- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:3.11-4.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了《物理学》开篇(184a10)的引文,结合其他著作的例证指出了亚里士多德以公理开篇的写作惯例,并重构了其背后的完整三段论。此外,他还阐述了泰奥弗拉斯托斯如何补充并论证了亚里士多德所省略的小前提(即物理事物是复合的并具有本原)。
" Ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γινώσκειν.1" Ἔθος τῷ Ἀριστοτέλει ἀπό τινων κοινῶν ἀξιωμάτων ἄρχεσθαι τῶν πραγματειῶν. οὕτω γοῦν καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ ἀπό τινος κοινοῦ ὁμολογήματος ἤρξατο· “πάντες” γάρ φησιν “ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις”· καὶ ἐν τῇ Ἀποδεικτικῇ· “πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως”· καὶ ἐν τοῖς Ἠθικοῖς· “πᾶσα τέχνη καὶ μέθοδος, ὁμοίως δὲ πρᾶξις καὶ προαἵρεσις, ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ”. οὕτως οὖν καὶ ἐνταῦθα ἀπὸ κοινοῦ τινος ἀξιώματος τὴν ἀρχὴν ποιεῖται. ἔστι δὲ τὸ ἀξίωμα τοιοῦτον· πᾶσα ἐπιστήμη ἔχουσα ἀρχὰς ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται γνωσθεισῶν τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων. ἐπεὶ οὖν, φησί, καὶ τῶν φυσικῶν πραγμάτων εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα, τότε γνωσόμεθα αὐτὰ ὅταν τὰς ἀρχὰς αὐτῶν καὶ τὰ αἴτια καὶ τὰ στοιχεῖα γνῶμεν. ἔστι δὲ ὁ ὅλος συλλογισμὸς τοιοῦτος· τῆς περὶ φύσεως ἐπιστήμης εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα· πᾶσα ἐπιστήμη ἧσπερ εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων ἐγνωσμένων· καὶ ἡ περὶ φύσεως ἄρα ἐπιστήμη γνωσθήσεται ἐγνωσμένων τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων. ὁ μὲν οὖν πᾶς συλλογισμὸς τοιοῦτος, αὐτὸς δὲ διὰ συντομίαν τὴν μείζονα μόνον θεὶς πρότασιν, τὴν λέγουσαν ὅτι πᾶσα μέθοδος ἧσπερ εἰσὶν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα γινώσκεται ἐγνωσμένων τῶν ἀρχῶν καὶ αἰτίων καὶ στοιχείων, τὴν ἐλάττονα παραλιμπάνει ὅτι τῆς φυσιολογίας εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα. παραλιμπάνει δὲ καὶ τὸ συμπέρασμα, τίθησι δὲ μόνον τὸ ἀκόλουθον τῷ συμπεράσματι· τὸ μὲν γὰρ συμπέρασμα ἦν ‘καὶ ἡ φυσιολογία ἄρα γνωσθήσεται τῶν ἀρχῶν γνωσθεισῶν’. τὸ τούτου οὖν ἀκόλουθον τίθησι. τοῦτο δέ ἐστιν ὅτι, ἐπειδὴ ἡ φυσιολογία γινώσκεται τῶν ἀρχῶν γνωσθεισῶν, ὅπερ ἐκ τοῦ συλλογισμοῦ συνεπεράνθη, πειρατέον διορίσαι τὰς ἀρχὰς τῆς φυσιολογίας. ὁ μὲν οὖν Ἀριστοτέλης οὕτως, Θεόφραστος δὲ καὶ ὅλον τὸν συλλογισμὸν ἔθηκεν ἐν τῇ ἰδίᾳ Περὶ φύσεως πραγματείᾳ, παραμυθίας τινὸς ἀξιώσας καὶ τὴν ἐλάττονα πρότασιν2 τὴν ὅτιπερ τῆς φυσιολογίας εἰσὶν ἀρχαὶ καὶ αἴτια καὶ στοιχεῖα. τοῦτο γὰρ οὐ πρόδηλον. κατασκευάζει οὖν αὐτὴν τοῦτον τὸν τρόπον· τὰ φυσικά, φησί, πράγματα ἢ σώματά ἐστιν ἢ ἐν σώματι τὸ εἶναι ἔχει, οἷον αἱ ῥοπαὶ καὶ αἱ δυνάμεις καὶ τὰ ὅμοια· πάντα δὲ τὰ σώματα καὶ τὰ ἐν σώματι τὸ εἶναι ἔχοντα σύνθετά ἐστι (καὶ ὅτι μὲν τὰ σώματα σύνθετα πρόδηλον. συνθέτους δέ φησι καὶ τὰς δυνάμεις τὰς ἐν ὑποκειμένοις τοῖς σώμασι τὸ εἶναι ἐχούσας καὶ ἁπλῶς πάντα τὰ ἐν ὑποκειμένῳ εἴδη, πρῶτον μὲν τῷ ἐκ γενῶν εἶναι καὶ διαφορῶν, ἔπειτα εἰ καὶ κατὰ τὸν ὁριστικὸν λόγον θεωρούμενα ἁπλᾶ ἐστιν, ἀλλ’ ὁ ὁριστικὸς λόγος οὐκ ἐν ὑπάρξει, ἀλλ’ ἐν μόνῃ τῇ ἐπινοίᾳ τὸ εἶναι ἔχει. ὡς μέντοι ἐνυπόστατα ὄντα μετὰ τοῦ ὑποκειμένου θεωρεῖται· ἡ γὰρ ἐνεργείᾳ οὖσα ὄψις οὐκ ἔστιν αὐτὴ ἡ δύναμις μόνον, ἀλλὰ μετὰ τοῦ ὀπτικοῦ πνεύματος. ἄλλως τε οἱ φυσικοὶ ὡς φυσικὰ καὶ ἐν ὑπάρξει πράγματα αὐτὰ θεωροῦντες μετὰ τοῦ ὑποκειμένου αὐτὰ θεωροῦσιν. ὁ γὰρ ὁριστικὸς αὐτῶν, ὡς εἶπον, λόγος ἐν μόνῃ τῇ ἐπινοίᾳ τὸ εἶναι ἔχει· ταύτῃ δὲ οὐδὲ ἰδέας αὐτῶν εἶναι βούλεται ὁ Ἀριστοτέλης τῷ τὰ φυσικὰ εἴδη μὴ ὑφίστασθαι ἐξῃρημένα σωμάτων, ἀλλ’ ἐν ψιλῇ μόνον εἶναι ἐπινοίᾳ. ἄλλως τε οὐδὲν διοίσει ταῦτα τοῦ εἴδους τοῦ σώματος. ὥσπερ οὖν καὶ τοῦτο κατὰ μὲν τὸν ἴδιον λόγον ἁπλοῦν ἐστι, τὸ τριχῇ λέγω διαστατόν, πρὸς μέντοι τὴν ὕπαρξιν αὐτοῦ χρεία καὶ τῆς ὕλης, καὶ οὕτω λοιπὸν τὸ ἐν ὑπάρξει σῶμα οὐκ ἔστιν ἁπλοῦν, ἀλλὰ σύνθετον ἐξ ὕλης καὶ εἴδους, οὕτω κἀπὶ τούτων ἔχει· κατὰ μὲν γὰρ τὸν ἴδιον αὐτῶν λόγον θεωρούμενα ἁπλᾶ ἐστιν, ὅταν μέντοι ὡς ὑπάρχοντα καὶ ἐνεργείᾳ αὐτὰ ὄντα θεωρήσωμεν, μετὰ τοῦ ὑποκειμένου σώματος αὐτὰ θεωροῦμεν.
“既然在一切具有本原或原因或元素的研究方法中,了解与认识都是由知晓这些而产生的。” 亚里士多德习惯于以某些共同的公理开启其论著。至少在《形而上学》中,他也是从某个共同的公认前提出发的;因为他说:“求知是所有人的本性。其证据在于对感觉的喜爱”;在《后分析篇》中则说:“一切教学和一切学习都是从预先存在的知识产生的”;而在《伦理学》中则说:“每种技艺和每种研究方法,同样每种行为与抉择,似乎都旨在追求某种善”。因此,在眼前的著作中他同样以某个共同的公理作为开端。而该公理是这样的:凡具有本原或原因或元素的一切知识,都在其本原、原因与元素被认知时被认知。他说,既然物理事物亦具有本原、原因与元素,那么当我们将它们的本原、原因与元素认知之时,我们便将认知它们。而整个三段论是这样的:关于自然的知识具有本原、原因与元素;凡具有本原或原因或元素的一切知识,都在其本原、原因与元素被认知时被认知;因此,关于自然的知识亦将在其本原、原因与元素被认知时被认知。整个三段论固然是这样的,但他本人出于简明,仅设定了大前提——即断言凡具有本原或原因或元素的一切研究方法,都在其本原、原因与元素被认知时被认知的那一条——而省略了“物理学具有本原、原因与元素”这一小前提。他亦省略了结论,而仅设定了伴随结论而来的后继推论;因为结论本是“因此物理学亦将在其本原被认知时被认知”。于是他设定了伴随此结论而来的后继推论。这便是:既然从三段论中推导得出物理学在其本原被认知时被认知,就必须尝试界定物理学的本原。亚里士多德固然如此处理,但泰奥弗拉斯托斯在其专门的《论自然》论著中亦列出了整个三段论,并将“物理学具有本原、原因与元素”这一小前提亦视为值得提供某种论证支持的。因为这一点并非不言自明的。于是他以如下方式确立该前提:他说,物理事物要么是物体,要么在物体之中拥有其存在,例如重量的倾向、潜能以及类似之物;而一切物体及在物体之中拥有其存在之物皆是复合的(物体是复合的这一点是不言自明的;而他说那些在作为底层的物体之中拥有其存在的潜能,以及简言之底层之中的一切形式,亦是复合的,首先是因为它们由属和种差构成,其次,即便依定义性说明加以考察时它们是单纯的,但定义性说明并非在实在之中,而仅在概念思惟中拥有其存在。然而,当它们作为实存之物时,则是与底层一同被考察的;因为现实存在的视觉并非仅是这种潜能本身,而是伴随着视灵气。此外,自然哲学家们在将它们作为物理的且在实在之中的事物加以考察时,是将它们与底层一同考察的。因为正如我所说,它们的定义性说明仅在概念思惟中拥有其存在;因此亚里士多德甚至不赞同它们拥有理念,原因在于物理形式并不脱离物体而自存,而仅存在于纯粹的概念思惟之中。再者,这些东西与物体的形式绝无不同。因此,正如这〔物体的形式〕也依其固有说明是单纯的——我指的是三维延展的——,然而为了它的实在亦需要质料,从而归根结底在实在之中的物体并非单纯的,而是由质料与形式结合而成的复合体,在这些事物上情况亦是如此;因为依其固有说明加以考察时它们固然是单纯的,但每当我们把它们作为实在且现实存在之物加以考察时,我们都是将它们与作为底层的物体一同考察的)。
- 1.1ἐκ τοῦ ταῦτα γινώσκειν
由介词 ἐκ 与带定冠词属格的不定式(τοῦ γινώσκειν)构成的介词短语,表示动词 συμβαίνει 的原因或生成条件(“由知晓……而产生”)。ταῦτα(这些)作不定式在语义上的宾语,指代前文的 ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα。
- 1.1παραμυθίας τινὸς ἀξιώσας καὶ τὴν ἐλάττονα πρότασιν
动词 ἀξιόω 支配一个宾格和一个属格,意为“认为[宾格]配得上[属格]”。在此处,τὴν ἐλάττονα πρότασιν(小前提)是宾格直接宾语,而 παραμυθίας τινός(某种论证支持/证实)则是表示价值或配享的属格补足语。
