← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§405.2-406.26

设定无限的其余原因与探讨的疑难

斐洛波诺斯详细阐述了前人被迫设定无限的其余原因(永恒的生成、受限者必相对于某物而受限,以及思惟的不绝),说明了基于永恒事物中潜能与现实同一而由无限虚空推导无限物体的论证,并转入关于无限之存在的疑难及自然哲学家探讨范围的界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.78#5

ἐὰν δὲ ἐκ τῶν δύο ἀφέλῃς ἅμα, καὶ ἐπὶ παντὸς τριγώνου ὑγιὴς ἔσται ὁ λόγος.1 τρίτη αἰτία τοῦ νομίσαι αὐτοὺς εἶναι τὸ ἄπειρον τὸ δεῖν εἶναι τὴν ἀειγενεσίαν (εἰ μὴ γὰρ εἴη ἄπειρόν τι ἐξ οὗ ἀφαιρεῖται τὰ γινόμενα, ἐπιλείψει ἡ γένεσις), διὰ τὸ μὴ ἐπιστῆσαι ὅτι οὐδὲν εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν φθείρεται, ἀλλ’ ἡ ἄλλου φθορὰ ἄλλου ἐστὶ γένεσις καὶ εἰς ἄλληλα ἡ τῶν στοιχείων ἀνάλυσις. τετάρτη, φησί, τὸ νομίζειν ὅτι πᾶν τὸ πεπερασμένον ἀεὶ πρός τι περαίνει, τουτέστιν ὅτι πᾶν τὸ πεπερασμένον ὑπό τινος περατοῦται, ὥστε τὸ περαῖνον καὶ αὐτὸ πεπέρανται ἢ ἄπειρόν ἐστιν. εἰ μὲν οὖν ἄπειρον, αὐτόθεν ἔστι τὸ ἄπειρον, εἰ δὲ πεπερασμένον, ὑπό τινος περανθήσεται, καὶ τοῦτο ἐπ’ ἄπειρον· εἰ γὰρ τὸ λαμβανόμενον ὑπό τινος ἄλλου περατοῦται, ἀνάγκη μηδὲν εἶναι πέρας τῶν λαμβανομένων, εἰ ἀεὶ τὸ λαμβανόμενον πεπέρανται. ὥστε ἀνάγκη ἑκατέρωθεν τὸ ἄπειρον εἰσάγεσθαι. πέμπτη, ὃ καὶ κυριώτατόν ἐστιν αἴτιον ὅπερ καὶ μάλιστα τοῖς εἰρημένοις παρέχει τὴν πιθανότητα, τὸ τὴν νόησιν, φησί, μὴ ἐπιλείπειν, τουτέστι μὴ προσίεσθαι πέρας καὶ τέλος, μηδὲ ὑπολιμπάνειν τῷ ἀεὶ τοῦ ληφθέντος ἔξω τι ἄλλο φαντάζεσθαι.2 διὰ γὰρ τοῦτο καὶ τὸν ἀριθμὸν ἄπειρον ὑπολαμβάνομεν καὶ τὴν τῶν σωμάτων τομὴν ἐπ’ ἄπειρον καὶ τὸ ἔξω τοῦ οὐρανοῦ· οὐ γὰρ ἔχει στάσιν ἡ φαντασία, ἀλλ’ ὅταν ὑπερβῇ τὸν οὐρανόν, ζητεῖ κενὸν ἔξωθεν ἄπειρον ἢ σῶμα, καὶ εἰ μὲν σῶμα ἄπειρον ἐπινοήσεις, αὐτόθεν τὸ ἄπειρον εἶναι μέγεθος ὑπέθετο, εἰ δὲ κενὸν ἄπειρον ἐπινοήσεις, εὐθὺς καὶ σῶμα ἄπειρον ἀνάγκη συνάγεσθαι. ἔνθεν γὰρ καὶ ὁ Δημόκριτος ἀπείρους εἶναι κόσμους ὑπετίθετο, ὑποτιθέμενος κενὸν εἶναι ἄπειρον· τίς γὰρ ἡ ἀποκλήρωσις τόδε μὲν τὸ τοῦ κενοῦ μέρος ὑπὸ κόσμου πληρωθῆναι, ἄλλα δὲ μή; ὥστε εἰ ἔν τινι μέρει τοῦ κενοῦ κόσμος ἐστί, καὶ ἐν παντὶ ἄρα τῷ κενῷ. ἀπείρου οὖν ὄντος τοῦ κενοῦ, ἄπειροι ἔσονται καὶ οἱ κόσμοι. οὐ μόνον δὲ τὸ ἄλογον τῆς ἀποκληρώσεως ἐλέγχει τὸ εἶναι τὸ ἄπειρον, ἀλλὰ καὶ ἐκ τοῦ λόγου· τὸ γὰρ κενὸν οὐδὲν ἕτερόν φασιν ἢ τόπον ἐστερημένον σώματος, εἰ δὲ τοῦτο, πᾶς δὲ τόπος δεκτικός ἐστι σώματος, καὶ τὸ κενὸν ἄρα πᾶν πέφυκε δέχεσθαι· εἰ δὲ πέφυκεν, ἀνάγκη πᾶσα ἢ δεδέχθαι ἤδη ἢ δέξασθαι· ἀπείρου οὖν ὄντος τοῦ κενοῦ ἄπειρον ἔσται καὶ τὸ ἐν αὐτῷ σῶμα. ἐπὶ γὰρ τῶν ἀϊδίων, φησίν, οὐδὲν διαφέρει τὸ δυνάμει τοῦ ἐνεργείᾳ·3 ἐπὶ μὲν γὰρ τῶν γινομένων καὶ φθειρομένων δυνατὸν μὴ ἀχθῆναι τὸ δυνάμει εἰς τὴν ἐνέργειαν, φθάσαντος φθαρῆναι τοῦ πράγματος πρὶν τελειωθῇ ἡ ἐν αὐτῷ δύναμις ἀχθεῖσα εἰς τὴν ἐνέργειαν, ἐπὶ δὲ τῶν ἀϊδίων, εἴ τί ἐστιν ὅλως δυνάμει, ἀνάγκη πᾶσα καὶ ἐνεργείᾳ αὐτὸ γενέσθαι· ματαίαν γὰρ ἂν ἕξει τὴν δύναμιν, εἰ μηδέποτε ἀχθείη εἰς ἐνέργειαν. ὥστε εἴ τι τῶν ἀϊδίων δυνάμει ἐστί, πάντως ἔσται ποτὲ καὶ ἐνεργείᾳ, ὡς εἰ μηδέποτε γένοιτο, οὐδ’ ἂν ἐνεδέχετο γενέσθαι. ὥστε οὐδὲ δυνάμει ἦν· τὸ γὰρ δυνάμει τοῦτό ἐστιν, ὃ ἐνδέχεται γενέσθαι ἐνεργείᾳ, διόπερ οὐδὲ κυρίως ἐπὶ τῶν ἀϊδίων τὸ ἐνδεχόμενον· οὐ γὰρ ἔχει τὴν ἐπ’ ἄμφω ῥοπήν, ἀλλὰ ἐξ ἀνάγκης ἔστιν ἀεί. τὸ γὰρ ἐνδέχεσθαι ἐπὶ τούτων τοῦ εἶναι οὐδὲν διαφέρει· οὐδὲ γὰρ ἔχει τὸ ἄλλοτε ἄλλως. ὥστε εἰ ἄπειρόν ἐστι κενόν, καὶ σῶμα ἄπειρον ἐξ ἀνάγκης ἔσται. οὕτω γοῦν καὶ λέγουσιν ὁ μὲν κόσμους, οἱ δὲ ἀέρα ἄπειρον ἢ ὕδωρ ἢ τὸ μεταξύ. Ταῦτα εἰπών, ἐφεξῆς φησιν ὅτι δὴ ἀπορίας πολλὰς ἔχει ὁ περὶ τοῦ ἀπείρου λόγος, εἴτε θείημεν εἶναι [τὸ κενὸν] ἢ καὶ μή· εἴτε γὰρ μὴ ἔστιν [ἄπειρον], ἀναιρήσομεν τὴν ἐπ’ ἄπειρον τοῦ χρόνου πρόοδον καὶ τοῦ ἀριθμοῦ τὴν αὔξησιν καὶ τὴν ἐπ’ ἄπειρον τῶν μεγεθῶν τομήν, εἴτε ἔστι, ζητήσεως ἄξιον πότερον οὐσία ἐστὶν ἢ συμβεβηκός, καὶ εἰ συμβεβηκός, καθ’ αὑτὸ συμβεβηκὸς ἢ οὐ καθ’ αὑτὸ ἀλλὰ ἁπλῶς συμβεβηκός. ἀφορίζεται δὲ καὶ περὶ ποίου ἀπείρου ποιεῖται τὸν λόγον, ὅτι τοῦ κατὰ μέγεθος ἀπείρου· τοῦτο γάρ ἐστι μάλιστα φυσικοῦ ζητῆσαι, εἴτε ἐστὶ σῶμα ἄπειρον κατὰ τὴν ἔκτασιν εἴτε μή.

但是,如果你同时从两边截取,该论理对于任何三角形也将是适用的。他们认为无限存在的第三个原因是必然存在无休止的生成(因为如果没有一个生成之物从中被截取的无限之物,生成就会匮乏而终止),这是由于他们没有注意到任何事物都不会毁灭进入绝不存在之物中,而是一物的毁灭是另一物的生成,且元素的还原是彼此之间的还原。他说,第四个原因是认为一切受限之物总是相对于某物而受限,也就是一切受限之物都被某物限定,从而限定者自身要么被限定,要么是无限的。如果它是无限的,那么无限就直接存在;而如果它是受限的,它将被某物限定,并且如此以至无穷;因为如果被取定之物被另外的某物限定,那么假若被取定之物总是受限的,被取定之物就必然绝无界限。因此必然从两方面引入无限。第五个原因也是最主要的原因,并且最能赋予上述诸原因以说服力,他说,这就是思惟不致匮乏终止,也就是不接纳界限与终点,并且因总是想象在被取定之物外有另一物而不停歇。因为正是由于这一点,我们认为数是无限的,物体的分割是无限的,天外之物也是[无限的];因为表象并没有止境,而是当它超越天宇时,就在外寻求无限的虚空或物体。而如果你构想出无限的物体,就直接设定了存在无限的大小;如果另一方面你构想出无限的虚空,必然立刻随之推知也存在无限的物体。因为德谟克利特也正是由此出发,通过设定存在无限的虚空,从而设定存在无限的宇宙;因为虚空的这一部分被宇宙填满,而其他部分却没有,这算是什么任意的抽签裁定呢?因此,如果在虚空的某一部分中有宇宙,那么在整个虚空之中也同样有宇宙。所以,既然虚空是无限的,诸宇宙也将是无限的。不仅任意裁定的荒谬性证实了无限的存在,而且从理论定义出发也是如此;因为人们说虚空不是别的,正是剥夺了物体的场所,如果这是成立的,且每个场所都能接纳物体,那么整个虚空也就本性上适于接纳它;如果它本性上适于接纳,那么要么已经接纳了要么将要接纳,这乃是完全必然的;所以既然虚空是无限的,其内部的物体也将是无限的。他说,因为在永恒之物上,潜能之物与现实之物毫无区别;因为在生成与毁灭之物上,潜能之物可能不被带入现实,因为在该事物内部的潜能被带入现实并达到完满之前,该事物便先行毁灭了;但在永恒之物上,如果但凡有某物是在潜能之中,那么它也现实地生成乃是完全必然的;因为如果它绝不被带入现实,它就将徒劳地保有这一潜能。因此,如果在永恒之物中有某物是在潜能之中,它必定将在某个时候也处于现实之中,以至于如果它绝不会生成,它也就不可能生成。从而它甚至不是在潜能之中;因为潜能之物正是这个,即能够在现实中生成之物,所以严格说来在永恒之物上并不适用偶或可能;因为它并不具有向双方倾斜的倾向,而是出于必然始终存在。因为在这些事物上,偶或可能与存在毫无区别;因为它绝不具有时而如此时而如彼的性质。因此如果存在无限的虚空,也必然存在无限的物体。总之他们正是这样说的,此人主张诸宇宙,他人则主张无限的空气或水或居间者。说了这些之后,他紧接着说,关于无限的论述确实包含许多疑难,无论我们设定[虚空]存在抑或不存在;因为如果[无限]不存在,我们将取消时间向着无限的前进、数的增多以及大小向着无限的分割;而如果它存在,值得探讨的是它是实体还是偶性,如果它是偶性,是自身偶性还是非自身偶性而只是单纯的偶性。他还限定了他所进行的论述是关于何种无限,即关于依照大小的无限;因为探究是否存在在延展上无限的物体,这最属于自然哲学家的职责。

语法注3 条
  1. 3.78ἐὰν δὲ ἐκ τῶν δύο ἀφέλῃς ἅμα, καὶ ἐπὶ παντὸς τριγώνου ὑγιὴς ἔσται ὁ λόγος.

    该句补充了上一语块中仅限于直角三角形的几何分割证明:如果同时从两边截取,则该论证对任意三角形也同样成立。ἅμα(“同时”)修饰动词 ἀφέλῃς,καί 具有强调主句的作用(“对于任何三角形也将是适用的”)。

  2. 3.78τῷ ἀεὶ τοῦ ληφθέντος ἔξω τι ἄλλο φαντάζεσθαι

    带冠词的不定式与格 τῷ... φαντάζεσθαι 在此表示原因或方式(“由于/通过总是想象在被取定之物外有另一物”),无前置词,它解释了前文否定不定式 μὴ προσίεσθαι 与 μηδὲ ὑπολιμπάνειν(思惟不休止)的根据。

  3. 3.78ἐπὶ γὰρ τῶν ἀϊδίων, φησίν, οὐδὲν διαφέρει τὸ δυνάμει τοῦ ἐνεργείᾳ

    此处引述并解释了亚里士多德关于永恒事物的核心命题(潜能与现实无别)。τοῦ ἐνεργείᾳ 为受动词 διαφέρει 支配的表区分的属格,与主语 τὸ δυνάμει 相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:405.2-406.26