← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§403.10-405.2

无限的无生不灭性与基于时间的设定根据

本段总结了关于生成中质料与形式的关系以及复合物特异潜能的讨论,回到亚里士多德原文,解释无限为何是无生成且不可毁灭的,并阐述了促使人们设定无限的五种原因中的前两种:时间与大小的无限分割。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.78#4

ὅταν δὲ λέγωμεν ὅτι τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται καὶ ὅτι πᾶν ἐκ τῆς στερήσεως αὑτοῦ γίνεται, ἐπειδὴ τὸ γινόμενον ἡ ὕλη ἐστίν, ὃ δὲ γίνεται τὸ εἶδος,1 διὰ τοῦτο οὕτως φαμέν· ἐπεί τοί γε εἰ πρὸς τὸ εἶδος τὸ χωριστὸν ἀποβλέψομεν καὶ τὴν τούτου πρόοδον καὶ ἔλλαμψιν τὴν ἐν τῇ ὕλῃ γινομένην, ἀνάγκη πᾶσα τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου γίνεσθαι. ἀλλ’ ἐπεί, ὡς εἶπον, τὸ γινόμενον ἀλλοιοῦται (ἀλλοίωσις γάρ τις καὶ μεταβολὴ ἡ γένησις), ἀλλοιοῦται δὲ οὐ τὸ εἶδος ἀλλ’ ἡ ὕλη ἐπιτηδεία γινομένη εἰς τὴν τοῦ εἴδους ὑποδοχήν, ἡ δὲ ὕλη ἀεὶ ἐν στερήσει, διὰ τοῦτο ἀληθὲς τὸ πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε τοιόνδε γίνεσθαι. ἀλλὰ πάλιν τῷ λόγῳ τὰ παραδείγματα μάχεται· ὅτι μὲν γὰρ ἐκ τῶν τεσσάρων στοιχείων τὰ σύνθετα πάντα κιρναμένων ἀλλήλοις, κοινὸν ὁμολόγημα, τὰς μέντοι φυσικὰς ἰδιότητας τὰς ἐν τοῖς συνθέτοις ἐνυπαρχούσας ἀδύνατον λόγῳ ταῖς δυνάμεσι τῶν ἁπλῶν ἀποδοῦναι. οἷον κατὰ ποίαν δύναμιν τῶν ἁπλῶν ἢ ὁ μαγνήτης λίθος ἕλκει τὸν σίδηρον, ἢ ὁ τούτῳ ἀντιπαθὴς λεγόμενος ἐκφυσᾷ καὶ ἀπωθεῖ; καὶ πολλάκις ἀμφότερα ἐν μιᾷ καὶ τῇ αὐτῇ βώλῳ καθ’ ἕτερον καὶ ἕτερον μόριον. καὶ τῶν βοτανῶν καὶ λίθων αἱ ἄπειροι δυνάμεις, ἔτι τε καὶ τῶν μορίων τῶν ζῴων, καὶ ἐπὶ πάντων καθόλου τῶν ἀντιπαθείᾳ τινὶ τῇ ἁφῇ μόνον δρώντων. ἀλλὰ πάλιν πρὸς τοῦτο τις τῶν ἐκ φιλοσοφίας ἐρεῖ μή, ὡς τοῖς ἰατροῖς δοκεῖ, τὰς δυνάμεις πάσας τοῖς συνθέτοις ἐκ τῶν ἁπλῶν εἶναι,2 ἀλλ’ ὕλης λόγον ἐπέχειν τὴν τῶν ἁπλῶν κρᾶσιν, ταύτῃ δὲ τῇ ὕλῃ τοίως ἢ τοίως κραθείσῃ ἐπιγίνεται ἐκ τῆς ὅλης δημιουργίας τὰ εἴδη. Ταῦτα μὲν οὖν πέρα τοῦ μέτρου τῶν προκειμένων ἐξέβημεν, διόπερ ἐπανέλθωμεν εἰς τὴν συνέχειαν τῶν προκειμένων. δείξας ὁ Ἀριστοτέλης ὅτι ἀναγκαίως ὑποτιθέμενοι τὸ ἄπειρον καὶ ἀρχὴν αὐτὸ ὑπέθεντο, εἶναί φησι καὶ ἀγένητον καὶ ἄφθαρτον. καὶ τοῦτο εἰκότως· εἴτε γὰρ γένοιτο, πάντως ἀπό τινος ἀρχῆς ἄρχεται γίνεσθαι (οἷον πρότερον εἰ τύχοι τῶν ὁμοιομερῶν ἡ σὰρξ καὶ τῶν ὀργανικῶν ἡ καρδία, καὶ ἐπὶ τῶν φυτῶν αἱ ῥίζαι), τοῦ δὲ ἀπείρου ἀρχὴ οὐκ ἔστι (πέρας γάρ, ὡς ἤδη εἴρηται, ἡ ἀρχή), εἴτε φθείροιτο, πάντως εἴς τι τελευταῖον φθαρήσεται· τὰ γὰρ φθειρόμενα πάντα οὕτως φθείρεται, πρότερον μὲν τῶν εὐπαθεστέρων φθειρομένων εἶτα τῶν ἧττον εὐπαθεστέρων καὶ τελευταῖον τῶν δυσπαθεστέρων, καὶ οὕτως μέχρις οὗ εἴς τι ἔσχατον καταντήσῃ τὸ φθειρόμενον. ὥστε καὶ ἀγένητον ἀνάγκη εἶναι τὸ ἄπειρον καὶ ἄφθαρτον. ταῦτα εἰπών, ἐφεξῆς τὰς αἰτίας λέγει δι’ ἃς ἠναγκάσθησαν ἐν τοῖς οὖσιν ὑποθέσθαι τὸ ἄπειρον, εἰσὶ δὲ αὗται πέντε. πρώτη μὲν ὁ χρόνος ἐπ’ ἄπειρον αὐξόμενος. δευτέρα ἐκ τῆς ἐπ’ ἄπειρον τομῆς τῶν μεγεθῶν· δέδεικται γὰρ τοῖς γεωμέτραις πᾶσαν δὴ τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, εἰ δὲ τοῦτο, δυνατὸν ἐπ’ ἄπειρον τῇ διχοτομίᾳ χρήσασθαι. δείκνυται δὲ ὅτι ἐπ’ ἄπειρον ἡ τομὴ τῶν μεγεθῶν καὶ ἐκ τοῦ τὸ τρίγωνον τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζονας ἔχειν· εἰ γὰρ ἀφέλοις ἐκ τῶν δύο πλευρῶν ἴσην τῇ μιᾷ καὶ ἀγάγοις ἐκ τοῦ σημείου, καθ’ ὃ ἔτεμες τὴν ἴσην τῇ ἐλάττονι, παράλληλον εὐθεῖαν τῇ ἐλάττονι, ἧς τὴν ἴσην ἐκ τῶν δύο ἀφεῖλες, ποιεῖς ἔλαττον τρίγωνον. πάλιν ἐπειδὴ τούτου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονες, τὸ αὐτὸ ποιήσας ποιήσεις πάλιν ἔλαττον τρίγωνον, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὥστε ἡ τομὴ τῶν μεγεθῶν ἐπ’ ἄπειρον. δεῖ δὲ ὀρθογώνιον τὸ τρίγωνον ποιῆσαι δηλονότι, μήποτε ἐπὶ τῶν ἄλλων ἡ ἀφαίρεσις ποιήσῃ ἰσόπλευρον τρίγωνον,3 καὶ οὐκέτι ἔστιν ἀφελεῖν ἀπὸ τῆς ἑτέρας τὴν ἑτέραν· οὐκέτι γὰρ πίπτει ἐντὸς τοῦ τριγώνου ἡ τομή, μὴ πιπτούσης δὲ οὐκ ἔστιν ἀεὶ γράφειν ἐντὸς τρίγωνον. εἰ δὲ λάβωμεν ὀρθογώνιον τρίγωνον καὶ τὴν ἀφαίρεσιν ἐκ τῆς ὑποτεινούσης τὴν ὀρθὴν γωνίαν ποιησώμεθα, ἀεί τε ἡ διαίρεσις ἐντὸς τοῦ τριγώνου πεσεῖται (μείζων γάρ ἐστιν ἀεὶ ἡ ὑποτείνουσα τὴν ὀρθὴν γωνίαν ἑκατέρας τῶν λοιπῶν), καὶ οὕτως ἀεὶ τοῦ γινομένου ὀρθογωνίου ὄντος ἀεὶ ἔστι λαμβάνειν ἐκ τῆς ὑποτεινούσης ἴσην τῇ ἐλάττονι, καὶ οὕτως ἐπ’ ἄπειρον ἐντὸς καταγράφειν τρίγωνα.

然而,当我们说生成之物出于非如此之物而生成,且一切事物出于其自身的缺失而生成时,正是因为生成的主体是质料,而生成的结果是形式,我们才这样说;因为确实,如果我们着眼于分离的形式以及它向质料中发生的流出与照耀,那么同类出于同类而生成完全是必然的。但是,正如我说过的,既然生成的主体发生蚀变(因为生成乃是某种蚀变和变化),而发生蚀变的并不是形式,而是变得适于接受形式的质料,且质料总是处于缺失之中,因此“一切生成之物都出于非如此之物而成为如此之物”乃是真实的。然而实例再次与这一论述相抵触;因为一切复合之物都出于四种元素彼此混合而成,这是一致公认的,然而要通过理论定义将内在属于复合之物的自然特异性归因于单纯之物的潜能,却是不可能的。例如,磁石吸引铁,或者被称为与之相克的石头将其吹散并排斥,是依照单纯之物的何种潜能?而且往往这两种潜能存在于同一块矿石的不同部位之中。草木与石块的无数潜能、更有动物各部分的潜能,以及普遍来说仅凭触碰就通过某种相克而起作用的一切事物,亦复如是。然而对此,哲学阵营中的某人又会说,并非如医家所认为的那样,复合之物的所有潜能都出自单纯之物,而是单纯之物的混合充当了质料的地位,对于这样或那样混合而成的这一质料,诸形式是从整个造化中附随生出的。 对此我们已经超出了眼前论题的限度;因此让我们回到眼前论题的连续性上来。亚里士多德在表明了人们在设定无限时必然也将它设定为本原之后,又说它既是无生成的也是不可毁灭的。这也是合乎情理的;因为如果它要生成,它完全会从某个本原开始生成(正如在同质部分中或许肌肉最先生成,在器质部分中心脏最先生成,在植物中则是根部),而无限并没有本原(因为正如已经说过的,本原乃是界限);并且如果它要毁灭,它完全会毁灭进入某种最终的东西之中。因为一切被毁灭之物都是这样被毁灭的:首先更容易受影响的部分被毁灭,然后是较不易受影响的,最后是极难受影响的,如此直到被毁灭之物达到某种极限。因此,无限既是无生成的也是不可毁灭的,这乃是必然的。说了这些之后,他紧接着陈述人们被迫在存在者之中设定无限的原因,这些原因共有五个。第一个是无限增长的时间。第二个出于大小的无限分割;因为几何学家们已经证明,任何给定的直线都能被二等分,如果这是成立的,便可能无限地使用二分法。而且大小的分割是无限的,这也由三角形的两边大于其余一边所表明;因为如果你从两边中截去等于其中一边的一段,并从你截去等于较小边的那一点引一条平行于该较小边的直线(你正是从两边中截去了等于该较小边的一段),你就做出了一个更小的三角形。再次,既然这个三角形的两边大于其余一边,通过做同样的事情你将再次做出一个更小的三角形,并且这是无限的。因此大小的分割是无限的。然而显然应当把该三角形做成直角三角形,免得在其他情形下截取可能会做出一个等边三角形,从而不再可能从另一边截去这一边;因为分割点不再落在三角形内部,而当它不落在内部时,就不能总是在内部绘制三角形。但如果我们取一个直角三角形,并从对向直角的边进行截取,分割便总是落在三角形内部(因为对向直角的边总是大于其余的每一边),这样,既然生成的三角形始终是直角三角形,就总能从对向直角的边截取等于较小边的一段,从而无限地在内部刻画三角形。

语法注3 条
  1. 3.78ἐπειδὴ τὸ γινόμενον ἡ ὕλη ἐστίν, ὃ δὲ γίνεται τὸ εἶδος

    在形成对比的两个从句中,前者的 τὸ γινόμενον 指生成的基础主体(遭受生成者,即质料),而后者中的关系代词 ὃ 充当表语功能,指示生成的结果或终极目标(生成为什么,即形式)。

  2. 3.78ἀλλὰ πάλιν πρὸς τοῦτο τις τῶν ἐκ φιλοσοφίας ἐρεῖ μή, ὡς τοῖς ἰατροῖς δοκεῖ, τὰς δυνάμεις πάσας τοῖς συνθέτοις ἐκ τῶν ἁπλῶν εἶναι

    在由言语动词 ἐρεῖ 引导的宾格加不定式结构(间接引语)中,依据后古典希腊语习惯使用了否定词 μή 来否定不定式 εἶναι(“将说并非所有潜能都出于……”),并与后文的 ἀλλʼ ... ἐπέχειν 形成并列。

  3. 3.78μήποτε ἐπὶ τῶν ἄλλων ἡ ἀφαίρεσις ποιήσῃ ἰσόπλευρον τρίγωνον

    连词 μήποτε 支配接续法动词 ποιήσῃ,构成附属于前文必要性表达(δεῖ ποιῆσαι)的表示担忧或预防的副词从句(“免得在其他情形下截取可能会做出一个等边三角形”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:403.10-405.2