- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:406.27-409.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德《物理学》203b6–204a1,阐释了无限何以被视为未生成且不朽的本原、数学家对向着无限分割的运用、设定虚空何以推导出无限物体的必然性,并指明自然哲学家的探究焦点在于是否存在在延展上感觉到的无限大小。
" Ἅπαν γὰρ ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς." Ἅπαντα τὰ ὄντα, ὅσα μὴ μάτην ὑπέστη καὶ κατὰ συμβεβηκός, ἢ ἀρχῆς λόγον ἐπέχουσιν ἢ ἐξ ἀρχῆς εἰσι (τὰ γὰρ μάτην ὄντα δύναται μηδέτερόν τι τούτων εἶναι δι’ αὐτὸ τοῦτο τὸ μάτην εἶναι), τὸ δὲ ἄπειρον οὐ μάτην (ἀΐδιον γάρ), ὥστε ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς.
“因为一切要么是本原,要么出自本原。” 一切存在之物,只要不是徒劳且偶然地产生的,要么充当本原的规定,要么出自本原(因为徒劳存在之物恰恰由于其徒劳存在,可能是这两者皆非),而无限并不是徒劳的(因为它是永恒的);因此它要么是本原,要么出自本原。
"Τό τε γὰρ γενόμενον ἀνάγκη τέλος λαβεῖν, καὶ τελευτὴ πάσης ἐστὶ φθορᾶς." Εἰ τὸ γενόμενον ἀνάγκη φθαρῆναι, τὰ δὲ φθειρόμενα πέρας ἔχει τι κατὰ μέγεθος, εἰς ὃ ἡ φθορὰ ἀπολήγει, ἀεὶ τῶν εὐφθαρτοτέρων προφθειρομένων, οὐδὲν ἄρα γενητὸν ἄπειρον. καὶ ὅτι οὐδὲν κατ’ οὐσίαν γινόμενον ἀθρόαν ἔχει τὴν προαγωγήν,1 ὥσπερ τινὰ τῶν ἀλλοιουμένων, ἀλλὰ κατὰ μόριον. ὥστε εἰ ἔστι τὸ ἄπειρον, ἀνάγκη καὶ ἀγένητον αὐτὸ εἶναι καὶ ἄφθαρτον.
“因为凡生成之物必然有其终结,且一切毁灭也皆有终点。” 如果生成之物必然毁灭,而毁灭之物在大小上具有毁灭所终结的某种界限——因为更容易毁灭之物总是先行毁灭——那么生成之物中就没有任何东西是无限的。并且这也是因为,依实体而生成之物没有任何东西像某些发生质变之物那样具有整体一并的产生,而是部分接部分地产生。因此,如果无限存在,它必然既是未生成的,也是不可毁灭的。
"Καὶ περιέχειν ἅπαντα καὶ πάντα κυβερνᾶν, ὥς φασιν οἳ μὴ ποιοῦσι παρὰ τὸ ἄπειρον ἄλλας αἰτίας, οἷον νοῦν ἢ φιλίαν." Ὅσοι, φησί, τῶν πάλαι φυσιολόγων μὴ ἀπέβλεψαν εἰς τὸ ποιητικὸν αἴτιον, ὥσπερ Ἀναξαγόρας μὲν εἰς τὸν νοῦν, ὃν ποιητικὸν εἶναι αἴτιον ἔλεγεν, Ἐμπεδοκλῆς δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν, οὗτοι ἣν ὑπέθεντο ὕλην εἶναι τῶν πάντων, ἄπειρόν τε αὐτὴν ὑπέθεντο τῷ μεγέθει καὶ ἀγένητον καὶ ἄφθαρτον, καὶ ταύτην εἶναι τὸ θεῖον, ὅπερ καὶ διακυβερνᾶν πάντα καὶ ἐπιστατεῖν τῇ τῶν ὅλων συστάσει, ἀθάνατόν γε καὶ ἀνώλεθρον, ὅπερ Ἀναξιμένης μὲν τὸν ἀέρα εἶναι ἔλεγε, Θαλῆς δὲ τὸ ὕδωρ, Ἀναξίμανδρος δὲ τὸ μεταξύ, καὶ ἄλλος ἄλλο. καὶ οὐδέν γε θαυμαστόν, φησίν, ἐν τῇ καθ’ ἡμᾶς περιόδῳ τοὺς πρώτους μὴ ἐπιστήσαντας τῇ ἐφεστηκυίᾳ τοῖς ὅλοις δυνάμει ἓν τῶν στοιχείων, ὅπερ ἂν ὑπώπτευσεν ἕκαστος αἴτιον τοῖς ἄλλοις τοῦ εἶναι, τοῦτο εὐθὺς καὶ θεὸν ὑπονοῆσαι.2 ὥσπερ οὖν αὐτοὶ εἰς τὸ ὑλικὸν μόνον ἀποβλέψαντες, τοῦτο πρώτην αἰτίαν τῶν ὄντων πάντων εἶναι ὑπώπτευσαν, οὕτως δηλαδὴ καὶ Ἀναξαγόρας μὲν τὸν νοῦν ἀρχὴν τῶν ὄντων πάντων ὑπετίθετο, Ἐμπεδοκλῆς δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν.
“并且[无限]包罗万物并统摄万物,正如那些在无限之外不设立其他原因(例如知性或友爱)的人所说的那样。” 他说,古代自然哲学家中凡是没有着眼于动力因的人——正如阿那克萨哥拉着眼于知性(他说知性是动力因),恩培多克勒着眼于争斗与友爱那样——他们把自己所设定的万物之质料,设定为在大小上是无限的、未生成的且不可毁灭的,并且这就是神圣之物,它统摄万物并主管整体的构成,是不死且不朽的;对此阿那克西美尼说是空气,泰勒斯说是水,阿那克西曼德说是居间者,人人各执一说。他说,在我们这一世代,最初的人们没有注意到统领万物的力量,而把各自推测为其余事物存在原因的某一种元素直接认作神,这也是毫不奇怪的。因此,正如他们自己仅着眼于质料性的东西,推测这是万有存在的最初原因一样,同样显而易见,阿那克萨哥拉把知性设定为万有存在的本原,恩培多克勒则把争斗与友爱设定为[本原]。
"Χρῶνται γὰρ καὶ οἱ μαθηματικοὶ τῷ ἀπείρῳ." Τουτέστι τῇ ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομῇ· ἔχουσι γὰρ πᾶσαν τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν,3 καὶ ἀπὸ τῆς δοθείσης εὐθείας ἐλάττονα ἀφελεῖν· ἐπεὶ οὖν τοῦ τριγώνου τῶν δύο πλευρῶν ἐλάττων ἡ λοιπή, ἀεὶ ἔστιν ἀφαιροῦντα ἀπὸ τῆς μείζονος τὴν ἐλάττω ἄγειν ἐκ τῆς τομῆς τῇ ἐλάττονι παράλληλον εὐθεῖαν καὶ ποιεῖν τρίγωνον, καὶ τοῦτο ἐπ’ ἄπειρον.
“因为数学家们也使用无限。” 这就是说,[他们使用]大小向着无限的分割;因为他们能够把任何给定的直线二等分,并且能够从给定的直线上截取较短的[直线];因此,既然三角形其余的一边小于两边[之和],便总能够通过从较大[边]截取较小[边],从截点作一条与较小[边]平行的直线并构成三角形,并且这是向着无限进行的。
"Ὥστε εἴπερ μοναχοῦ, καὶ πανταχοῦ εἶναι τὸν ὄγκον." Τίς ἡ ἀποκλήρωσις ἐν ἑνὶ μὲν μέρει τοῦ κενοῦ εἶναι σῶμα, μὴ καὶ πανταχοῦ δὲ εἶναι, εἴπερ τὸ κενὸν τόπος ἐστὶν ἐστερημένος σώματος;
“因此如果在一处,块体也就在到处。” 如果虚空确实是被剥夺了物体的场所,那么物体在虚空的某一部分存在而不在到处存在,这算是什么任意的抽签裁定呢?
"Ἅμα δὲ καὶ εἰ ἔστι κενὸν καὶ τόπος ἄπειρος, καὶ σῶμα ἀναγκαῖον εἶναι." Ἐπειδὴ πρότερον τῷ ἀποκληρωτικὸν μόνον εἶναι τὸν λόγον ἤλεγχε, νῦν καὶ κατασκευάζει αὐτὸ τοῦτο, ὅτι ἀνάγκη εἶναι ἄπειρον κενοῦ ἀπείρου ὑποκειμένου. οὐδὲν γὰρ ἄλλο φασὶν εἶναι τὸ κενὸν ἢ τόπον ἐστερημένον σώματος· πᾶς δὲ τόπος σώματός ἐστι δεκτικός. εἰ δὲ ἀίδιος οὗτος, οὐδὲν μᾶλλον δυνάμει ἐστὶ σώματος δεκτικὸς ἢ ἐνεργείᾳ.
“同时,如果虚空和无限的场所存在,物体也必然存在。” 既然先前他是通过论点仅仅是任意裁定来进行反驳的,现在他也论证了这一点自身:如果设定了无限的虚空,[物体]必然是无限的。因为人们说虚空不是别的,正是被剥夺了物体的场所;而每个场所都能够接纳物体。如果它是永恒的,它在潜能中接纳物体绝不甚于在现实中接纳。
"Ἀλλ’ οὐδὲν ἧττόν ἐστιν ἄπειρον καὶ ἄπειρα τῷ πλήθει." Οὐκ ἀναιρεῖ, φησί, τὸ ἄπειρον τὸ ὑποτίθεσθαι αὐτὸ ἢ οὐσίαν, ἢ συμβεβηκὸς καθ’ αὑτὸ ἢ ἁπλῶς· ὅπως γὰρ ἂν αὐτὸ ὑποθώμεθα, οὐδὲν κωλύει εἶναι τὸ κατὰ τὴν ἔκτασιν ἄπειρον, ὅπερ διαιρούμενον ποιεῖ τὸ κατὰ πλῆθος ἄπειρον.
“然而它依然是无限的,且在数量上是诸无限者。” 他说,把[无限]设定为实体,或者设定为自身偶性或单纯的偶性,并不取消无限;因为无论我们怎样设定它,都绝不妨碍在延展上的无限存在,而这种无限经分割便产生在数量上的无限。
"Μάλιστα δὲ φυσικοῦ ἐστὶ σκέψασθαι, εἰ ἔστι μέγεθος αἰσθητὸν ἄπειρον." Ἔχεις ἐνταῦθα τὸν σκοπὸν τῶν ἐφεξῆς, περὶ ποίου ἀπείρου διαλέγεται, ὅτι αἰσθητοῦ, τουτέστι φυσικοῦ τοῦ κατὰ τὰς φυσικὰς ποιότητας πεποιωμένου. εἴτε γὰρ ἔστι τι ἔξω τοῦ οὐρανοῦ ἕτερόν τι οὐ φυσικὸν σῶμα ἄποιον ἤ τι τοιοῦτον, ἐν τῇ Περὶ οὐρανοῦ ζητήσει καὶ δείξει ὅτι ἀδύνατον ὅλως ἔξω τοῦ οὐρανοῦ σῶμα εἶναι, νῦν δὲ ζητεῖ εἰ δυνατὸν φυσικόν τι σῶμα ἐπ’ ἄπειρον ἐκτετάσθαι. περὶ δὲ τοῦ κατὰ πλῆθος ἀπείρου, ὅτι οὐ δυνατὸν εἶναι, ἔδειξε καὶ ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τοῖς πρὸς Ἀναξαγόραν καὶ Δημόκριτον λόγοις, δείξει δὲ ἀκριβέστερον καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς.
“然而考察是否存在感觉上的无限大小,最属于自然哲学家的职责。” 你在此看到了后文的目标,即他是关于何种无限展开讨论的:是关于感觉上的,也就是关于依照自然性质被赋予性质的自然[物体]。因为即使在天外存在着某种其他非自然的、无性质的物体或诸如此类的东西,他也会在《论天》中探讨并证明在天外完全不可能存在物体,而现在他探究的是,某种自然物体是否可能向着无限延展。至于在数量上的无限不可能存在,他在第一卷反驳阿那克萨哥拉和德谟克利特的论述中已经指明,并且在《论生成与毁灭》中也将更精确地指明。
- 3.80καὶ ὅτι οὐδὲν κατ’ οὐσίαν γινόμενον ἀθρόαν ἔχει τὴν προαγωγήν
此处 ὅτι 从句引出了支持前句结论 οὐδὲν ἄρα γενητὸν ἄπειρον 的附加理由。虽然也可以补出省略的支配动词(如 δῆλον [ἐστί],“显而易见……”),但在语境中作为与前述论证并列的原因从句(“也因为……”)理解最为自然。
- 3.81τοὺς πρώτους μὴ ἐπιστήσαντας τῇ ἐφεστηκυίᾳ τοῖς ὅλοις δυνάμει ἓν τῶν στοιχείων, ὅπερ ἂν ὑπώπτευσεν ἕκαστος αἴτιον τοῖς ἄλλοις τοῦ εἶναι, τοῦτο εὐθὺς καὶ θεὸν ὑπονοῆσαι
这是由句首非人称表达 καὶ οὐδέν γε θαυμαστόν 所支配的“宾格加不定式”结构。不定式 ὑπονοῆσαι 的逻辑主语是宾格 τοὺς πρώτους μὴ ἐπιστήσαντας,其宾语则是代词 τοῦτο,复指先行被 ὅπερ 关系从句所说明的 ἓν τῶν στοιχείων。整体句子骨架为:“最初的人们没有注意到……而把元素之一直接认作神,这毫不奇怪。”
- 3.82ἔχουσι γὰρ πᾶσαν τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν
动词 ἔχουσι 后接不定式 τεμεῖν 与 ἀφελεῖν,此处的 ἔχω + 不定式表示能力或可能(等同于 δύνανται,“能够/可以截断……”)。
