- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:38.9-40.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释了亚里士多德如何依据麦里梭关于无限的说法来反驳存在者为数量的假定,并阐明实体自身为何不能是无限的(185a32–185b3)。他通过区分三维延展与外延尺度,消解了物体的疑难,指出有限与无限仅偶性地属于物体性实体。
" Ὁ Μέλισσος δὲ τὸ ὂν ἄπειρόν φησιν εἶναι· ποσὸν ἄρα τὸ ὄν· τὸ γὰρ ἄπειρον ἐν τῷ ποσῷ." Ἐπειδὴ ὑπέθετο μήποτε πάντα οὐσίαν μὲν οὐ λέγουσιν εἶναι, ποιὸν δὲ ἴσως ἢ ποσόν,1 βούλεται δεῖξαι διὰ τούτων, ὅτι οὐ μάτην ὑπέθετο αὐτοὺς ἢ ποιὸν ἢ ποσὸν λέγοντας τὸ ὄν. ἐκ γὰρ τῶν Μελίσσου, φησί, λόγων ἔστι δεῖξαι ὅτι τὸ ὂν ὅπερ ἔλεγε ποσὸν αὐτὸ ὑπετίθετο· ἄπειρον γὰρ αὐτὸ ἔλεγε, τὸ δὲ ἄπειρον τῷ ποσῷ καθ’ αὑτὸ ὑπάρχει. οὐσίαν δέ, φησίν, ἢ ποιότητα ἢ ἄλλο τι ἄπειρον εἶναι καθ’ αὑτὸ ἀδύνατον,2 εἰ μὴ κατὰ συμβεβηκὸς τῷ μετέχειν τοῦ ποσοῦ, ὥσπερ καὶ τὸ λευκὸν πολὺ λέγομεν οὐ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ ἐν πολλῇ ἐπιφανείᾳ εἶναι. Ζητητέον δὲ πῶς φησιν μὴ ὑπάρχειν ἐν τῇ οὐσίᾳ τὸ ἄπειρον, εἰ μὴ κατὰ συμβεβηκὸς τῷ μετέχειν τοῦ ποσοῦ, οὗ πάθος ἐστὶ καθ’ αὑτὸ τὸ ἄπειρον. εἰ γὰρ τὸ σῶμα οὐσία ἐστίν, ὅρος δὲ τούτου τὸ τριχῇ διαστατόν, μέγεθός τι ἄρα καὶ ποσὸν τὸ σῶμα· εἰ δὲ τοῦτο, καὶ τὸ ἄπειρον ἄρα καὶ τὸ πεπερασμένον καθ’ αὑτὸ αὐτῷ ὑπάρξει. καὶ ἄλλως εἰ τρία εἴδη τοῦ μεγέθους τὸ μοναχῇ τὸ διχῇ τὸ τριχῇ διαστατόν, τουτέστι γραμμὴ ἐπιφάνεια σῶμα, τὸ δὲ σῶμα οὐσία ἐστίν, ἐστὶν ἄρα τὸ μέγεθος οὐσία. ὥσπερ ἐπὶ τῶν ποιοτήτων εἰσὶ μέν τινες οὐσιώδεις, ὁποῖαί εἰσιν ἐν τοῖς στοιχείοις, εἰσὶ δὲ καὶ ἐπουσιώδεις καὶ κατὰ συμβεβηκὸς ὑπάρχουσαι, οἷαί εἰσιν ἐν τοῖς ἡμετέροις σώμασι λευκότητες μελανίαι θερμότητες αἱ ἐπιγινόμεναι ἔξωθεν καὶ ψύξεις, οὕτως ἔστι τι καὶ οὐσιῶδες ποσόν, ὅπερ πρώτως εἰδοποιεῖ τὴν ὕλην, ὅπερ ἐστὶ καὶ τοῦ σώματος χαρακτηριστικόν. ἰδίας μὲν οὖν ἐστι θεωρίας τὸ περὶ τούτων ἀκριβέστερον διεξιέναι, εἴτε τῷ ὄντι οὐσιῶδές ἐστι τὸ τριχῇ τοῦ σώματος διαστατὸν καὶ αὐτὸ οὐσία τίς ἐστιν ἐν διαστάσει καὶ μεγέθει χαρακτηριζομένη, εἴτε μή· ἐπιλυόμενοι δ’ ὅμως τὴν ἀπορίαν φαμὲν ὅτι πρῶτον μέν, εἰ κατὰ Ἀριστοτέλην μὴ ἁπλοῦν τί ἐστι τὸ σῶμα, ἀλλὰ καὶ αὐτὸ ἐξ ὕλης τῆς πρώτης καὶ τοῦ ποσοῦ, τουτέστι τοῦ τριχῇ διαστατοῦ, συνέστηκε, δῆλον ὅτι οὐκ ἔστιν ἁπλῶς ποσὸν τὸ σῶμα. καὶ ἄλλως ἡ οὐσία οὐκ ἔστι φωνὴ ὁμώνυμος (γένος γάρ ἐστιν), ἀλλ’ ὥσπερ τὸ ζῷον σημαίνει κοινήν τινα φύσιν ἑκάστῳ τῶν μερικῶν ὑπάρχουσαν ζῴων (λέγω δὴ τὸ ἔμψυχον αἰσθητικόν), οὕτω καὶ ἡ οὐσία δηλοῖ τὸ αὐθυπόστατον· αὐθυπόστατοι γὰρ αἱ σωματικαὶ οὐσίαι καὶ αἱ ἀσώματοι. οὐκοῦν εἰ ἡ οὐσία ἐστὶ τὸ αὐθυπόστατον, τὸ δὲ αὐθυπόστατον οὐ ποσόν, τὸ δὲ ἄπειρον τοῦ ποσοῦ, τὸ ἄρα αὐθυπόστατον, τουτέστιν ἡ οὐσία, οὐκ ἄπειρον. κἂν ἐπὶ τῆς σωματικῆς δὲ μόνης οὐσίας γυμνάζηται ὁ λόγος, ᾗ τινι ὡς διαφορά τις τὸ τριχῇ διαστατὸν ἐπιγίνεται,3 οὐδ’ οὕτως καθ’ αὑτὸ τῇ σωματικῇ οὐσίᾳ ὑπάρξει ἢ τὸ ἄπειρον ἢ τὸ πεπερασμένον. τὸ γὰρ πεπεράνθαι ἢ ἄπειρα εἶναι τὰ συνεχῆ κατὰ τὴν ἔκτασιν λέγεται, οὐ κατὰ τὸ τριχῇ διεστάναι, τὸ δὲ κατὰ τὴν ἔκτασιν ποσὸν συμβέβηκε τοῖς σώμασι καὶ οὐ συμπληρωτικόν ἐστι τῆς τῶν σωμάτων οὐσίας. οὐδὲ γὰρ τὸ εἶναι τὸ ξύλον4 τρίπηχυ ἢ δακτυλιαῖον ἢ χιλίων πήχεων, τοῦτο ποιεῖ αὐτὸ εἶναι ξύλον· εἰ γὰρ ὡρισμένον οἷον φέρε τὸ πηχυαῖον εἰς τὸ εἶναι τὴν τοῦ ξύλου οὐσίαν συνετέλει, ἀδύνατον ἦν εἶναι ξύλον τὸ τὴν πηχυαίαν διάστασιν ὑπερβαῖνον ἢ ἐλλεῖπον. οὐκοῦν καὶ εἴ τις ἐπινοήσειε τὴν ἔκτασιν τοῦ ξύλου ἐπ’ ἄπειρον γινομένην, τὸ ποσὸν τοῦτο οὐ καθ’ αὑτὸ ὄν, ἀλλὰ κατὰ συμβεβηκὸς ὑπῆρχε τῷ ξύλῳ. ὥστε εἰ τὸ μὲν πεπερασμένον καὶ ἄπειρον ἐν τοῖς συνεχέσι τῷ ποσῷ τῷ κατὰ τὴν ἔκτασιν ὑπάρχει, τοῦτο δὲ συμβέβηκε τοῖς σώμασι, τὸ ἄρα πεπερασμένον καὶ τὸ ἄπειρον κατὰ συμβεβηκὸς ὑπάρχει τοῖς σώμασιν.
“然而麦里梭说存在者是无限的;因此存在者是数量;因为无限属于数量。” 既然他曾假定他们或许不是在说一切都是实体,而也许是在说是性质或数量,他便想通过这些话表明,他假定他们声称存在者要么是性质要么是数量并不是徒劳的。因为他说,根据麦里梭的言论,可以表明他所说的存在者,乃是他将其假定为数量的;因为他说它是无限的,而无限在自身上属于数量。但他指出,实体、性质或任何其他事物在自身上为无限是不可能的,除非通过分有数量而附带地如此,正如我们也说白是多的,这不是在自身上说的,而是通过处于大的表面中而附带地说的。但必须探究的是,他怎么能说无限并不属于实体,除非是通过分有数量而附带地属于它——而无限是数量在自身上的状态。因为如果物体是实体,而它的定义是向三个维度延展者,那么物体就是某种量度与数量;如果这样,无限与有限也就都将在自身上属于它。从另一方面来说,如果量度的三个种是向单一维度、向两个维度、向三个维度延展者,也就是线、面、立体,而立体是实体,那么量度也就是实体。正如在性质中,有些是实体性的,就像在元素中的那样,而另一些则是附带的且偶性地属于的,就像在我们身体中从外部产生的白、黑、热和冷一样,同样,也存在某种实体性的数量,它首先赋形于质料,并且也是物体的特征性质。因此,要更精确地探究这些问题——物体的三维延展在事实上是否是实体性的,且它本身是否就是以延展与量度为特征的某种实体,抑或不是——属于专门的探讨。然而,在消除这个疑难时,我们主张:首先,如果按照亚里士多德,物体并不是某种单纯的事物,而是物体自身也由第一质料与数量即三维延展所构成,那么显然物体并不是单纯的数量。从另一方面来说,实体不是一个同名异义词(因为它是属),而是正如动物意指属于每一个别动物的某种共同自然本性(我是指具有感觉能力的赋灵者),实体同样表明自立持存者;因为物体性实体与无形体实体都是自立持存的。因此,如果实体是自立持存者,而自立持存者不是数量,无限属于数量,那么自立持存者即实体便不是无限的。即便论述仅就物体性实体本身进行探讨——向三个维度的延展乃是作为某种种差附加于其上——也绝不能依此断定无限或有限在自身上属于物体性实体。因为连续者被称为有限或无限是依外延延展而言的,而不是依向三个维度延展而言的;而依外延延展的数量对于物体而言是偶性,并不是充实物体实体的要素。因为木头长三肘、宽一指或长千肘,并不能使它成为木头;因为如果某一限定的尺寸(比如一肘的尺寸)对于木头实体的存在有所助益,那么超过或不足一肘尺度的东西就不可能成为木头。因此,即使有人设想木头的外延延展变为无限,这种数量也不是在自身上存在的,而是附带地属于木头。所以,如果有限与无限在连续者中属于依外延延展的数量,而这对于物体是偶性,那么有限与无限便是附带地属于物体的。
"Εἰ μὲν τοίνυν καὶ οὐσία ἐστὶ καὶ ποσόν, δύο καὶ οὐχ ἓν τὸ ὄν." Τὸ τῇ λοιπῇ ὑποθέσει ἑπόμενον νῦν ἐπήγαγε τῇ λεγούσῃ συνυπάρχειν τῷ ποσῷ τὴν οὐσίαν· οὕτω γάρ, φησί, πολλὰ καὶ οὐχ ἓν τὰ ὄντα. εἰ δὲ οὐσία μόνον, οὐκ ἄπειρον τὸ ὄν, οὐδὲ μέγεθος ἕξει οὐθέν· ποσὸν γάρ τι ἔσται. ὑποθέμενος τὸ ποσὸν τὸ καθόλου μεταβαίνει ἐπὶ τὴν οὐσίαν, καὶ κοινότερον ἁπλῶς ὡς οὐσίαν ὑποτιθέμενος, οὕτως ἐξετάζει τὸν λόγον. εἰ οὖν τὸ ἓν τοῦτο, φησίν, οὐσίαν ὑπόθοιντο, οὐκέτι δυνηθήσονται ἄπειρον αὐτὸ ἢ πεπερασμένον ὑποτίθεσθαι· ταῦτα γὰρ τοῦ ποσοῦ, οὐσίας δὲ μόνον οὔσης ποσὸν οὐκ ἔσται. ὥστε εἰ πεπερασμένον Παρμενίδης ὑπετίθετο τὸ ὂν εἶναι, Μέλισσος δὲ ἄπειρον, οὐκ ἂν οὐσίαν αὐτὸ ὑποτίθεσθαι δύνανται.
“因此,如果既是实体又是数量,存在者就是二而不是一。” 他现在提出了遵循其余假定而来的结论,即主张实体与数量共存的假定;因为他说,若是这样,存在者就是多而不是一。“而如果仅仅是实体,存在者就不是无限的,也不会具有任何量度;因为那样它将是某种数量。”在假定了普遍的数量之后,他过渡到实体,并且更一般地单纯假定为实体,以此方式审视论证。因此他说,如果他们把这个一假定为实体,他们便再也不能将它假定为无限或有限了;因为这些属于数量,而若仅仅存在实体,数量便不会存在。所以,如果巴门尼德假定存在者是有限的,而麦里梭假定它是无限的,他们就不可能将它假定为实体。
- 1.21μήποτε πάντα οὐσίαν μὲν οὐ λέγουσιν εἶναι, ποιὸν δὲ ἴσως ἢ ποσόν
连词 μήποτε 引导表达推测或揣度(“或许不是……也许是……”)的名词性从句,充当 ὑπέθετο 的宾语内容。
- 1.21οὐσίαν δέ, φησίν, ἢ ποιότητα ἢ ἄλλο τι ἄπειρον εἶναι καθ’ αὑτὸ ἀδύνατον
带不定式的宾格结构 οὐσίαν ... ἄπειρον εἶναι 充当无人称谓词 ἀδύνατον(是不可能的)的实际主语。
- 1.21ᾗ τινι ὡς διαφορά τις τὸ τριχῇ διαστατὸν ἐπιγίνεται
由与格关系代词及不定代词 ᾗ τινι 引导的关系从句,修饰先行词 τῆς σωματικῆς ... οὐσίας,意为“三维延展作为某种种差附加于其上的[物体性实体]”。
- 1.21οὐδὲ γὰρ τὸ εἶναι τὸ ξύλον τρίπηχυ ἢ δακτυλιαῖον ἢ χιλίων πήχεων, τοῦτο ποιεῖ αὐτὸ εἶναι ξύλον
由冠词 τὸ 引导的不定式短语 τὸ εἶναι τὸ ξύλον τρίπηχυ...(木头长三肘……)作为前置主题/主语,被主句谓语动词 ποιεῖ 前的指示代词 τοῦτο 承接复指,构成强调结构。
