- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:409.9-410.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在注解亚里士多德关于无限的多重含义(204a2)时,斐洛庞奴斯详细阐述了五种含义中的前四种:按本性不能拥有界限之物(点与性质)、具有无尽延展之物(探讨的主题)、因困难或广阔而对人而言无法穿过之物,以及按本性能够接纳界限但自身并无确定界限之物(圆)。
" Πρῶτον οὖν διοριστέον ποσαχῶς λέγεται τὸ ἄπειρον." Δείξας ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ 〈τοῦ〉 ἀπείρου λόγος, καὶ ὅτι εἰκότως οἱ θέμενοι τὸ ἄπειρον ἀρχὴν αὐτὸ εἶναι ὑπέθεντο τῶν ὄντων, ἐντεῦθεν λοιπὸν εἰσβάλλει εἰς τὴν περὶ αὐτοῦ σκέψιν. ἐπειδὴ δὲ πολλαχῶς τὸ ἄπειρον λέγεται, πρότερον ἐκτίθεται τὰ σημαινόμενα τοῦ ἀπείρου, εἶθ’ οὕτως δείκνυσι ποῖα μὲν τοῦ ἀπείρου σημαινόμενά ἐστι, ποῖον δὲ οὐκ ἔστιν· ἐπιστήμονος γὰρ τὸ τὰ σημαινόμενα τῶν ὁμωνύμων φωνῶν διορίζεσθαι1 καὶ λέγειν ποίῳ μὲν συγχωρεῖν, ποίῳ δὲ οὔ. λέγεται, φησί, τὸ ἄπειρον πενταχῶς. καθ’ ἕνα μὲν τρόπον ἄπειρον λέγεται τὸ μηδὲ πεφυκὸς ὅλως ἔχειν πέρας, ἀλλ’ οἷον ἀπόρευτον ὂν καὶ ἀδιεξίτητον τῷ μηδὲ ὅλως ἔχειν πορείαν2 διὰ τὸ μηδὲ ποσὸν ὅλως εἶναι, ὥσπερ καὶ τὴν φωνὴν ἀόρατον λέγομεν τῷ μηδὲ ὅλως πεφυκέναι ὑποπίπτειν τῇ ὄψει. τοιοῦτον δέ ἐστι τὸ σημεῖον καὶ αἱ ποιότητες· ἄπειρα γὰρ ταῦτα, τὸ μὲν σημεῖον ὅτι πέρας ὂν αὐτὸ πέρας οὐκ ἔχει, τῷ παντελῶς ἀμέγεθες εἶναι (οὐ γὰρ δὴ τῷ μὴ καταλαμβάνεσθαι αὐτοῦ τὰ πέρατα διὰ τὴν ἐπ’ ἄπειρον ἔκτασιν), ὁμοίως δὲ καὶ τὸ λευκὸν καὶ καθόλου ἡ ποιότης τῷ μηδ’ ὅλως πόρον ἔχειν. δεύτερον δὲ ἄπειρον λέγεται τὸ διέξοδον ἔχον ἀτελεύτητον, οὗπερ οὐκ ἔστι ποτὲ πέρας εὑρεῖν, οὐ τῷ μὴ δύνασθαι ἡμᾶς αὐτὸ διεξελθεῖν, ἀλλὰ τῷ αὐτὸ μηδέποτε ἀπολήγειν κατὰ τὴν ἔκτασιν μηδὲ περατοῦσθαι τὸ μέγεθος, περὶ οὗ καὶ πρόκειται ἐπισκέψασθαι, εἰ ἔστι τοιοῦτόν τι μέγεθος ἐν τοῖς οὖσιν ἢ μή. τρίτον δὲ λέγομεν ἄπειρον, ὃ πέρας μὲν ἔχει, ἡμῖν δὲ διὰ δυσχέρειαν οὐ κατείληπται. τοῦτο δὲ συμβαίνει διχῶς, ἢ διὰ τὸ ποσὸν ἢ διὰ τὸ ποιόν· ἄν τε γὰρ ᾖ τραχεῖα ἡ ὁδὸς καὶ δύσβατος καὶ σκολιότητα ἔχουσα, λέγομεν τὴν τοιαύτην ὁδὸν ἄπειρον, τῷ μὴ δύνασθαι ἡμᾶς πορείαν ἐπ’ αὐτῆς ποιεῖσθαι (οὕτως οὖν ἄπειρον λέγομεν τὸν λαβύρινθον, οὐ τῷ μὴ ἔχειν πέρας τι τῆς ὁδοῦ, ἀλλὰ τῷ σκολιὸν εἶναι καὶ διὰ τοῦτο δυσέκβατον), λέγομεν καὶ διὰ τὸ πολλὴν εἶναι τὴν ἔκτασιν ἄπειρον τὴν ὁδόν, ὥσπερ φαμὲν τὸν ὠκεανὸν ἄπειρον εἶναι διὰ τὸ μὴ δύνασθαι ἡμᾶς διὰ τὸ πολλὴν εἶναι τὴν ἔκτασιν διεξελθεῖν αὐτόν, αὐτοῦ γε πάντως ἀποπερατουμένου καὶ ὑπὸ γῆς πανταχοῦ περιεχομένου. ὁμοίως καὶ ἡ Ἐρυθρὰ θάλασσα ἄπειρος διὰ τὴν αὐτὴν αἰτίαν. λέγομεν γοῦν καὶ ἡμεῖς, ὁπηνίκα μακρὰν ὁδὸν ὁδεύομεν, ἀπειρηκότες, ὡς ἄπειρος εἴη ἡ ὁδός. λέγεται δὲ κατὰ τέταρτον τρόπον ἄπειρον, ὃ πέφυκε μὲν ἔχειν πέρας, οὐκ ἔχει δέ. τοιοῦτον δ’ ἐστὶν ὁ κύκλος· δυνατὸν μὲν γὰρ λαβεῖν κατ’ ἐνέργειαν σημεῖον ἐν αὐτῷ, κἀκεῖθεν τὴν ἀρχὴν ποιήσασθαι, ἀλλ’ αὐτὸς οὐκ ἔχει ὡρισμένον τι σημεῖον κατ’ ἐνέργειαν· ὅθεν γὰρ ἂν βουληθῶ λαμβάνω τὴν ἀρχήν, ἐπεὶ καὶ ὁ γράφων τὸν κύκλον κέντρῳ καὶ διαστήματι οὐκ ἐξ ὡρισμένου σημείου τὴν ἀρχὴν ποιεῖται, ἀλλ’ ὅθεν ἂν βουληθῇ. καὶ ὁ κινούμενος δὲ ἐπὶ κύκλου δύναται ὅθεν ἂν βούληται ἄρξασθαι τῆς κινήσεως. οὕτως οὖν ὁ κύκλος ἄπειρος μὴ ἔχων μὲν οἴκοθεν πέρας, καὶ διὰ τοῦτο λεγόμενος ἄπειρος, δυνάμενος δὲ ἐν τῇ πρὸς ἄλλον σχέσει λαβεῖν.3
“因此首先必须界定无限是在多少种意义上被言说的。” 在指明了关于无限的论述对于自然哲学家而言是必然的,并且那些把无限确立为本原的人合乎情理地将它设定为万有的[本原]之后,从这里开始他便着手进行关于它的考察。既然无限是在多种意义上被言说的,他首先陈述无限的各种含义,然后以这种方式指明无限的哪些含义是存在的,哪一种是不存在的;因为区分同名异义词汇的各种含义,并指出应当同意哪一种、不同意哪一种,乃是具有科学知识者的职责。他说,无限是在五种意义上被言说的。按照一种方式,那根本就不具有拥有界限的自然本性之物被称为无限,而由于根本不是数量因而根本没有通道,它仿佛是不可通行的且无法穿过的,正如我们也说声音是看不见的,乃是由于它根本不具有落入视线之中的自然本性。点与各种性质就是这样的东西;因为它们是无限的,点是因为其自身作为界限而没有界限,这是由于它完全没有大小(绝非由于其延展向着无限而导致其界限不能被把握),同样,白色以及一般的性质也是由于根本没有通道。在第二种意义上,那拥有无终结的通道之物被称为无限,人们永远不可能找到它的界限,这不是由于我们无法穿过它,而是由于它自身在延展上绝不终止,其大小也不被界定;关于这种无限,所要考察的正是:在存在之物中是否存在这样的大小。在第三种意义上,我们称那确实拥有界限但由于困难而未被我们把握之物为无限。这以两种方式发生,要么由于数量,要么由于性质;因为如果道路是崎岖、难行且曲折的,我们称这样的道路为无限,这是由于我们无法在其上通行(因此我们称迷宫为无限,并不是由于道路没有任何界限,而是由于它是曲折的且因此难于脱身);我们也由于延展巨大而称道路为无限,正如我们说大洋是无限的,乃是由于延展巨大以致我们无法穿过它,尽管它全然被限定且在各处被陆地包围。同样,红海也是出于同样的原因而是无限的。至少我们自己在走一条长路时,精疲力竭之际也会说道路是无限的。按照第四种方式,那按本性能够拥有界限但并未拥有界限之物被称为无限。圆就是这样的东西;因为虽然可能在其上现实地取一个点并从那里作为开端,但圆自身在现实中并不具有任何被限定的点;因为无论我想要从何处,我都可以取得开端,既然用圆心和半径画圆的人也不是从一个限定的点开始,而是从他想要的任何地方开始。在圆上运动的人也能够从他想要的任何地方开始其运动。因此,圆就这样是无限的,它自身并不具有界限,并因此被称为无限,但能够在与另一事物的关系中接受[界限]。
- 3.87ἐπιστήμονος γὰρ τὸ τὰ σημαινόμενα τῶν ὁμωνύμων φωνῶν διορίζεσθαι
ἐπιστήμονος 是表示特征或归属的述语性属格,冠词定形不定词短语 τὸ ... διορίζεσθαι 作主语,意为“区分同名异义词汇的各种含义乃是具有科学知识者的职责(特征)”。
- 3.87τῷ μηδὲ ὅλως ἔχειν πορείαν
不带前置词的冠词定形不定词与格 τῷ ... ἔχειν 作原因与格,解释前文的“不可通行且无法穿过”(ἀπόρευτον ὂν καὶ ἀδιεξίτητον)。紧随其后的介词短语 διὰ τὸ μηδὲ ποσὸν ὅλως εἶναι 则进一步说明其“根本没有通道”的原因。
- 3.87δυνάμενος δὲ ἐν τῇ πρὸς ἄλλον σχέσει λαβεῖν
句末的不定词 λαβεῖν 省略了宾语,依上下文可明确补出 πέρας(界限)。该句与前面的 μὴ ἔχων μὲν οἴκοθεν πέρας(自身不具有界限)形成对比,表示圆在与他物的关系中(例如相对于选定的基准点)能够接受界限。
