- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:397.23-398.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解《物理学》第3卷第4章(203a28–34),重构了阿那克萨戈拉关于万物分离存在开端且分离前万物共处于万物之中的推论过程,随后阐释了德谟克利特如何在形状与大小各异的原子之上假定了一种单一且共同的物体本性。
" Ἐπεὶ γὰρ τὸ γινόμενον ἐκ τοῦ τοιούτου γίνεται σώματος, πάντων δέ ἐστι γένεσις." Βούλεται κατασκευάσαι ὅτι καὶ ἀρχὴ τῆς διακρίσεως ἔστι πάντων, καὶ πρὶν διακριθῇ, πάντα ἦν ἐν πᾶσι· λαμβάνει οὖν ὅτι πᾶν τὸ γινόμενον ἐκ τοῦ ὁμοίου γίνεται (τοῦτο γάρ ἐστι τὸ ἐκ τοῦ τοιούτου) καὶ ὅτι πάντων ἐστὶ γένεσις, οὐχ ἅμα δέ, ἀλλὰ τοῦδε πρὸ τοῦδε, ὅπερ ἂν ἐπιτηδειότερον ἦν πρὸς ἔκκρισιν. δεῖ δέ, φησί, καὶ ἀρχήν τινα τῆς γενέσεως ποιητικὴν εἶναι, αὕτη δέ ἐστι κατ’ Ἀναξαγόραν ὁ νοῦς· εἰ οὖν μηδὲν ἐστιν ἀγένητον, τὸ δὲ τῆς γενέσεως αἴτιον ὁ νοῦς ἀπό τινος ἀρχῆς ἤρξατο διακρίνειν τὰ πράγματα, ἀρχὴ ἄρα ἔστι τῆς διακρίσεως ἁπάντων. ἀλλὰ μὴν καὶ πᾶν ἐκ παντὸς γίνεται, ἀδύνατον δὲ τὸ γινόμενον μὴ ἐκ τοῦ ὁμοίου γενέσθαι, ἀνάγκη ἄρα πᾶν ἐν παντὶ εἶναι,1 ἵνα οὕτως τὸ πᾶν ἐκ παντὸς ἐκκρίνηται. πρὶν δὲ ὁ νοῦς ἄρξηται διακρίνειν, οὐδὲν ἦν διακεκριμένον· οὐδὲν γὰρ ἄλλο τι διακρίσεως αἴτιον ἢ ὁ νοῦς· ἀνάγκη ἄρα ὁμοῦ πάντα εἶναι. εἰ γὰρ ὁ νοῦς μὲν τῆς διακρίσεως τῶν πραγμάτων αἴτιος, μὴ πᾶν δὲ ἐκ παντὸς ἐπεφύκει γίνεσθαι, οὐκ ἦν ποτε ὁμοῦ πάντα, εἴτε ἐπεφύκει μὲν πᾶν ἐκ παντὸς γίνεσθαι, μὴ ὁ νοῦς δὲ μόνος αἴτιος ἦν τῆς διακρίσεως, οὐδὲ οὕτως ἦν ἀνάγκη πάντα ἐν πᾶσιν εἶναι, δυνατὸν δὲ καὶ ἄλλως κατὰ μικρὰς ὁμοιομερείας διῃρῆσθαι τὸ πᾶν, ὥσπερ καὶ νῦν.
“因为生成之物既然是从这样的物体中生成的,而且有万物的生成。” 他意在确立:既有万物分离的开始,且在被分离之前,万物存在于万物之中。因此他设定,凡生成之物都从同类中生成(因为这就是“从这样的物体中”的意思),而且有万物的生成,但并非同时,而是在前在后,视何者更有利于分离而定。而且他说,也必定有某种生成的致作性开端,而根据阿那克萨戈拉,这就是努斯。因此,如果没有任何东西是未生成的,而作为生成原因的努斯是从某个开端起开始分离事物的,那么便有万物分离的开端。不仅如此,万物都从万物中生成,而生成之物不可能不从同类中生成,因此万物必然存在于万物之中,以便万物能如此从万物中分离出来。而在努斯开始分离之前,没有任何东西被分离过;因为除努斯之外没有任何其他分离的原因;因此,万物必然共同存在。因为如果努斯是事物分离的原因,但万物并非生来就从万物中生成,那么万物就绝不会曾经共同存在;或者,即使万物生来就从万物中生成,但努斯并非分离的唯一原因,那么即便如此,万物也并非必然存在于万物之中,而是整个整体本可以像现在一样以其他方式被分割为细小的同质部分。
"Ἀλλ’ ὅμως γε αὐτῷ τὸ κοινὸν σῶμα ἓν πάντων ἐστὶν κατὰ τὰ μόρια καὶ σχήματι διαφέρον.2" Ὁ Δημόκριτος, φησί, τὰ πρῶτα σώματα λέγω δὴ τὰς ἀτόμους ἀγενήτους φησίν (οὐδὲν γὰρ ἐκ τοῦ ἑτέρου γίνεται, οἷον ἡ σφαιρικὴ ἐκ τῆς πυραμοειδοῦς), μίαν μέντοι κοινὴν φύσιν σώματος ὑποτίθησι τοῖς σχήμασι πᾶσι, τούτου δὲ μόρια εἶναι τὰς ἀτόμους μεγέθει καὶ σχήματι διαφερούσας ἀλλήλων· οὐ μόνον γὰρ ἄλλο καὶ ἄλλο σχῆμα ἔχουσιν, ἀλλ’ εἰσὶν αὐτῶν καὶ αἱ μὲν μείζους αἱ δὲ ἐλάττους.
“然而对于他来说,万物的共同物体是单一的,依部分并在形状上有所不同。” 他说,德谟克利特主张最初的物体——我指的是原子——是未生成的(因为没有一个原子能从另一个原子中生成,比如球形原子从锥形原子中生成);然而,他为所有的形状设定了一种单一的物体的共同本性,并主张在大小和形状上互有差异的原子乃是这〔物体〕的部分;因为它们不仅拥有各不相同的形状,而且其中有些较大,有些较小。
- 3.76εἰ γὰρ ὁ νοῦς μὲν τῆς διακρίσεως τῶν πραγμάτων αἴτιος, μὴ πᾶν δὲ ἐκ παντὸς ἐπεφύκει γίνεσθαι, οὐκ ἦν ποτε ὁμοῦ πάντα, εἴτε ἐπεφύκει μὲν πᾶν ἐκ παντὸς γίνεσθαι, μὴ ὁ νοῦς δὲ μόνος αἴτιος ἦν τῆς διακρίσεως, οὐδὲ οὕτως ἦν ἀνάγκη πάντα ἐν πᾶσιν εἶναι
由两个并列的非真实条件句构成的复合结构。前半句为“εἰ γὰρ ὁ νοῦς μὲν... μὴ πᾶν δὲ ἐπεφύκει... οὐκ ἦν ποτε...”,后半句以“εἴτε ἐπεφύκει μὲν... μὴ ὁ νοῦς δὲ μόνος αἴτιος ἦν... οὐδὲ οὕτως ἦν ἀνάγκη...”并列引入第二种假设。两节互为补充,论证了阿那克萨戈拉得出“万物曾共同存在”这一结论,必须同时依赖“努斯是分离的原因”和“万物本性上从万物中生成”这两个前提,缺一不可。
- 3.77αὐτῷ τὸ κοινὸν σῶμα ἓν πάντων ἐστὶν κατὰ τὰ μόρια καὶ σχήματι διαφέρον
引自亚里士多德经文的与格 αὐτῷ 是表观点的与格(判断的与格,“依他[德谟克利特]之见”)。主干结构中 τὸ κοινὸν σῶμα 作主语,ἓν πάντων(“万物之中单一的一个”)作表语;中性单数分词 διαφέρον 与主语一致,修饰共同物体在各个部分(κατὰ τὰ μόρια)及在形状(σχήματι,规定性与格)上的差异。
