← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§410.20-411.27

通过加减的无限与其实体或偶性说的反驳

斐洛庞奴斯解释了无限的第五种含义(通过相加与分割),确认自然哲学的考察对象乃是第二种即延展上的无限,并反驳了将无限视为自立实体以及将其视为他物偶性的两种观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.87#2

πέμπτον ἐστὶ τοῦ ἀπείρου σημαινόμενον τὸ κατὰ πρόσθεσιν, φησίν, ἢ διαίρεσιν, ἢ ἀμφότερα· κατὰ πρόσθεσιν μὲν ὡς ἐπὶ τοῦ ἀριθμοῦ καὶ τοῦ χρόνου (λέγομεν γὰρ ἄπειρον εἶναι τὸν ἀριθμὸν τῷ ἐπ’ ἄπειρον αὔξεσθαι δύνασθαι· ἔστι γὰρ παντὸς τοῦ ληφθέντος ἀριθμοῦ μείζονα λαβεῖν· δι’ αὐτὸ δὲ τοῦτο καὶ τὸν χρόνον αὐξῆσαι δυνατόν), κατὰ διαίρεσιν δὲ διὰ τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν διχοτομίαν, ἀμφοτέρως δὲ ὡς εἰ νοήσαις μίαν εὐθεῖαν, εἶτα ταύτην διχοτομουμένην, καὶ πάλιν τὸ ἕτερον μέρος διχοτομούμενον, καὶ τὸ μέρος τῷ 〈μὲν〉 μέρει προστιθέμενον τοῦ δὲ ἀφαιρούμενον· οὕτω γὰρ ἐπ’ ἄπειρον τὸ μὲν αὔξεται τὸ δὲ μειοῦται. Τοσαυταχῶς οὖν τοῦ ἀπείρου λεγομένου, ζητεῖ νῦν ὁ λόγος περὶ τοῦ δευτέρου σημαινομένου τοῦ κατὰ τὴν ἔκτασιν ἀπείρου, εἰ ἔστιν ἢ μὴ τοιοῦτόν τι ἄπειρον ἐν τοῖς οὖσιν, οἷον καὶ οἱ φυσικοὶ εἶναι ὑποτίθενται. εἰ γάρ τις κατὰ τὰ λοιπὰ σημαινόμενα λέγοι εἶναι τὸ ἄπειρον, οὐ διοισόμεθα (διδόαμεν γὰρ καὶ ἡμεῖς τὰ τοιαῦτα εἶναι τοῦ ἀπείρου σημαινόμενα), ὅτι δὲ τὸ κατὰ τὴν ἔκτασιν ἄπειρον οὐκ ἔστι, πρόκειται διελέγξαι. καὶ πρότερον τοὺς οὐσίαν αὐτὸ λέγοντας εἶναι τὸ ἄπειρον διελέγχει (μὴ ἄλλο τι ὂν εἶτα ἄπειρον, ἀλλ’ αὐτοάπειρον), καὶ οὐσίαν εἶναι τοιαύτην ὥσπερ ἀέρος καὶ πυρὸς οὕτω δὲ καὶ ἀπείρου. τοῦτο οὖν, φησίν, ἢ διαιρετὸν ἔσται ἢ ἀδιαίρετον. εἰ μὲν οὖν διαιρετόν, ἢ κατὰ μέγεθος ἔσται διαιρετὸν ἢ κατὰ πλῆθος (πᾶν γὰρ τὸ διαιρούμενον κατὰ ἓν τούτων τῶν εἰδῶν διαιρεῖται), εἰ δὲ τοῦτο, ποσὸν ἔσται, οὐκ οὐσία (τοῦ γὰρ ποσοῦ ἄμφω ταῦτα εἴδη, τὸ συνεχὲς καὶ τὸ διωρισμένον), ὥστε οὐκ οὐσία ἔσται καθ’ αὑτὴν τὸ ἄπειρον. εἰ δὲ ἀδιαίρετον, οὐκ ἂν1 εἴη ἄπειρον, οἷον ἡμεῖς ζητοῦμεν καὶ οἷον οἱ φυσικοὶ πάντες ὑποτίθενται εἶναι τὸ κατὰ τὴν ἔκτασιν ἄπειρον, ὅπερ διαιρετὸν πάντως ἐστὶ μέγεθός τι ὄν, εἰ μὴ ἄρα ὡς τὴν στιγμὴν καὶ τὴν ποιότητα ἄπειρον εἶναί φαμεν.2 ἀλλ’ ἡμῖν περὶ τοῦ τοιούτου οὐδὲ εἷς λόγος, ἀλλ’ εἰ ὡς ἀδιεξίτητον καὶ ἀτελεύτητον κατὰ τὴν ἔκτασιν εἶναι ἄπειρον· οὔκουν δυνατὸν τοιοῦτον ἄπειρον οὐσίαν εἶναι. Ταῦτα εἰπὼν μεταβαίνει ἐν μέσῳ πρὸς τοὺς συμβεβηκὸς ἄλλῳ εἶναι λέγοντας τὸ ἄπειρον, εἶτα εὐθὺς ἀνατρέχει πρὸς τὸ προκείμενον. εἰ γὰρ συμβεβηκός, φησίν, εἴη τὸ ἄπειρον ἄλλῳ, οὐκ ἂν εἴη τῶν ὄντων ἀρχὴ τὸ ἄπειρον, ἀλλ’ ἐκεῖνο ᾧ τὸ ἄπειρον συμβέβηκεν. ὥσπερ γὰρ λέγομεν τὴν φωνὴν στοιχεῖον μὲν εἶναι τῆς διαλέκτου, λέγομεν δὲ τὴν φωνὴν εἶναι ἀόρατον, καὶ οὐκέτι ἀναγκαζόμεθα λέγειν καὶ τὸ ἀόρατον στοιχεῖον εἶναι τῆς διαλέκτου, διότι μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ὑπάρχει τῇ φωνῇ τὸ ἀόρατον, οὕτω φημὶ καὶ ἐπὶ τοῦ ἀπείρου· οὐκ ἐπειδὴ συμβέβηκεν ἄλλῳ, οἷον ἀέρι ὕδατι, ὅπερ καθ’ αὑτό ἐστιν ἀρχὴ τῶν πραγμάτων, διὰ τοῦτο φήσαιμι ἂν καὶ τὸ ἄπειρον τῶν ὄντων ἀρχὴν εἶναι. εἰ γὰρ καὶ κατὰ συμβεβηκὸς αὐτό τις εἴποι εἶναι ἀρχήν, οὐδὲν μᾶλλον ἀρχὴν αὐτὸ δείκνυσι· τὰ γὰρ κατὰ συμβεβηκός τινος αἴτια, οὐδ’ ὅλως εἰσὶν αἴτια. ὥσπερ λέγεται καὶ τὸ φαλακρὸν αἴτιον εἶναι τῆς οἰκίας, οὐδαμῶς ὂν αἴτιον· οὐ γὰρ ᾗ φαλακρὸς ὁ οἰκοδόμος ᾠκοδόμησεν.

他说,无限的第五种含义是通过相加,或通过分割,或兼通过二者:通过相加的,如在数和时间的情形中(因为我们说数是无限的,乃是由于它能够向着无限增加;因为总可以在任何已被取得的数之外取得一个更大的数;正是由于这一点,也可能增加时间);通过分割的,乃是由于大小向着无限的二等分;兼通过二者的,则如同你设想一条直线,然后它被二等分,接着其中的一部分又被二等分,并且该部分被加到其中一部分上而从另一部分中被扣除;因为以这种方式向着无限,一个在增加而另一个在减少。 因此,既然无限是在如此多的意义上被言说的,现在的讨论所探究的乃是关于第二种含义,即延展上的无限,在存在之物中是否存在这样的一种无限,如同自然哲学家们所设想的那样。因为如果有人按照其余的含义说无限存在,我们不会产生分歧(因为我们也承认这些是无限的含义);但现在所要论证的,乃是延展上的无限并不存在。他首先反驳那些说无限自身即是实体的人(即不是先为他物而后成为无限,而是无限自身),〔他们〕还说它是一种实体,正如存在着气和火的实体,同样也存在着无限的实体。因此他说,这要么是可分割的,要么是不可分割的。如果它是可分割的,它要么在大小上可分割,要么在多数性上可分割(因为凡被分割之物都是按照这些种之一被分割的);如果这样,它将是数量,而不是实体(因为这两者,即连续的和分离的,都是数量的种),从而无限自身绝非实体。但如果它是不可分割的,它就不会是我们所探究的、以及所有自然哲学家所设想的延展上的那种无限——作为某种大小,它完全是可分割的——除非我们是在说点和性质是无限的这种意义上说的。但对于我们而言,根本没有任何关于此类事物的讨论,而是在于它是否作为在延展上无法通过且无终结之物而为无限;因此,这样的无限绝不可能是一个实体。 在说了这些之后,他在此期间转向那些说无限是另一事物的偶性的人,然后随即折返回既定的论题。因为他说,如果无限是另一事物的偶性,那么无限就不会是存在之物的本原,而毋宁是无限偶然依附于其上的那个东西。因为正如我们说声音是言语的元素,又说声音是看不见的,却不再被迫说看不见之物也是言语的元素,乃是因为看不见并不由于其自身而是偶然地属于声音;我说在无限的情形中也是如此:绝非因为它偶然依附于气或水等按其自身即是事物本原的另一事物,我就会因此说无限也是存在之物的本原。因为即使有人说它偶然地是本原,他也丝毫不曾证明它是本原;因为偶然作为某物的原因者,根本就不是原因。正如秃头也被说是房子的原因,尽管它绝非原因;因为建房者并非就其秃头而言建造了房子。

语法注2 条
  1. 3.87οὐκ ἐπειδὴ συμβέβηκεν ἄλλῳ, οἷον ἀέρι ὕδατι, ὅπερ καθ’ αὑτό ἐστιν ἀρχὴ τῶν πραγμάτων, διὰ τοῦτο φήσαιμι ἄν

    这是一个由 οὐκ ... διὰ τοῦτο φήσαιμι ἄν 构成的关联句式,否定词 οὐκ 并非单纯否定潜势希求语气 φήσαιμι ἄν,而是否定整个因果推论:“绝非因为……,我就会为此而说……”。中性单数关系代词 ὅπερ 将先行词 ἀέρι ὕδατι 作为概括性的实体或本原概念加以指代。

  2. 3.87εἰ μὴ ἄρα ὡς τὴν στιγμὴν καὶ τὴν ποιότητα ἄπειρον εἶναί φαμεν

    由连词 εἰ μὴ ἄρα(“除非确实”)引导的条件从句承接主句的 οὐκ ἂν εἴη ἄπειρον,引出第一种含义(因不可分割而导致的无限)作为例外。ὡς 之后带动宾格加不定式结构(τὴν στιγμὴν καὶ τὴν ποιότητα ἄπειρον εἶναι),起到限制性插入句的作用:“除非我们是在说点和性质是无限的这种意义上说的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:410.20-411.27