← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§414.12-416.17

作为实体的无限之谬误与自然学的任务

斐洛波诺斯注解了亚里士多德的论证,即如果无限是单纯的实体和第一本原,部分与整体的定义就将完全同一,从而导致部分也是无限的荒谬结论;他随后阐明,探讨理念或数学对象中无限的实体性属于更普遍的第一哲学,而自然学的本职任务则是探究是否存在广延上无限的物体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.93

" Φανερὸν δὲ ὅτι οὐκ ἐνδέχεται οὐσίαν εἶναι τὸ ἄπειρον ὡς ἐντελεχείᾳ ὂν καὶ ὡς οὐσίαν καὶ ἀρχήν." Ἕτερον ἐπιχείρημα ὅτι ἀδύνατον τὸ ἄπειρον οὐσίαν τε εἶναι καὶ ἀρχὴν τῶν ὄντων. ἀνάγκη γὰρ πᾶσα, εἰ ἀρχή ἐστι τὸ ἄπειρον, ἁπλοῦν τι εἶναι αὐτὸ καὶ μηδὲν ἔχον ὑποκείμενον. εἰ γὰρ εἴη σύνθετον ἢ ὅλως ὑποκείμενόν τι ἔχοι, οὐκέτι ἂν εἴη ἀρχή, ἀλλ’ ἢ τὸ ὑποκείμενον ἢ ἐκεῖνα ἐξ ὧν συνέστηκεν· ἁπλοῦν γάρ τι ἡ ἀρχή. εἰ οὖν τοιοῦτόν ἐστι τὸ ἄπειρον, ἁπλοῦν τι καὶ μηδὲν ἔχον ὑποκείμενον, ἀλλ’ οἷον ἡ ψυχὴ ἢ ὁ νοῦς, ταὐτὸν ἔσται ἐπ’ αὐτοῦ τὸ ἄπειρον καὶ τὸ ἀπείρῳ εἶναι· ἐπὶ μὲν γὰρ τῶν συνθέτων ἄλλο ἐστὶν ἑκάστῳ τὸ τόδε εἶναι καὶ ἄλλο τὸ τῷδε,1 ὡς εἴρηται καὶ ἐν Κατηγορίαις (τὸ μὲν γὰρ τόδε εἶναι τὸ σύνθετον σημαίνει, ὡς ὅταν εἴπω τὸ ζῷον 〈εἶναι〉, τὸ δὲ ζῴῳ εἶναι τὸ εἶδος δηλοῖ καθὸ καὶ ἔστι τῷ ζῴῳ τὸ εἶναι), ἐπὶ δὲ τῶν ἁπλῶν ταὐτόν ἐστιν εἰπεῖν ψυχὴν καὶ ψυχῇ εἶναι (οὐδὲ γὰρ τῷ λόγῳ διῄρηται εἰς πλείονα), καὶ νοῦν καὶ νῷ εἶναι. εἰ τοίνυν τοιαύτη ἐστὶν ἡ τοῦ ἀπείρου φύσις ὡς ταὐτὸν εἶναι αὐτῇ τὸ ἄπειρον καὶ ἀπείρῳ εἶναι, ἅπαν ἂν αὐτῆς μέρος ἄπειρον ἔσται. εἰ μὲν γὰρ τὸν αὐτὸν δέξεται λόγον τῷ ὅλῳ τὸ μέρος, καὶ τὸ μέρος δήπουθεν ἄπειρον ἔσται, εἰ δὲ ἕτερον, οὐκ ἂν εἴη ἁπλοῦν ἐξ ἀνίσων, μᾶλλον δὲ ἀνομοίων, συγκείμενον, ὥσπερ οὐδὲ ὁ ἄνθρωπος ἁπλοῦν ἐκ ζῴου καὶ λογικοῦ καὶ θνητοῦ συγκείμενος. εἰ μὲν οὖν τις ἀριθμὸν ἢ μέγεθος ποιεῖ ἄπειρον, οὐκ ἀκολουθήσει τούτῳ τὸ καὶ τὰ μέρη τοῦ ἀπείρου ἄπειρα ποιεῖν. ὑποτίθησι γὰρ τῷ ἀπείρῳ ἑτέραν φύσιν, οἷον τὸν ἀριθμὸν ἢ τὸ μέγεθος, καὶ οὐδέν γε κωλύει τὸ μέρος τοῦ ἀριθμοῦ ἀριθμὸν μὲν εἶναι ἄπειρον δὲ μή. οὐ γὰρ ταὐτὸν ἀριθμῷ τε εἶναι καὶ ἀπείρῳ εἶναι· ἀριθμὸς μὲν γὰρ τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, ἄπειρον δὲ ποσὸν ἀδιεξίτητον. ὁμοίως καὶ ἐπὶ τοῦ μεγέθους. ὅστις δὲ οὕτως οὐσίαν τὸ ἄπειρον λέγει, ὡς ἐν τῷ λόγῳ τοῦ ἀπείρου τὸ εἶναι ἔχουσαν, τούτῳ πῶς οὐκ ἂν εἴη καὶ τῶν μερῶν ἕκαστον ἄπειρον; ὡς γὰρ τὸ μέρος τοῦ ὕδατος ὕδωρ ἐστίν, ἐπειδὴ τὸν αὐτὸν ἔχει λόγον, οὕτω καὶ τοῦ ἀπείρου τὸ μέρος ἄπειρον· ὁ γὰρ αὐτὸς λόγος ὅλου τε καὶ μέρους, ὡς προειρήκαμεν. πολλὰ οὖν ἔσται ἄπειρα τὸ ἓν ἄπειρον, ἐπεὶ καὶ πολλὰ τὰ μέρη, μᾶλλον δὲ ἐπειδὴ καὶ τῶν μερῶν ἕκαστον διαιρετόν, ἀνάγκη εἶναι ἀπειράκις τὸ αὐτὸ ἄπειρα, ὅπερ ἄτοπον.

“然而显然,无限作为现实存在之物,并且作为实体和本原,是不可能作为实体而存在的。” 这是证明无限不可能既是实体又是存在物的本原的另一个论据。因为如果无限是本原,它完全必然是某种单纯之物且没有任何基底。因为如果它是复合的,或者总体上具有某种基底,它就不再是本原,而是基底或者构成它的那些成分才是本原;因为本原是某种单纯之物。因此,如果无限是这样的东西,即某种单纯之物且没有任何基底,而是如同灵魂或理智那样,那么在它身上,无限本身与无限的本质[对于无限而言的存在]将是同一的。因为在复合之物的情形中,对每一事物而言,“作为这个具体物存在”与“作为此物而存在”是彼此不同的,正如在《范畴篇》中所说的那样(因为“作为这个具体物存在”意味着复合者,正如当我指[作为]动物时;而“作为动物而存在”则指形式,动物的存在正是依此而成立的);但在单纯之物的情形中,说灵魂和说作为灵魂而存在是同一回事(因为在定义上它并不被分割为多个),说理智和作为理智而存在也是同一回事。因此,如果无限的本性是如此,以至于对它而言无限与作为无限而存在是同一的,它的每一部分都将是无限的。因为如果部分接受与整体相同的定义,部分显然也将是无限的;但如果它接受不同的定义,它由不相等、毋宁说不同类的成分组成,就不会是单纯之物,正如人由动物、理性的和必死的成分组成而不是单纯之物一样。因此,如果有人将数或大小设定为无限,对他来说并不会随之得出把无限的部分也设定为无限的结论。因为他在无限之下设定了另一种本性,例如数或大小,并且没有任何东西阻止数的一部分是数却不是无限的。因为作为数而存在与作为无限而存在并不是同一回事;因为数是由单位构成的多数性,而无限则是不可通行的量。在大小的情形中也是如此。但是,凡是将无限称作实体,以至于在无限的定义中具有其存在的人,对他来说,各部分中的每一部分又怎能不是无限的呢?因为正如水的一部分是水,由于具有相同的定义,同样,无限的一部分也是无限的;因为正如我们先前所说,整体与部分的定义是相同的。因此,既然部分也是多数的,这一个无限就将是多个无限;毋宁说,由于各部分中的每一部分也都是可分的,同一事物就必然是无限次地无限,而这是荒谬的。

§3.94

"Εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ’ ὑποκειμένου." Τὸ καθ’ ὑποκειμένου ἀντὶ τοῦ ἐν ὑποκειμένῳ,2 τουτέστιν εἴπερ οὐσία ἐστὶ καὶ μὴ συμβεβηκός.

“如果无限确实是实体而不是述说某一基底的。” “述说某一基底”代替了“在某一基底之中”,也就是说,如果它确实是实体而不是偶性。

§3.95

"Ὥσπερ γὰρ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἀπείρου ἄπειρον." Τοῦτο συνεχὲς τῷ ἀνωτέρω ῥητῷ. ἔστιν οὖν ἡ ὅλη τοῦ ῥητοῦ σύνταξις αὕτη· μετὰ τὸ “εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ’ ὑποκειμένου” σύναψον ἐφεξῆς3 ὥσπερ γὰρ ἀέρος ἀὴρ μέρος, οὕτω καὶ ἄπειρον ἀπείρου, εἴ γε ἔστιν οὐσία τις καὶ ἀρχή, εἶτα σύναψον “ὥστε ἢ ἀδιαίρετον ἢ εἰς ἄπειρα διαιρετόν, πολλὰ δὲ ἄπειρα τὸ αὐτὸ εἶναι ἀδύνατον”, εἶτα πάλιν σύναψον ἀμέριστον ἄρα καὶ ἀδιαίρετον.

“因为正如气的一部分是气,无限的一部分也是无限。” 这与上述语句是连续的。因此,这句文句的整个句法结构如下:在“如果无限确实是实体而不是述说某一基底的”之后,依次连上“因为如果它确实是某种实体和本原,正如气的一部分是气,无限[的一部分]也是无限”,然后连上“因此它要么是不可分的,要么可分成无限个,但同一事物是多个无限是不可能的”,再接着连上“因此它是无部分的和不可分的”。

§3.96

"Ἅμα γὰρ οὐσίαν ποιοῦσι τὸ ἄπειρον καὶ μερίζουσιν." Κακῶς, φησίν, οἱ ἀποφαινόμενοι αὐτοουσίαν εἶναι τὸ ἄπειρον. συμβαίνει γὰρ αὐτοῖς τὸ αὐτὸ μεριστόν τε καὶ ἀμέριστον ποιεῖν, καὶ οὐσίαν καὶ συμβεβηκός. οὐσίαν μὲν γὰρ αὐτὸ λέγουσιν εἶναι, λέγοντες δὲ αὐτὸ ἄπειρον εὐθὺς καὶ ποσὸν ποιοῦσιν, ἐπειδὴ τὸ ἄπειρον διαιρετόν. ἀλλὰ μὴν εἴ γε οὐσία ἐστὶ τὸ ἄπειρον, δέδεικται ὅτι ἀδιαίρετον ἔσται. ὥστε τὸ ἀδιαίρετον διαιρετὸν ποιοῦσι, καὶ τὴν οὐσίαν συμβεβηκός.

“因为他们同时把无限作为实体,又对它进行分割。” 他说,那些声称无限是实体本身的人是错误的。因为对于他们来说,导致了把同一事物既做成有部分的又做成无部分的,既做成实体又做成偶性。因为他们固然说它是实体,但通过称它为无限,立刻又把它做成了量,既然无限是可分的。然而,如果无限是实体,已经证明了它将是不可分的。因此,他们把不可分之物做成了可分的,把实体做成了偶性。

§3.97

"Ἀλλ’ ἴσως αὕτη μὲν ἂν εἴη καθόλου ἡ ζήτησις μᾶλλον." Ἐπειδὴ ἔδειξεν ὅτι οὐ δυνατὸν τὸ ἄπειρον οὐσίαν εἶναι, ἄπειρον λέγων τὸ κατὰ τὴν ἔκτασιν, οὐ τοιοῦτον δ’ ἄπειρον ἐκεῖνοι ἐν ταῖς ἰδέαις ἀπετίθεντο, τὸ περὶ τούτου, φησί, ζητεῖν εἰ ἔστιν οὐσία τις ἀπείρου καὶ αὕτη εἴτε ἐν τοῖς μαθήμασίν ἐστιν εἴτε ἐν τοῖς εἴδεσι, κοινοτέρας ἂν εἴη πραγματείας ζητῆσαι τῆς σκοπούσης περὶ τῶν ἀρχῶν πάντων τῶν ὄντων ᾗ ὄντα ἐστί, τῆς δὲ προκειμένης μεθόδου ἴδιον φυσικῆς οὔσης τὸ ζητῆσαι εἰ ἔστι σῶμα ἄπειρον κατὰ τὴν ἔκτασιν, μήτε ἀρχὴν ἔχον κατὰ μέγεθος μήτε πέρας. ὅτι οὖν οὐκ ἔστι τοιοῦτόν τι σῶμα, οἷον καὶ οἱ φυσικοὶ ὑπετίθεντο, ἐφεξῆς προτίθεται δεῖξαι.

“不过也许这毋宁是一个更加普遍的探究。” 既然他已经表明无限不可能是一个实体(指广延上的无限),而那些思想家在理念中并未设定这种无限,因此他说,探讨关于这一点,即是否存在某种无限的实体,以及这究竟是在数学对象中还是在形式中,将属于考察所有存在物就其为存在物而言的本原的更普遍的探究[第一哲学];而当下的研究方法作为自然学,其固有任务是探讨是否存在一个在广延上无限的、在大小上既无始端也无限度的物体。因此,不存在自然哲学家们所设想的那种物体,这正是他接下来打算证明的。

语法注3 条
  1. 3.93ἄλλο ἐστὶν ἑκάστῳ τὸ τόδε εἶναι καὶ ἄλλο τὸ τῷδε

    带定冠词不定式“τὸ τόδε εἶναι”(作为这个具体物存在)与带与格的“τὸ τῷδε [εἶναι]”(作为此物而存在,即本质)相对比的句法结构。后者是亚里士多德哲学中表示本质性存在(形式)的典型惯用句法,如“τὸ ζῴῳ εἶναι”。

  2. 3.94Τὸ καθ’ ὑποκειμένου ἀντὶ τοῦ ἐν ὑποκειμένῳ

    注释者斐洛波诺斯在句法和术语上将亚里士多德原文(204a23)中的短语“καθ’ ὑποκειμένου”(述说某一基底)解释为“ἐν ὑποκειμένῳ”(在某一基底之中)。尽管两者在《范畴篇》中受到严格区分,但此处被理解为指称与实体相对立的偶性。

  3. 3.95μετὰ τὸ “εἴπερ οὐσία τὸ ἄπειρον καὶ μὴ καθ’ ὑποκειμένου” σύναψον ἐφεξῆς

    斐洛波诺斯厘清了亚里士多德原文(204a23–26)中错综复杂的语序(倒装),指明了从属分句与主句的句法连接结构(σύνταξις)。他将原因从句“ὥσπερ γὰρ...”直接接在条件前件之后,然后再引出选言结论“ὥστε ἢ ἀδιαίρετον...”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:414.12-416.17