← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§411.27-413.3

反驳无限作为实体与向可感无限的限定

菲洛波诺斯解释了亚里士多德如何证明无限既非实体亦非偶性,特别是通过分析其不可被分割为同质或异质部分来反驳无限是实体的观点,并将探究范围从一般性的普遍讨论限定在自然学所特有的可感且具延展性的无限之上。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.87#3

ὅθεν κἂν μὴ φαλακρὸς ἦν, οὐδὲν ἧττον ᾠκοδόμησεν ἄν.1 οὐκ ἄρα οὐδὲ τὸ ἄπειρον ἀρχή. ἀλλὰ μὴν δέδεικται ὅτι εἴ γε ἔστιν, ἀδύνατον αὐτὸ μὴ ἀρχὴν εἶναι, οὐδ’ ἄρα οὐδὲ κατὰ συμβεβηκὸς δυνατὸν εἶναι τὸ ἄπειρον. ἀλλὰ τοῦτο μὲν προϊὼν δείξει ἐντελέστερον, ἐπανέρχεται δὲ εἰς τὸ προκείμενον, ὅτι ἀδύνατον αὐτὸ καθ’ αὑτὸ τὸ ἄπειρον οὐσίαν εἶναι, ἡ δὲ ἐπιχείρησις ἐκ τοῦ μᾶλλον. τὸ ἄπειρον, φησί, τῷ μεγέθει ὑπάρχει καὶ τῷ ἀριθμῷ * * * εἰ τοίνυν τὰ μᾶλλον ὀφείλοντα καθ’ αὑτὰ ὑπάρχειν, ὁ ἀριθμὸς καὶ τὸ μέγεθος, ὡς ὑποκείμενα τῷ ἀπείρῳ, ὅμως καὶ αὐτὰ ἄλλοις ὑπάρχουσιν2 (ἄλλοις γὰρ ἐπισυμβέβηκε τὸ μέγεθος καὶ ὁ ἀριθμός· τῇ οὐσίᾳ γὰρ) αὐτὰ καθ’ αὑτὰ ὑποστῆναι μὴ δυνάμενα, πολλῷ γε δήπου τὸ ἄπειρον οὐκ ἂν ὑπάρξειε καθ’ αὑτό· συμβέβηκε γὰρ τὸ ἄπειρον τῷ μεγέθει καὶ τῷ ἀριθμῷ, ἅπερ καὶ αὐτὰ συμβέβηκε τῇ οὐσίᾳ. ἔστιν οὖν ὑποθετικὸς ὁ συλλογισμός· εἰ τὸ ἄπειρον καθ’ αὑτὸ ὑπάρχει οὐσία ὄν, πολλῷ μᾶλλον ὁ ἀριθμὸς καὶ τὸ μέγεθος· εἰ τοίνυν τὸ μᾶλλον καθ’ αὑτὸ ὀφεῖλον ὑπάρχειν, ὁ ἀριθμὸς καὶ τὸ μέγεθος, ὅμως οὐχ ὑπάρχει, πολλῷ γε δήπου τὸ ἄπειρον. ἔτι, φησίν, εἰ τὸ ἄπειρον ἐνεργείᾳ ὂν οὐσία ἐστίν, ἢ διαιρετὸν πάλιν ἔσται ἢ ἀδιαίρετον. ἀλλ’ εἰ μὲν διαιρετόν, διαιρεθήσεται πάντως, ὥσπερ καὶ τὰ ὁμοιομερῆ. ὥσπερ οὖν ὁ ἀὴρ εἰς ἀέρας διαιρεῖται καὶ τὸ ὕδωρ εἰς ὕδατα, οὕτω καὶ τὸ ἄπειρον ἐν τούτῳ οὐσιωμένον, ἐν τῷ ἄπειρον εἶναι,3 εἰς ἄπειρα διαιρεθήσεται, ὥστε συμβήσεται ἕκαστον αὐτοῦ μέρος ἄπειρον εἶναι. ἔσται οὖν τὸ αὐτὸ πολλὰ ἄπειρα, μᾶλλον δὲ 〈ἀπειράκις〉 ἄπειρα (εἴ γε καὶ τῶν μορίων ἕκαστον διαιρετόν), ὅπερ ἀδύνατον. εἰ δὲ διαιρούμενον μὴ εἰς ἄπειρα διαιρεθείη, ἀνομοιομερὲς ἔσται τὸ ἄπειρον. εἰ δὲ τοῦτο, οὐκ ἔσται οὐδὲ ἁπλοῦν οὐδὲ ἀρχή (ἀρχὴ γὰρ αὐτοῦ τὰ ἀνομοιομερῆ), ἁπλοῦν δὲ δεῖ εἶναι τὸ ἄπειρον, ἐπειδὴ καὶ ἀρχή, ἡ δὲ ἀρχὴ ἁπλῆ· εἰ γὰρ σύνθετος, οὐκ αὐτὴ ἀρχή, ἀλλ’ ἐκεῖνα ἐξ ὧν συνέστηκεν. ἀλλ’ οἱ τὸ ἄπειρον ὑποτιθέμενοι ἀρχὴν αὐτό φασιν * * * οὐδὲ ἄπειρον ἔσται. τὸ γὰρ ἄπειρον περὶ οὗ νῦν ποιούμεθα τὴν ζήτησιν, ἢ κατὰ μέγεθός ἐστιν ἢ τὸ κατὰ πλῆθος, ἀδιαίρετον δὲ ὂν οὐδὲν τούτων ἔσται· ἕκαστον γὰρ τούτων διαιρετόν. ἀδύνατον ἄρα τὸ οὕτως ὂν ἄπειρον, ἀδιαίρετον εἶναι. εἰ τοίνυν μήτε διαιρετὸν μήτε ἀδιαίρετον δυνατὸν εἶναι τὸ ἄπειρον οὐσίαν γε ὄν, ἔοικε μηδ’ ὅλως εἶναι οὐσία τὸ ἄπειρον· εἰ δὲ μὴ ἔστιν οὐσία, συμβεβηκὸς ἔσται· εἰ δὲ συμβεβηκός, τὸ ἄπειρον οὐκ ἂν εἴη ἀρχὴ ὡς οἱ Πυθαγόρειοι ὑπετίθεντο. ἀλλ’ αὕτη μέν, φησίν, ἡ ζήτησις ἔοικε κοινοτάτη εἶναι καὶ οὐ τῆς προκειμένης πραγματείας, εἰ ἔστι τις κοινὴ τοῦ ἀπείρου φύσις ἥ τε ἐν τοῖς μαθήμασιν ὑπάρχουσα καὶ ἡ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν τοῖς χωριστοῖς ἀσωμάτοις, καὶ αὐτὴ πότερον οὐσία τίς ἐστι νοητὴ ἤ τί ποτε ἄλλο· διὸ ταύτην μὲν ὑπερθώμεθα τὴν ζήτησιν, εἰς δὲ τὴν προκειμένην καὶ μᾶλλον ἁρμόζουσαν ἡμῖν ἐπιστρέψωμεν, εἰ ἔστι σῶμα αἰσθητὸν ἄπειρον κατὰ μέγεθος καὶ ἀδιεξίτητον· τοιοῦτον γὰρ καὶ οἱ φυσικοὶ ὑπετίθεντο εἶναι.

因此,即使他不是秃头,他也同样会建房子。所以无限也不是本原。然而已经证明,如果它确实存在,它就不可能不是本原;因此,无限也不可能偶然地存在。但他将在后文中更完全地证明这一点,而他折返回既定的论题,即无限自身按其自身不可能是一个实体;这一论证是“根据更大程度”(从强)作出的。他说,无限属于大小和数[……]。因此,如果作为无限的基础、更有理由按其自身存在的那些东西,即数和大小,仍然属于其他事物(因为大小和数是额外偶生于其他事物之上的,即偶生于实体之上),不能按其自身自立,那么无限就更绝不可能按其自身存在了;因为无限偶生于大小和数,而大小和数自身又偶生于实体。因此,这个三段论是假言的:如果无限作为实体按其自身存在,那么数和大小就更是如此;因此,如果更有理由按其自身存在的数和大小仍然并不[按自身]存在,那么无限就更绝不可能如此。他说,此外,如果作为现实存在的无限是一个实体,它又将要么是可分割的,要么是不可分割的。但如果它是可分割的,它将完全被分割,正如具有同质部分之物那样。因此,正如气被分割为许多气,水被分割为许多水,无限既在这一点上、即在“作为无限”这一点上获得其实体,它也将被分割为许多无限,从而其每一个部分都将恰好是无限。因此,同一个事物将是许多个无限,毋宁说是无限多次的无限(如果其每个部分也都是可分割的),而这是不可能的。但如果它被分割时并不被分割为许多无限,无限就将是异质部分的。如果这样,它既不是单纯的,也不是本原(因为那些异质部分将是它的本原);但无限必须是单纯的,因为它也是本原,而本原是单纯的;因为如果它是复合的,它自身就不是本原,而它所由构成的那些东西才是本原。但那些假设无限的人却说它是本原[……]它也不会是无限。因为我们现在正在探讨的无限,要么是按大小而言的,要么是按多数性而言的,但作为不可分割的,它将不属于其中任何一种;因为其中的每一种都是可分割的。因此,这样存在的无限绝不可能不可分割。所以,如果无限作为实体既不可能可分割,也不可能不可分割,那么无限似乎根本就不是实体;如果不是实体,它将是偶性;如果是偶性,无限就不会是如毕达哥拉斯学派所假设的那样的本原。然而他说,这一探究似乎是最具普遍性的,并不属于当前的专题论述,即:是否存在某种无限的共同本性,既存在于数学对象中,也存在于感觉对象和分离的无形体之物中,并且它本身究竟是某种理智实体还是别的什么;因此让我们推迟这一探究,而转向既定的、对我们而言更切合的论题:是否存在一个在大小上无限且不可通行的感觉形体;因为自然哲学家们也是这样设想它的存在的。

语法注3 条
  1. 3.87κἂν μὴ φαλακρὸς ἦν, οὐδὲν ἧττον ᾠκοδόμησεν ἄν

    κἂν 是 καὶ ἐάν 的缩合形式(在后期希腊语中如同 καὶ εἰ,意为“即使”,接直陈式)。条件从句中的 ἦν 与归结从句中的 ᾠκοδόμησεν ἄν 均为过去直陈式,构成典型的过去与事实相反的虚拟条件句。

  2. 3.87εἰ τοίνυν τὰ μᾶλλον ὀφείλοντα καθ’ αὑτὰ ὑπάρχειν, ὁ ἀριθμὸς καὶ τὸ μέγεθος, ὡς ὑποκείμενα τῷ ἀπείρῳ, ὅμως καὶ αὐτὰ ἄλλοις ὑπάρχουσιν

    此为从强论证(ἐκ τοῦ μᾶλλον)的句式骨干。条件从句的主语为 τὰ μᾶλλον ὀφείλοντα καθ’ αὑτὰ ὑπάρχειν(后跟同位语 ὁ ἀριθμὸς καὶ τὸ μέγεθος 及表身份/原因的 ὡς ὑποκείμενα τῷ ἀπείρῳ),从句谓语为 ὑπάρχουσιν,与随后的归结句 πολλῷ γε δήπου τὸ ἄπειρον οὐκ ἂν ὑπάρξειε καθ’ αὑτό 紧密呼应。

  3. 3.87ἐν τούτῳ οὐσιωμένον, ἐν τῷ ἄπειρον εἶναι

    带冠词不定式短语 ἐν τῷ ἄπειρον εἶναι 作为同位语,置于修饰中性分词 οὐσιωμένον(与主语 τὸ ἄπειρον 一致)的介词短语 ἐν τούτῳ 之后,用以具体说明其实体化的实质内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:411.27-413.3