- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:398.17-400.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯依循亚里士多德论证:无限若存在,就只能是本原自身。他表明无限在依大小、时间或实在(质料、形式、动力、目的)的任何意义上都不可能拥有本原,因此前人将其假定为本原是合乎情理的。
" Εὐλόγως δὲ καὶ ἀρχὴν αὐτὸ τιθέασι πάντες." Δείξας ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τοῦ ἀπείρου λόγος, ἔκ τε τοῦ τὰ ὑποβεβλημένα τῷ φυσικῷ πράγματα διαιρεῖσθαι εἰς τὸ ἄπειρον καὶ τὸ πεπερασμένον, καὶ ἐκ τοῦ πάντας τοὺς παλαιοτέρους μὴ μόνον ὑποθέσθαι εἶναι τὸ ἄπειρον, ἀλλὰ καὶ ἀρχὴν αὐτὸ εἶναι τῶν ὄντων, νῦν βούλεται δεῖξαι ὅτι εὐλόγως, ὑποθέμενοι εἶναι τὸ ἄπειρον, ἀρχὴν αὐτὸ ὑπέθεντο εἶναι· εἰ γὰρ ὅλως ἔστιν, ἀδύνατον μὴ ἀρχὴν αὐτὸ εἶναι. ἀνάγκη γὰρ εἰ ἔστιν, ἢ μάτην εἶναι ἢ ἕνεκά του. μάτην μὲν οὖν οὐκ ἔστι· τὰ γὰρ μάτην σπάνια, τὸ δὲ ἄπειρον τῶν ἀεὶ ὡσαύτως ἐχόντων (καὶ γὰρ ἄφθαρτον καὶ ἀγένητον)· οὐκ ἄρα μάτην, ἀλλ’ ἕνεκά του. ἀλλ’ εἰ ἕνεκά του, ἢ ἀρχὴ ἔσται ἢ ἐξ ἀρχῆς· ἕκαστον γὰρ τῶν ὄντων ἢ ἀρχὴ ἢ ἐξ ἀρχῆς. ἐὰν οὖν δείξω ὅτι ἀδύνατον αὐτὸ ἐξ ἀρχῆς εἶναι, λείπεται ἀρχὴν αὐτὸ ὑποτίθεσθαι. ἡ δὲ ἀρχὴ λέγεται πολλαχῶς· λέγεται γὰρ καὶ κατὰ μέγεθος ἀρχή, οἷον ἀρχὴ τοῦ πλοίου ἡ πρύμνα ἢ ἡ τρόπις, καὶ τῆς οἰκίας οἱ θεμέλιοι, λέγεται δὲ καὶ κατὰ χρόνον ἀρχή, οἷον ἀρχὴ τοῦ πολέμου ἥδε ἡ ἡμέρα, λέγεται δὲ καὶ πραγματικὴ ἀρχή, αἵ τε στοιχειώδεις, ἡ ὕλη φημὶ καὶ τὸ εἶδος, καὶ αἱ λοιπαὶ δύο, τὸ ποιητικὸν καὶ τὸ τελικόν. φημὶ οὖν κατ’ οὐδὲν τῶν τῆς ἀρχῆς σημαινομένων δύνασθαι ἀρχὴν ἔχειν τὸ ἄπειρον. καὶ ἴδωμέν γε πρῶτον ἐπὶ τῆς κατὰ μέγεθος ἀρχῆς. εἰ γὰρ ἔχοι τὴν κατὰ μέγεθος ἀρχὴν τὸ ἄπειρον, εὐθὺς ἕξει καὶ πέρας (ἡ γὰρ ἀρχὴ καὶ πέρας ἐστίν), ὥστε οὐκέτι ἂν εἴη ἄπειρον· ἄπειρον γάρ φαμεν τὸ ἐστερημένον πέρατος· κατὰ στέρησιν γὰρ τοῦ πέρατος λέγεται. δῆλον δέ που πάντως, ὅτι οὐ ταὐτὸν πέρας εἰπεῖν καὶ ἀρχὴν εἰπεῖν ἢ τέλος· ἡ μὲν γὰρ ἀρχὴ πρὸς τέλος, τὸ δὲ πέρας οὐ πρὸς ἀρχὴν οὐδὲ πρὸς τέλος, ἀλλὰ πρὸς τὸ περατούμενον. ἐπιφανείας γὰρ πέρατα γραμμαί, καὶ γραμμῆς πέρατα σημεῖα, καὶ τὰ μὲν πέρατα φύσει ἐστίν, ἀρχὴ δὲ καὶ τέλος οὐ πάντως φύσει, ἀλλὰ θέσει· τὴν γὰρ τῆς εὐθείας ἀρχὴν ἐξόν μοι ἀφ’ οἵου θέλω πέρατος ποιήσασθαι,1 καὶ πέρας μὲν ὁμοίως καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος, οὐ μέντοι τὸ πέρας πάντως ἀρχὴ ἢ τέλος. ὅτι μὲν οὖν τὴν κατὰ μέγεθος ἀρχὴν οὐχ ἕξει τὸ ἄπειρον, πρόδηλον· δειχθήσεται δὲ ὅτι οὐδὲ τὴν κατὰ χρόνον, διότι μηδὲ τὴν πραγματειώδη. ἵνα οὖν τοῦτο δείξωμεν, προσλάβωμεν ἐκεῖνο· ‘πᾶν ὃ κατ’ οὐσίαν ἐστὶ γενητόν, εἰ τὴν χρονικὴν ἀρχὴν ἔχοι, ἀνάγκη πᾶσα καὶ τὴν πραγματειώδη ἀρχὴν ἔχειν.’ ὥστε τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ·2 ‘πᾶν ὃ μὴ ἔχει τὴν πραγματειώδη ἀρχὴν ἐξ ἀνάγκης οὐδὲ τὴν χρονικὴν ἕξει.’ ἐὰν οὖν δείξωμεν, ὅτι οὐ δύναται ἔχειν τὸ ἄπειρον τὴν πραγματειώδη ἀρχήν, οὐδὲ τὴν χρονικὴν ἕξει δηλονότι· δέδεικται δὲ ὅτι οὐδὲ τὴν κατὰ μέγεθος ἔχειν δυνατόν· οὐδαμῶς ἄρα ἀρχὴν ἕξει τὸ ἄπειρον. ἀνάγκη δὲ ἦν αὐτὸ ἢ ἀρχὴν ἢ ἐξ ἀρχῆς εἶναι· μόνως ἄρα ἀρχὴ τὸ ἄπειρον. εἶπον δὲ τὸ κατ’ οὐσίαν, διότι τὰ μὴ ὡς οὐσία γινόμενα, ἀλλὰ ἀλλοιούμενα, οὐ πάντως ἔχει τὴν πραγματικὴν ἀρχήν, εἴ γε ἔστι καὶ ἀθρόα μεταβολή, τὰ μέντοι κατ’ οὐσίαν γινόμενα, εἰ χρονικὴν ἕξει τὴν ἀρχήν, πάντως καὶ τὴν πραγματειώδη ἔχει· οὐδεμία γὰρ οὐσία ἀθρόαν ἔχει τὴν γένεσιν, ἀλλὰ ἄλλο πάντως πρὸ ἄλλου γίνεται ἐν ταῖς κατ’ οὐσίαν γενέσεσι. πρότερον γὰρ γίνεται τὸ σπέρμα, ὅπερ τοῦ ὅλου ζῴου ὕλη ἐστίν, εἶτα ἐκ τούτου σὰρξ καὶ ἐφεξῆς ἄλλο πρὸ ἄλλου· καὶ δεῖ γε κατεργασθῆναι τὴν ὕλην πρότερον καὶ εὐεργὸν καὶ ἐπιτηδείαν γενέσθαι. ὥστε καλῶς εἴρηται τὰ κατ’ οὐσίαν γινόμενα, εἰ κατὰ χρόνον γίνοιντο, πάντως ἔχειν καὶ τὴν πραγματειώδη ἀρχήν, οὔτε δὲ εἰ τὴν πραγματειώδη ἔχει, ἕπεται τὸ καὶ τὴν κατὰ χρόνον ἔχειν, ὡς δηλοῖ τὰ οὐράνια, εἴ γέ ἐστιν ἀΐδια· οὕτως εἰ μὴ ἔχοι τὴν κατὰ χρόνον, τὸ μηδὲ τὴν πραγματειώδη ἔχειν ἀκολουθεῖ. πόθεν οὖν ὅτι οὐκ ἔχει τὴν πραγματειώδη ἀρχὴν τὸ ἄπειρον;3
“而大家合乎情理地也将它设定为本原。” 在表明了关于无限的论述对自然哲学家而言是必然的之后——这既是因为从属于自然哲学家的事物被区分为无限与有限,也是因为所有较古老的人不仅假定了无限存在,而且假定了它是存在之物的本原——他现在意在表明,他们在假定无限存在时,将它假定为本原是合乎情理的;因为如果它根本存在,那么它不是本原是不可能的。因为如果它存在,它必然或者徒劳地存在,或者为了某种目的而存在。然而,它并不是徒劳地存在;因为徒劳的事物是罕见的,而无限则属于常保同一状态的事物(因为它确实是不灭且未生成的);因此它不是徒劳的,而是为了某种目的。但如果是为了某种目的,它要么将是一个本原,要么将是出于本原;因为存在之物中的每一个要么是本原,要么是出于本原。因此,如果我表明它不可能出于本原,剩下的就是假定它本身是本原。而“本原”有多种说法:因为也有依大小而言的本原,比如船的本原是船尾或龙骨,房屋的本原是地基;也有依时间而言的本原,比如战争的本原是这一天;也有实在的本原,即元素性的本原——我指的是质料与形式,以及剩下的两个,作因与目的因。因此我说,依本原的任何一种含义,无限都不能拥有本原。让我们首先在依大小而言的本原上考察。因为如果无限拥有依大小而言的本原,它立刻也将拥有界限(因为本原也是界限),从而它将不再是无限;因为我们说被剥夺了界限的东西就是无限;因为它是依界限的缺乏而被言说的。而说“界限”与说“本原”或“终极”不是同一回事,想必是十分显然的;因为本原是相对于终极而言的,而界限既不是相对于本原也不是相对于终极而言的,而是相对于被界限之物而言的。因为面之界限是线,线之界限是点,并且界限是依自然存在的,而本原与终极并非必定是依自然存在,而是依设定;因为我被允许从我想要的任何一个界限去确立直线的本原,并且本原与终极同样都是界限,然而界限并非必定是本原或终极。因此,无限不会拥有依大小而言的本原,这是预先显明的;而它也不会拥有依时间的本原,这也将被表明,因为甚至连实在的本原它也不拥有。那么,为了表明这一点,让我们额外引入那个前提:“凡依实体而言是可生成之物,若拥有时间的本原,就完全必然也拥有实在的本原。”从而,依据带有否定的换位[逆否]:“凡不拥有实在本原之物,依必然性也将不拥有时间的本原。”因此,如果我们表明无限不可能拥有实在的本原,它显然也将不拥有时间的本原;而它不可能拥有依大小而言的本原已被表明;因此无限绝不可能拥有本原。但它必然或者本身是本原,或者出于本原;因此无限只能是本原。而我说“依实体而言”,是因为那些并非作为实体生成而是发生质变的事物,如果确有突变的话,并非必定拥有实在的本原;然而依实体生成的事物,若拥有时间的本原,就必然也拥有实在的本原;因为没有任何实体具有突变的生成,而在依实体的生成中,必定是一个事物在另一个事物之前生成。因为首先生成种子,即整个动物的质料,然后由此生成肌肉,接着一个事物在另一个事物之前相继生成;并且质料确实必须预先被加工,变得易于处理和适宜。因此说得对:依实体生成之物,若依时间生成,就必定也拥有实在的本原;而并非拥有实在的本原就伴随着也拥有依时间的本原,正如属天的物体所示(如果它们确是永恒的话);这样,如果不拥有依时间的本原,不拥有实在的本原便随之而来。那么,从何处[看出]无限不拥有实在的本原呢?
- 3.78ἐξόν μοι ἀφ’ οἵου θέλω πέρατος ποιήσασθαι
ἐξόν 是非人称动词 ἔξεστι(“被允许/可能”)的中性单数宾格分词,构成绝对宾格结构。逻辑上的主语由与格 μοι 表示,统辖不定式 ποιήσασθαι。
- 3.78τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ
方式或手段与格。这是逻辑学中的专门术语,意为“通过换质位(逆否)”(字面为“伴随矛盾/对立的换位”)。
- 3.78πόθεν οὖν ὅτι οὐκ ἔχει τὴν πραγματειώδη ἀρχὴν τὸ ἄπειρον;
省略了主动词如 δῆλον[ἐστί](“是显明的”)的疑问句结构。属于引出下一步论证的定型表达:“那么,从何处[得知/显明]无限不拥有实在的本原呢?”
