- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:401.28-403.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对若复合之物的属性必须源自单纯本原就会导致可分性与有死性亦属于本原的质疑,注疏者区分了本质构成要素与形式向质料发出过程中附随产生的性质,从而断定无限既然属于本质,就必然源自形式。
Πρὸς τοῦτο δὲ πάλιν ἐρεῖ τις ὅτι εἰ πάντα τὰ ἐν τῷ συνθέτῳ ἀνάγκη καὶ ἐν τοῖς ἁπλοῖς εἶναι, ἔστι δὲ τὸ σῶμα ἐπ’ ἄπειρον διαιρετόν, ἕξει καὶ ἤτοι ἡ ὕλη ἢ τὸ εἶδος τὸ εἰς ἄπειρον διαιρετόν· ἀλλ’ οὔτε τὸ εἶδος διαιρετόν ἐστι (λέγομεν γοῦν ἀμερὲς εἶναι τὸ εἶδος τῷ οἰκείῳ λόγῳ, μερίζεσθαι δὲ καὶ διίστασθαι ἐν τῇ ὕλῃ γενόμενον), ἀλλὰ καὶ αὐτὴν πάλιν τὴν ὕλην φαμὲν ἀμεγέθη εἶναι καὶ ἀδιάστατον· οὐκ ἄρα ἐν τοῖς ἁπλοῖς τὸ διαιρετόν, εἰ μὴ ἄρα δυνάμει. ἀλλὰ τοῦτο οὐδὲν πρὸς τὸν λόγον· περὶ γὰρ τοῦ κατ’ ἐνέργειαν ἀπείρου νῦν ἡμῖν ὁ λόγος. πάλιν ἐστὶ τὸ λευκόν, ἐν σώματί φημι, διακριτικὸν ὄψεως, καὶ ὅμως αὐτὸ καθ’ αὑτὸ τὸ εἶδος τοῦ λευκοῦ οὔτε τὸ στοιχειῶδες, μήπω δὲ συμπλακὲν τῇ ὕλῃ, οὔτε τὸ ἐν τῷ δημιουργῷ τοιοῦτόν ἐστι. πάλιν ἐστὶν ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν, ἀλλ’ ὅμως οὔτε ἡ ἰδέα αὕτη τοῦ ἀνθρώπου θνητή ἐστιν, οὔτε δὲ ἡ ὕλη. ὅλως δὲ τὰ ἐν τῷ δημιουργῷ εἴδη οὐ τοιαῦτά φαμεν, οἷον τὸ τοῦ σώματος εἶδος οὐ τριχῇ διαστατόν, οὐδὲ τὸ τοῦ ποσοῦ εἶδος συνεχὲς ἢ διωρισμένον, ἢ ζῷον λογικὸν θνητὸν τὸ τοῦ ἀνθρώπου, ἀλλὰ λόγους τούτων καὶ αἰτίας. Πρὸς ταῦτά φασιν ὅτι πάντων μέν ἐστί τις ὁμοιότης κατ’ οὐσίαν ἔν τε τοῖς εἴδεσι τοῖς ἐν τῷ δημιουργῷ καὶ ἐν τοῖς ἐξ αὐτῶν προϊοῦσι μέχρι τῆς ὕλης (οὐδὲ γὰρ ἁπλῶς ὁμωνύμως ἄνθρωπος τοῦτο κἀκεῖνο, ἀλλ’ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν), ἐν οἷς ἔστι καὶ οὐσιώδης τις κοινωνία πρὸς τὰ ἀφ’ ὧν ἐστι καὶ διαφορά, ὥσπερ ἀπὸ τῆς ὑγιείας τὸ ὑγιεινὸν σιτίον. εἰ γὰρ πρὸς ἐκεῖνο ἀφορῶν ὁ δημιουργὸς ποιεῖ τὰ ἐνταῦθα, δεῖ δέ που πολλὴν τὴν κατ’ οὐσίαν κοινωνίαν εἶναι (οὐ γὰρ δὴ ὡς ζωγράφος ἀφορῶν εἰς τὸν ἄνθρωπον, ἄνθρωπον μὲν τῷ ὄντι οὐ ποιεῖ, ἀπομιμεῖται δὲ τὰ κατὰ συμβεβηκὸς τῷ σώματι ὑπάρχοντα, οἷον χρώματα καὶ σχήματα, οὕτω καὶ ὁ δημιουργὸς μιμήματα μόνον ἁπλῶς καὶ μηδεμίαν κοινωνίαν ἔχοντα πρὸς τὰ ἐκεῖ εἴδη ποιεῖ τὰ ἐνταῦθα, ἀλλ’ οὐσιωδῶς ἐκεῖνα ἐν τούτοις ἀπομάττονται, ὥσπερ καὶ ἡ σφενδόνη ἐν τῷ κηρῷ τὸν ἐν αὐτῇ χαρακτῆρα),1 οὔσης οὖν ἐν αὐτοῖς τῆς κατ’ οὐσίαν ὁμοιότητος, εἴ τι μὲν τοῖς συνθέτοις ὑπάρχει συμπληρωτικὸν τῆς οὐσίας καὶ οἱονεὶ στοιχεῖον καὶ πλήρωμα τοῦ ὅλου συγκρίματος, πάντως ἐκ τῶν ἁπλῶν ὑπάρχει, τῶν δὲ εἰδῶν προϊόντων ἐκεῖθεν μέχρι τῆς ὕλης, ἐπειδὴ ἀνάγκη πάντως ὕφεσίν τινα τοῦ παράγοντος καὶ τοῦ παραγομένου εἶναι, ἐπισυμβαίνει τινὰ τοῖς προϊοῦσιν ἅπερ μὴ ὑπάρχει τῷ παράγοντι. οἷόν τι λέγω· τὸ φῶς τὸ ἐν τῷ ἀέρι πρόεισιν ἐκ τοῦ ἡλίου, καὶ δῆλον ὅτι ἐστί τις πολλὴ 〈ἡ〉 ὁμοιότης καὶ ἡ κατ’ οὐσίαν κοινωνία τούτου πρὸς τὸ ἐν τῷ ἡλίῳ (οὐ γὰρ δὴ ὁμώνυμά ἐστι μόνα τὰ φῶτα ταῦτα), ἀλλὰ ἐν τῇ προόδῳ ἐπισυμβαίνει τινὰ πάθη τῷ προϊόντι φωτί, ἅπερ οὐκ ἔστιν ἐν τῷ ἡλίῳ, οἷον, τὸ συσχηματίζεσθαι τοῖς τόποις οὓς φωτίζει, τὸ ἔχειν ἀντιτεταγμένον τὸν σκότον, καὶ ἄλλα μυρία. ὥσπερ οὖν ἐνταῦθα τῷ ἀπὸ τοῦ ἡλίου φωτὶ προϊόντι ἐπισυμβαίνει μὲν ἐξ ἀνάγκης τινά, οὐ μέντοι διὰ τοῦτο τὰ συμπληρωτικὰ τῆς οὐσίας αὐτοῦ οὐκ ἐκεῖθεν ἐκ τοῦ ἡλίου ἔχει, οὕτω φημὶ καὶ ἐπὶ τῶν εἰδῶν τῶν ἐν τῇ ὕλῃ· εἴ τι μὲν συμπληρωτικὸν ἔχει τῆς οὐσίας τὰ σύνθετα, ἐκ τῶν ἁπλῶν ἔχει, ἐπισυμβαίνειν δὲ τῇ προόδῳ αὐτῶν τῇ ἐν τῇ ὕλῃ τινὰ ἃ μὴ ἐν τοῖς πρωτοτύποις ὑπάρχει, οἷον τὸ διαιρετὸν τὸ φθαρτὸν καὶ ὅσα τοιαῦτα, οὐδὲν ἀδύνατον.2 εἰ τοίνυν τὸ ἄπειρον, ᾗ ἄπειρόν ἐστι, γίνεται ἐξ ἀρχῶν τινων, οἷον τῆς ὑλικῆς τε καὶ εἰδικῆς, ἀνάγκη πᾶσα τὰ κατ’ οὐσίαν αὐτῷ ὑπάρχοντα ἔν τινι τῶν ἁπλῶν εἶναι, ἢ ἐν τῇ ὕλῃ ἢ ἐν τῷ εἴδει. ὥστε κἂν ἐκ τῆς ὕλης μὴ ἔχῃ τὸ ἄπειρον αὐτὸ τοῦτο τὸ ἄπειρον εἶναι, ἀνάγκη πᾶσα ἐκ τοῦ εἴδους αὐτὸ ἔχειν· οὐ γάρ ἐστιν αὐτοῦ ἁπλῶς πάθος τι, ἀλλ’ ἐν τούτῳ τὸ εἶναι ἔχει.
对此又有人会说,如果在复合之物中的所有事物依必然性也存在于单纯之物中,而物体是无限可分的,那么质料或形式也将具有无限可分的性质;但形式并不是可分的(无论如何,我们都说形式依其本己的定义是不可分的,只是通过在质料中生成才被分割并获得延展),而且另一方面我们又说质料本身是无大小且无延展的;因此,可分性并不存在于单纯之物中,除非或许是在潜能上。但这对于论证毫无助益;因为我们现在的论述是关于现实的无限。再次,白色,我是指物体中的白色,是能够离析视觉的,然而白色本身自存的形式——无论那尚未与质料交织在一起的原基形式,还是在造物主之中的形式——都不是这样的。再次,人是理性的有死动物,然而人的这个相既不是有死的,质料也不是有死的。总的来说,我们说在造物主之中的形式并不是那样的,例如物体的形式并不是三维延展的,量的形式既不是连续的也不是离散的,人的形式也不是理性的有死动物,而是这些事物的定义与原因。 对此他们说,在造物主之中的形式与从它们发出直至质料的形式之间,在一切事物上确实存在某种本质上的相似性(因为这一个和那一个并非完全同名异义地被称为人,而是作为出于一者且朝向一者而被称谓的),在这些事物中,既存在着与它们所从出的事物之间的某种本质的共通性,也存在着差异,正如健康的食物出于健康一样。因为,如果造物主是瞻望那个模型来制作这里的事物,并且必然应当存在着大量的本质共通性(因为造物主绝非像画家瞻望人那样,并不制造真正的人,而只是模仿偶然属于身体的事物,如颜色和形状,从而制作这里的事物作为纯粹的摹本且与那里的形式毫无共通性;相反,那些形式在本质上被铭印在这些事物中,正如印戒的戒面将刻在其上的印记印入蜡中一样),那么,既然在它们之中存在着本质上的相似性,如果复合之物具有某种补足本质的东西,且作为整个复合体的可以说要素和完满实现,它便完全是从单纯之物中具有的;然而当形式从那里出发直至质料时,既然在产生者与被产生者之间必然全然存在某种降格,在那些发出的事物上便附随生出某些并不属于产生者的性质。我的意思是这样的:空气中的光出于太阳,显然这一光与太阳之中的光之间存在着很大的相似性与本质共通性(因为这些光绝非仅仅是同名异义的),但在发出过程中,某些并不在太阳之中的情状附随于发出的光上,例如,依其所照亮的场所而具有相应形状,具有黑暗作为对立面,以及无数其他性质。正如在此情形下,某些性质依必然性附随于从太阳发出的光上,但并不因此使得它从那里、从太阳那里不拥有补足其本质的成分,同样,我说在质料中的形式的情形中也是如此:如果复合之物拥有任何补足其本质的成分,它就是从单纯之物中拥有的;但在它们向质料发出的过程中附随生出某些并不存在于原形中的性质,例如可分性、可灭性以及所有诸如此类的性质,绝非不可能。因此,如果无限就其作为无限而言生成于某些本原,例如质料本原与形式本原,那么依其本质属于它的性质完全必然存在于单纯之物之一中,要么在质料中要么在形式中。因此,即使无限并非从质料拥有“作为无限”这一存在本身,它完全必然是从形式拥有它;因为〔作为无限〕绝非仅仅是它的一种偶性情状,而是在此之中拥有它的存在。
- 3.78ὥσπερ καὶ ἡ σφενδόνη ἐν τῷ κηρῷ τὸν ἐν αὐτῇ χαρακτῆρα
比较分句中省略了谓语动词。与前一分句中的被动动词 ἀλλ’ οὐσιωδῶς ἐκεῖνα ἐν τούτοις ἀπομάττονται 相对照,此处需补出主动或中间态动词(如 ἀπομάττει 或 ἀπομάττεται,意为“压印/刻印”),其中 ἡ σφενδόνη(“戒指的戒面/戒圈托”)为主语,τὸν ἐν αὐτῇ χαρακτῆρα 为直接宾语。
- 3.78ἐπισυμβαίνειν δὲ τῇ προόδῳ αὐτῶν τῇ ἐν τῇ ὕλῃ τινὰ ἃ μὴ ἐν τοῖς πρωτοτύποις ὑπάρχει, οἷον τὸ διαιρετὸν τὸ φθαρτὸν καὶ ὅσα τοιαῦτα, οὐδὲν ἀδύνατον
句法结构梳理。非人称谓语 οὐδὲν ἀδύνατον [ἐστι](“绝非不可能”)统辖由不定式 ἐπισυμβαίνειν 构成的动词不定式短语作为实际主语,不定式的逻辑主语是宾格代词 τινά(由关系分句 ἃ μὴ ... ὑπάρχει 以及同位语列举 οἷον τὸ διαιρετὸν ... 进一步修饰)。该分句通过 δέ 与前面的条件分句 εἴ τι μὲν ... ἔχει 形成对比并列。
