συμβαίνει διπλασιασθῆναι τὸ ἄπειρον
由非人称动词 συμβαίνει 后接宾格不定式 διπλασιασθῆναι τὸ ἄπειρον 构成的推论句式,意为“导致了无限被加倍”。其逻辑在于:若对立为无限,则构成每一对立的两个属性将使性质成为两倍的无限,从而陷入荒谬。
