- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:400.8-401.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯论证了无限不可能拥有四因(质料因、形式因、动力因、目的因)中的任何一种,从而得出无限自身必是本原的结论;随后他针对质料非有限即无限的二分法以及质料有限则复合物必有限的推论提出疑难,并通过复合事物的属性必源于其单纯本原(特别是物体的形式)这一观点予以解答。
τούτου γὰρ δεδειγμένου ἔχομεν ὅτι οὐδὲ τὴν χρονικὴν ἔχει· τεσσάρων γὰρ οὐσῶν ἀρχῶν, ἐὰν δείξω ὅτι ἀδύνατον τὴν ὑλικὴν καὶ τὴν εἰδικὴν ἀρχὴν ἔχειν τὸ ἄπειρον, ἔχομεν συναποδεδειγμένον1 ὅτι οὐδὲ τὴν τελικὴν οὐδὲ τὴν ποιητικήν. ὅτι μὲν οὖν οὐκ ἔχει τὴν ὑλικὴν ἀρχὴν τὸ ἄπειρον, δείξωμεν οὕτως. εἰ ἕξει ὕλην τὸ ἄπειρον, ἢ πεπερασμένη ἐξ ἀνάγκης ἔσται ἢ ἄπειρος· εἰ μὲν οὖν πεπερασμένη, καὶ τὰ ἐξ αὐτῆς συγκείμενα πεπερασμένα ἔσται (οὐδὲν γὰρ πεπερασμένην ἔχον ὕλην ἄπειρόν ἐστιν), εἰ δὲ ἄπειρος ἡ ὕλη, ἔχομεν ὅτι ἀρχὴ τὸ ἄπειρον καὶ ἐξ αὐτοῦ τὰ ἄλλα, οὐκ αὐτὸ ἐκ τῶν ἄλλων. κἂν ἔχοι δέ τι τὸ ἄπειρον,2 οὐ δι’ αὑτὸ ἕξει, ἀλλὰ τῷ τὴν ἀρχὴν αὐτοῦ ἐξ ἧς συνέστηκεν ἄπειρον εἶναι.3 οὐκ ἄρα δυνατὸν ὑλικὴν ἔχειν ἀρχὴν τὸ ἄπειρον· εἴτε γὰρ ἄπειρος εἴη, τὸ ζητούμενον ἔχομεν ὅτι ἀρχὴ τὸ ἄπειρον, εἴτε πεπερασμένη, καὶ τὸ ἐξ αὐτῆς πεπερασμένον ἔσται. ἀλλ’ οὐδὲ εἰδικὴν ἀρχὴν ἔχειν δύναται· πρῶτον γὰρ ἀεὶ τὸ εἶδος περατωτικὸν καὶ ὁριστικὸν τῶν πραγμάτων ἀόριστον δὲ τὸ ἄπειρον, ἔπειτα τὸ εἶδος ἢ ἄπειρον ἔσται ἢ πεπερασμένον, καὶ πάλιν τὰ αὐτὰ ἕψεται. οὐκ ἄρα οὐδὲ εἰδικὴν ἀρχὴν ἔχειν δύναται τὸ ἄπειρον. εἰ δὲ ταύτας οὐχ ἕξει, οὐδὲ τὴν ποιητικὴν καὶ τελικήν· τὸ γὰρ ποιητικὸν εἴ τι ποιεῖ, εἰς ὕλην καὶ εἶδός τι ποιεῖ· εἰ τοίνυν οὐκ ἔχει εἶδος οὐδὲ ὕλην, οὐδὲ ποιητικὸν ἕξει αἴτιον (νῦν δὲ δῆλον ὅτι ἐπὶ φυσικῶν τὸν λόγον σκοποῦμεν, ἃ πάντως ἐξ ὕλης ἐστί), δι’ αὐτὸ δὲ τοῦτο οὐδὲ τελικὸν ἕξει, διότι τὸ εἶδος πρὸς τὸ τέλος ἐστὶ καὶ ταὐτὸν τῷ εἴδει τὸ τέλος κατὰ τὸ ὑποκείμενον, ὡς εἴρηται ἔμπροσθεν. ὥστε εἰ ἀδύνατον ἔχειν τὸ ἄπειρον τὴν πραγματειώδη ἀρχήν, οὐδὲ τὴν χρονικὴν ἕξει· ὅλως ἄρα ἀρχὴν οὐχ ἕξει. λείπεται οὖν αὐτὸ ἀρχὴν εἶναι. Τὰ μὲν οὖν δεικνύντα ὅτι ἀρχὴ τὸ ἄπειρον καὶ ὅτι οὐ δυνατὸν ἀρχὴν αὐτὸ ἔχειν, ταῦτα. ἔχει δὲ ἀπορίαν ὁ λόγος· πρῶτον μὲν πῶς ἔφη τὴν ὕλην τοῦ ἀπείρου ἐξ ἀνάγκης ἢ πεπερασμένην εἶναι ἢ ἄπειρον; εἰ γὰρ δεῖ τὴν ὕλην παντελῶς ἀνείδεον εἶναι ἀμεγέθη τε καὶ ἄποσον, οὔτε πεπερασμένη δηλονότι ἔσται οὔτε ἄπειρος, ἀλλ’ ἐκφεύξεται τὴν διαίρεσιν, ὥσπερ οὐδὲ τὸ σημεῖον ἀνάγκη ἢ πεπερασμένον εἶναι ἢ ἄπειρον· οὐ γὰρ κατὰ ἀντίφασιν ἡ διαίρεσις.4 πῶς δὲ εἰ ὅλως καὶ πεπερασμένη ἡ ὕλη, καὶ τὸ ἐξ αὐτῆς πεπερασμένον ἔσται; οὐδὲ γὰρ ἐπειδὴ καὶ ἡ ὕλη ἀσώματος καὶ ἀμεγέθης καὶ τὰ εἴδη καθ’ αὑτὰ ἀσώματα καὶ ἀμεγέθη, ἤδη καὶ τὸ ἐξ αὐτῶν συγκείμενον ἀσώματον ἔσται καὶ ἀμέγεθες. καὶ ὥσπερ εἰ γένοιτο τοῦτο τὸ αἰσθητὸν σῶμα, ἐξ οὐ σώματος γενήσεται, ἐπειδὴ καὶ πᾶν τὸ γινόμενον ἐκ τῆς στερήσεως ἑαυτοῦ γίνεται (ἐξ οὐ τοιοῦδε γάρ), οὕτω δὲ δηλονότι καὶ εἰ τὸ ἄπειρον γενητόν ἐστι, εἴτε κατὰ χρόνον εἴτε κατ’ αἰτίαν, ἐξ οὐ τοιοῦδε γενήσεται· ὥστε ἐξ οὐκ ἀπείρου γενήσεται. γίνεται δὲ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, ἐπειδὴ καὶ πάντα τὰ ἄλλα· οὐκ ἄρα ἀνάγκη ταῦτα ἄπειρα εἶναι. ἀλλ’ οὐδὲ πεπερασμένα διὰ τὴν εἰρημένην αἰτίαν. Ἐπιλύουσι δὲ τὴν ἀπορίαν τούτῳ τῷ τρόπῳ. οὐδέν, φασίν, ἐστὶν ἐν τοῖς συνθέτοις ὃ μὴ ὑπάρχει τοῖς ἁπλοῖς· εἰ γὰρ καὶ ἡ ὕλη μέγεθος οὐκ ἔστιν, ἀλλ’ οὖν τὸ εἶδος τοῦ σώματος, ὃ ἀχρόνως ἐπιγίνεται τῇ ὕλῃ, τοιοῦτόν ἐστιν ἐξ οὗ τῷ συνθέτῳ ὑπάρχει τὸ μεγέθει εἶναι, καὶ οὐ τοῦτό φημι ὅτι μέγεθός ἐστιν αἰσθητὸν τὸ εἶδος τοῦ σώματος, ἀλλ’ ὅτι τῷ οἰκείῳ λόγῳ χωριστὸν ὕλης ἐστὶ μέγεθος, ὅσπερ λόγος ἐγγενόμενος τῇ ὕλῃ τὸ αἰσθητὸν ποιεῖ μέγεθος. οὕτως καὶ εἰ ἔστι τι ἄπειρον ἐξ ὕλης καὶ εἴδους, δεῖ τὸ ἄπειρον τοῦτο ἐν ταῖς ἀρχαῖς εἶναι· μὴ γὰρ ἐχουσῶν τῶν ἀρχῶν τοῦτο, οὐδ’ ἂν τὸ ἐξ αὐτῶν ἔχοι· ὥστε εἰ καὶ μὴ ἐν τῇ ὕλῃ δυνατὸν ὑποθέσθαι τὸ ἄπειρον καὶ τὸ πεπερασμένον, ἀλλ’ οὖν ἐν τῷ εἴδει γε ἀνάγκη.
因为一旦这一点被表明,我们便得出了它也不拥有时间的本原;因为既然本原共有四种,如果我表明无限不可能拥有质料本原和形式本原,我们便一同证明了它既不拥有目的本原也不拥有动力本原。那么,无限不拥有质料本原,让我们如下予以表明。如果无限将拥有质料,它依必然性要么是有限的要么是无限的;那么,如果它是有限的,由它构成的事物也将是有限的(因为没有任何拥有有限质料的事物是无限的);而如果质料是无限的,我们便得出了无限是本原,且其他事物出于它,而非它本身出于其他事物。并且即使某物拥有无限,它拥有它也不是由于自身,而是由于它从中构成的那一本原是无限的。因此,无限不可能拥有质料本原;因为无论质料是无限的,我们都得到了所探求的结论即无限是本原,抑或质料是有限的,由它生成之物也将是有限的。但它也不能拥有形式本原;因为首先,形式总是对事物起界限和规定作用的,而无限则是不定的;其次,形式要么是无限的要么是有限的,同样的结果将再次伴随而来。因此,无限也不可能拥有形式本原。而如果它不拥有这些,它也将不拥有动力本原和目的本原;因为动力者若有所作为,必然朝向质料和某种形式而有所作为;既然它不拥有形式也不拥有质料,它也将不拥有动力原因(而显然我们现在是在必然由质料构成的自然物的情形中考察这一论述);并且正是由于这一点,它也将不拥有目的本原,因为形式是相对于目的而言的,而且正如前面所说,在基底上目的与形式是同一的。因此,如果无限不可能拥有实在的本原,它也将不拥有时间的本原;因此,它全然不拥有本原。剩下的就是它本身作为本原。那么,表明无限是本原且不可能拥有本原的论述就是这些。然而这一论证包含着疑难:首先,他怎能说无限的质料依必然性要么是有限的要么是无限的?因为如果质料必须完全无形式、无大小且无数量,它显然将既非有限亦非无限,而是超脱于这一划分之外,正如点也没有必然性要么是有限的要么是无限的一样;因为这一划分并不是依据矛盾对立的。此外,即便质料果真是有限的,由它生成之物又怎会也是有限的呢?因为并不由于质料是非物体的且无大小的、而形式就其自身而言也是非物体的且无大小的,由它们合成之物便立刻也是非物体且无大小的。并且正如这个可感觉的物体若生成,它将是从非物体生成(因为凡生成之物都是从其自身的缺乏生成,亦即从并非如此的事物生成),同样显然,即便无限是可生成的——无论依时间还是依原因——它都将从并非如此的事物生成;从而它将从非无限生成。但它是从质料和形式生成,因为所有其他事物也是如此;因此这两者并不必然是无限的。但由于上述原因,它们也不是有限的。而他们以如下方式解开这一疑难:他们说,在复合之物中,没有任何不属于单纯之物的东西;因为即使质料不是大小,然而不经时间而加于质料之上的物体的形式,却正是使作为大小的存在属于复合之物的那种东西;我并不是说物体的形式是可感觉的大小,而是说依其本己的定义,它是脱离质料的大小,正是这一理性定义在质料中生成而造成了可感觉的大小。这样,如果存在任何由质料和形式构成的无限,这无限就必须存在于本原之中;因为如果本原不拥有这一点,由它们生成之物也不会拥有;因此即使不可能在质料中假定无限与有限,但在形式中至少是必然的。
- 3.78ἔχομεν συναποδεδειγμένον
动词 ἔχω 与完成时被动分词(συναποδεδειγμένον)构成的迂回表达,表示逻辑结论的达成:“我们便一同证明了……”。
- 3.78κἂν ἔχοι δέ τι τὸ ἄπειρον
由 κἂν(即 καὶ ἄν / ἐάν)后接愿望式 ἔχοι 构成的让步条件从句:“即使某物拥有无限”。不定代词 τι 作主语,τὸ ἄπειρον 作宾语。
- 3.78τῷ μεγέθει εἶναι
带与格的定冠词不定式结构,用于表达本质或定义(即亚里士多德式的 τὸ τινὶ εἶναι 结构)。在此指“作为大小的存在”或“具有大小的本质”,作动词 ὑπάρχει 的主语。
- 3.78οὐ γὰρ κατὰ ἀντίφασιν ἡ διαίρεσις
名词谓语句,省略系词 ἐστίν。它指出将事物划分为“有限”与“无限”并非直接的矛盾对立(A与非A),因而允许存在同时超脱这两者的第三种可能(如无大小、无数量者)。
