- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:413.4-414.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯遵循亚里士多德在204a5–17中的论证,界定了圆的语境下无限的含义,并基于可分割性以及数作为基底的在先性,注解了无限既不可能作为脱离感觉物体的实体存在,也不可能是元素。
" Ἢ ὃ μόλις." Τὸ τρίτον σημαινόμενον. ἢ ὃ πεφυκὸς ἔχειν μὴ ἔχει διέξοδον ἢ πέρας. τὸ τέταρτον σημαινόμενον, λέγω δὴ τὸ ἐπὶ τοῦ κύκλου. τὸ δὲ πεφυκὸς ἔχειν διέξοδον ἢ καὶ πέρας ἀντὶ τοῦ δυνατὸν διεξελθεῖν1 τὸν ὅλον κύκλον ἢ καὶ ἀποπερατῶσαι, ἀλλ’ ἐπειδὴ μὴ ἔχει κατ’ ἐνέργειάν τι σημεῖον εἰλημμένον, διὰ τοῦτο συμβαίνει ἀδιεξίτητον εἶναι τὸν κύκλον, ἤτοι τὸ ἐπ’ αὐτοῦ κινούμενον μὴ ἔχον πέρας ποῖ στῇ.
“或者难以[通行的东西]。” 这是第三种含义。“或者在本性上应有[通行或界限],却不具有通行或界限的东西。”这是第四种含义,即对圆所说的那种。“在本性上应有通行或界限”意指能够走完整个圆或者给它加上界限;但由于它在现实中没有确定任何一个点,因此就导致圆是不可通行的,即在它上面运动的东西没有一个停下来的界限。
"Χωριστὸν μὲν οὖν εἶναι τὸ ἄπειρον τῶν αἰσθητῶν, αὐτό τι ὂν ἄπειρον, οὐχ οἷόν τε." Τὸ ἄπειρον δηλονότι περὶ οὗ καὶ ὁ λόγος, τὸ τῇ ἐκτάσει ἄπειρον. τοῦτο οὖν αὐτὸ καθ’ αὑτὸ εἶναι οὐσίαν ὂν ἀδύνατον· πάντως γὰρ τὸ τοιοῦτον ἄπειρον οὐχ ἕτερόν ἐστι παρὰ τὰ αἰσθητά, ἀλλ’ ἢ ὕδωρ ἐστὶν ἢ ἀὴρ ἤ τι τῶν τοιούτων, ὥσπερ καὶ ὑπετίθεντο αὐτὸ οἱ φυσικοὶ εἶναι.
“因此,无限作为某个无限自身而与感觉对象相分离地存在,是不可能的。” 这显然是指论述所讨论的无限,即在外延(广延)上无限的东西。因此,它作为实体而按其自身存在是不可能的;因为无论如何,这样的无限绝非与感觉事物有别的东西,而要么是水,要么是气,要么是诸如此类的某种东西,正如自然哲学家们也设想它是这样的那样。
"Εἰ γὰρ μήτε μέγεθός ἐστι μήτε πλῆθος." Τὸ πρῶτον ἐπιχείρημα ὅτι οὐκ ἔστι τὸ ἄπειρον οὐσία. εἰ γάρ, φησί, μὴ εἴη μέγεθος μήτε πλῆθος τὸ ἄπειρον, ἅπερ τοῦ ποσοῦ ἐστιν εἴδη, ἀλλ’ οὐσία ἐστὶ καθ’ αὑτό, οὐχ ἕξει διαίρεσιν (ἡ γὰρ διαίρεσις τοῦ ποσοῦ), ὥστε ἀδιαίρετον. ἀλλ’ εἰ ἀδιαίρετον, οὐδὲ ἄπειρον οἷον ἡμεῖς ζητοῦμεν ἄπειρον καὶ περὶ οὗ οἱ φυσικοὶ διελέγοντο, εἰ μὴ οὕτως ὡς ἡ στιγμὴ ἄπειρον ἢ τὸ ποιόν, τῷ μηδὲ πεφυκέναι διάστασιν ἔχειν.2
“因为如果它既不是大小也不是多数性。” 这是证明无限不是实体的第一个论据。因为他说,如果无限既不是大小也不是多数性(它们是量的种),而是按其自身的一个实体,它就将没有分割(因为分割属于量),因而它是不可分割的。但如果它是不可分割的,它也就不是我们所探究的那种无限以及自然哲学家们所谈论的那种无限,除非是如同点或性质那样被称为无限,即因其本性上甚至不具有广延。
"Εἰ δὲ κατὰ συμβεβηκός ἐστι τὸ ἄπειρον, οὐκ ἂν εἴη στοιχεῖον τῶν ὄντων, ᾗ ἄπειρον." Ἐπειδὴ ἔδειξεν ὅτι οὐ δυνατὸν οὐσίαν εἶναι τὸ ἄπειρον, διὰ τοῦτο μεταξὺ παρεμβάλλει ἔλεγχόν τινα τῆς ἑτέρας ὑποθέσεως, τῆς λεγούσης συμβεβηκὸς εἶναι τὸ ἄπειρον. εἰ γὰρ ἔστι μὲν τὸ ἄπειρον, οὐσία δὲ οὐκ ἔστι, λείπεται συμβεβηκὸς αὐτὸ εἶναι· ἀλλ’ εἰ συμβεβηκός, οὐκ ἂν εἴη στοιχεῖον τὸ ἄπειρον, ἀλλ’ ἐκεῖνο ᾧ τοῦτο συμβέβηκεν, ὥσπερ οὐδὲ τὸ ἀόρατον στοιχεῖον τῆς διαλέκτου, ἀλλ’ ἡ φωνὴ ᾗ τοῦτο συμβέβηκεν.
“但如果无限是偶性地存在,那么就其为无限而言,它就不会是存在物的元素。” 既然他已经证明无限不可能是一个实体,因此他在中间插入了对另一个假说的某种反驳,即主张无限是偶性的那个假说。因为如果无限确实存在但又不是实体,余下的便是它是偶性;但如果是偶性,无限就不会是元素,而它所偶生于的那物才是[元素],正如不可见之物不是言语的元素,而它所偶生于的声音才是[元素]一样。
"Ἔτι πῶς ἐνδέχεται εἶναί τι αὐτὸ ἄπειρον, εἴπερ μηδὲ ἀριθμὸν καὶ μέγεθος.." Μεταβαίνει εἰς τὸ δεῖξαι πάλιν ὅτι οὐκ οὐσία τὸ ἄπειρον. καὶ ἡ ἐπιχείρησις ἐκ τοῦ μᾶλλον· εἰ τὸ ὑποκείμενόν τινι μᾶλλον ὑφέστηκε καθ’ αὑτὸ ἢ τὸ συμβεβηκὸς ἐκείνῳ,3 ὁ δὲ ἀριθμὸς ὑποκείμενος τῷ ἀπείρῳ οὐχ ὑφέστηκε καθ’ αὑτόν, πολλῷ γε δήπου τὸ ἄπειρον, ὃ τῷ ἀριθμῷ συμβέβηκεν, οὐκ ἂν ὑποσταίη καθ’ αὑτό· εἰ δὲ μὴ ἔστι τῶν καθ’ αὑτὸ ὑφεστηκότων, οὐδ’ ἂν οὐσία εἴη.
“此外,如果连数和大小[都不按自身存在],怎么可能有什么东西是无限自身呢……” 他转向再次证明无限不是实体。这一论证是“根据更大程度”(从强)作出的:如果作为某物的基底比起偶生于它之物来更按自身自立,而作为无限之基底的数却不按自身自立,那么偶生于数的无限就更绝不可能按自身自立;而如果它不属于按自身自立之物,它也不会是实体。
- 3.88ἀντὶ τοῦ δυνατὸν διεξελθεῖν
介词短语 ἀντὶ τοῦ 后接不定式短语 δυνατὸν [εἶναι] διεξελθεῖν 是注疏中的惯用句式,表示“……这一词句代表/意思是能够走完”。
- 3.90τῷ μηδὲ πεφυκέναι διάστασιν ἔχειν
与格带冠词完成时不定式 τῷ πεφυκέναι 用作表示原因的状语短语(“因其根本不具备拥有广延的本性”)。否定词 μηδέ 否定该不定式。
- 3.92εἰ τὸ ὑποκείμενόν τινι μᾶλλον ὑφέστηκε καθ’ αὑτὸ ἢ τὸ συμβεβηκὸς ἐκείνῳ
在比较结构 μᾶλλον ... ἢ ... 中,主语 τὸ ὑποκείμενόν τινι(“某物的基底”)与比较对象 τὸ συμβεβηκὸς ἐκείνῳ(“偶生于它之物”)通过中性实体化分词形成严格的平行对称。
