← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§396.13-397.22

阿那克萨戈拉与德谟克利特的无限论

菲洛波庞在对亚里士多德203a23的注疏中,梳理了阿那克萨戈拉与德谟克利特关于无限学说的异同,阐明了阿那克萨戈拉如何根据“万物从万物中产生”的观察推导出原始混合状态,并调和了此处关于努斯分离能力与第一卷论述的表面矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.75

" Καὶ οἱ μὲν ὁτιοῦν μόριον εἶναι μῖγμα ὁμοίως τῷ παντὶ διὰ τὸ ὁρᾶν ὁτιοῦν ἐξ ὁτουοῦν γινόμενον." Δημόκριτος καὶ Ἀναξαγόρας διαφέροντες τῶν ἄλλων φυσικῶν τῷ1 ἐκείνους μὲν συνεχὲς εἶναι λέγειν τὸ ἄπειρον, τούτους δ’ ἐξ ἁπτομένων ἀπείρων κατὰ ἀριθμὸν συγκεῖσθαι, ὡς συμβαίνειν αὐτοῖς ἄρχεσθαι μὲν ἐκ τοῦ κατ’ ἀριθμὸν ἀπείρου, τελευτᾶν δὲ εἰς τὸ κατὰ μέγεθος ἄπειρον, κοινωνοῦντες οὖν κατὰ τοῦτο, διαφέρουσι τῷ τὸν μὲν Ἀναξαγόραν ἐξ ἀλλήλων γεννᾶν τῇ ἐκκρίσει τὰς ὁμοιομερείας, Δημόκριτον δὲ μὴ ἐξ ἀλλήλων γεννᾶν τὰς ἀτόμους. καὶ οἱ μὲν ὁτιοῦν μόριον εἶναι μῖγμα ὁμοίως τῷ παντὶ διὰ τὸ ὁρᾶν ὁτιοῦν ἐξ ὁτουοῦν γινόμενον. ὁ δὲ Ἀναξαγόρας, φησίν, ὥσπερ ἐν τῷ ὅλῳ κατὰ ἀρχὰς πάντα μεμῖχθαι ἔλεγε, καὶ εἶναι οἷον μίαν ὁμοιομέρειαν μεγάλην ἔχουσαν πάντα ἐν ἑαυτῇ, οὕτω καὶ ἐν ἑκάστῳ τῶν κατὰ μέρος πάντα ἐνυπάρχειν ἔλεγεν. εἰς ταύτην δέ, φησί, τὴν δόξαν ἠνέχθη διὰ τὸ ὁρᾶν πάντα ἐκ πάντων γινόμενα, γίνεσθαι δὲ μηδὲν ἐκ τοῦ μὴ ὄντος, μήτε ἐξ ὄντος μὲν ἑτεροειδοῦς δέ, ἀλλὰ τὸ ὅμοιον ἐκ τοῦ ὁμοίου· ὥστε ἐνυπῆρχεν ἐν τῇδε τῇ σαρκὶ πάντα κατ’ ἐνέργειαν, καὶ ἐκκρίνεται ἐξ αὐτῆς ὅπερ ἂν τύχῃ πρότερον ἐπιτηδείως ἔχον πρὸς τὴν ἔκκρισιν. ἔνθεν γάρ, φησίν, ἔοικε καὶ ὁμοῦ πάντα ἐν πᾶσιν εἶναί ποτε ἀποφήνασθαι.2 εἰ γὰρ ἥδε ἡ σάρξ, φησί, καὶ τόδε τὸ ὀστοῦν ἐκ πάντων ἂν γένοιτο καὶ ἐξ αὐτῆς πάντα, καὶ ὁτιοῦν ἐξ ὁτουοῦν γένοιτ’ ἄν. ὥστε πάντα ἐκ πάντων. εἰ δὲ πάντα ἐκ πάντων, ἔστι δὲ οὐ μόνον ἀρχὴ τῆς διακρίσεως τοῦδε τοῦ ὀστοῦ καὶ τῆσδε τῆς σαρκός, ἀλλὰ καὶ πάντων τῆς διακρίσεως ἔστιν ἀρχή, ἔοικεν ἄρα πάντα ἐν πᾶσιν εἶναι πρὶν ἄρξασθαι διακρίνεσθαι. εἰ γὰρ πάντων τῆς διακρίσεως ἔστιν ἀρχή, πᾶν δὲ ἐκ παντὸς διακρίνεσθαι πέφυκε, πρὶν ἄρα ἀρχὴν λαβεῖν τῆς διακρίσεως τὰ πράγματα, ὁμοῦ πάντα ἦν· πᾶσα γὰρ διάκρισις ἀπό τινος χρόνου ἤρξατο. ὅτι δὲ καὶ πάσης διακρίσεως ἔστιν ἀρχή, ἐφεξῆς κατασκευάζει ὡς ἐκ προσώπου Ἀναξαγόρου, τὰ μὲν λαμβάνων ὁμολογούμενα ἐκ τῆς αὐτοῦ δόξης, τὰ δὲ κατὰ τὸ ἀκόλουθον ἐκ τῶν εἰλημμένων συλλογιζόμενος. δόξειε δὲ ἐναντίον τι λέγειν ἐνταῦθα ὁ Ἀριστοτέλης3 τοῖς ἐν τῷ πρώτῳ λόγῳ εἰρημένοις περὶ Ἀναξαγόρου· ἐκεῖ μὲν γὰρ ἔλεγε βούλεσθαι μὲν τὸν νοῦν διακρῖναι τὰς ὁμοιομερείας, μὴ δύνασθαι δέ, διὸ καὶ ἀνόητον ἔλεγεν εἶναι τὸν νοῦν τοῖς ἀδυνάτοις ἐπιχειροῦντα, ἐνταῦθα δέ φησιν ἐξ ἀρχῆς τινος ἄρξασθαι τὸν νοῦν διακρίνειν τὰς ὁμοιομερείας. λέγομεν οὖν ὅτι οὐκ εἰσὶ ταῦτα ἐναντία· ἐκεῖ μὲν γὰρ περὶ ἑκάστης τῶν κατὰ μέρος ὁμοιομερειῶν ἔλεγεν ὅτι οὐ δύναται εἰλικρινῶς ἑκάστην διακρῖναι ὁμοιομέρειαν, οἷον σαρκός, μηδὲν ἔχουσαν ἐν αὑτῇ ἑτέρας οὐσίας, ἐνταῦθα δέ φησιν ὅτι τὴν μίαν καὶ ἄπειρον τῷ μεγέθει ὁμοιομέρειαν, ἐν ᾗ πάντα ἦν τὰ ὄντα, δι’ ἣν καὶ ἔλεγε τὸ ‘ἦν ὁμοῦ πάντα χρήματα’, διακρίνει εἰς μερικὰς ὁμοιομερείας, οὐκ εἰλικρινεῖς, ἀλλὰ πάντα καὶ αὐτὰς ἐχούσας, φαινομένην δὲ καὶ ὀνομαζομένην ἀπὸ τοῦ ἐπικρατοῦντος.

“而有些人由于看到任何事物都从任何事物中产生,便主张任何部分都与整体一样是混合物。” 德谟克利特与阿那克萨戈拉与其他自然哲学家的不同之处在于,其他哲学家主张无限是连续的,而他们两人则主张无限是由在数量上无限且相互接触的东西组成的,从而对他们而言,是从数量上的无限开始而终结于量度上的无限——因此,他们在这点上是相同的——但他们的差异在于:阿那克萨戈拉通过分离使同质部分彼此产生,而德谟克利特并不使原子彼此产生。“而有些人由于看到任何事物都从任何事物中产生,便主张任何部分都与整体一样是混合物。”他说,正如阿那克萨戈拉曾主张起初万物在整体中混合在一起,并且仿佛存在一个在自身中包含万物的巨大的单一同质部分一样,他也同样主张万物内在存在于每一个个别部分之中。他说,他是由于看到万物从万物中产生,而没有任何东西从非存在中产生,也不是从存在着但属类不同的东西中产生,而是同类从同类中产生,才被引向这一见解的;因此,万物都以现实的方式内在于这块肉中,而凡是预先处于适宜于分离状态的东西,都会偶然从中分离出来。他说,正因如此,他似乎也曾断言万物曾一度在万物中共同存在。因为他说,如果这块肉和这块骨头可以从万物中产生,且万物可以从这块肉中产生,那么任何事物也都可以从任何事物中产生。因此万物从万物[产生]。但如果万物从万物产生,而且不仅这块骨头和这块肉的分离有一个开始,而且万物的分离也有一个开始,那么在它们开始被分离之前,万物似乎存在于万物之中。因为如果万物的分离有一个开始,并且万物天生都能从万物中分离出来,那么在事物接受分离的开始之前,万物曾共同存在;因为所有的分离都是从某个时间开始的。至于所有的分离都有一个开始,他在接下来仿佛以阿那克萨戈拉本人的名义予以确立,一方面从其学说中采纳公认的前提,另一方面从所采纳的前提中依循必然归结进行推论。但亚里士多德在这里所说的,似乎与第一卷中关于阿那克萨戈拉所说的话相矛盾;因为在第一卷中他说努斯想要分离同质部分却不能够,正因如此他也说努斯企图做不可能的事是愚蠢的,而在这里他却说努斯从某个开始起便着手分离同质部分。因此我们说,这些说法并不矛盾;因为在第一卷中他是就各个具体的同质部分而言,说努斯无法纯粹地分离出每一个同质部分(例如肉的同质部分),使其自身内部不含有其他实体;而在这里他则是说,努斯将万物存在于其中的那一个在量度上无限的单一同质部分——正因如此他也曾说“万物曾共同存在”——分离为具体的同质部分,这些部分虽然不是纯粹的,自身也包含万物,但依其占优势者而显现并被命名。

语法注3 条
  1. 3.75Δημόκριτος καὶ Ἀναξαγόρας διαφέροντες... κοινωνοῦντες οὖν κατὰ τοῦτο, διαφέρουσι τῷ

    句首主语 Δημόκριτος καὶ Ἀναξαγόρας 之后带有两个分词短语(διαφέροντες... 以及对其进行小结的 κοινωνοῦντες οὖν κατὰ τοῦτο),随后主要动词 διαφέρουσι 再次对同一主语进行陈述,形成一种轻微的破格重叠结构。这种结构是由于插入的分词从句过长,作者为了明确主谓关系而重新引入了限定动词。

  2. 3.75ἔνθεν γάρ, φησίν, ἔοικε καὶ ὁμοῦ πάντα ἐν πᾶσιν εἶναί ποτε ἀποφήνασθαι.

    此处 ἔοικε 并非无人称结构,而是带有不定词 ἀποφήνασθαι 的人称结构。其暗含的主语在语境中是阿那克萨戈拉(“他似乎曾断言”),与 φησί(“他[亚里士多德]说”)的主语(亚里士多德)相对立。

  3. 3.75δόξειε δὲ ἐναντίον τι λέγειν ἐνταῦθα ὁ Ἀριστοτέλης

    不带 ἄν 的希求语气 δόξειε 表达一种潜在或委婉的论断(“亚里士多德似乎可能会说……”)。它在此用于提出一种表面上的疑难(aporia),随后立即由 λέγομεν οὖν ὅτι... 引导的反驳与调和予以解答。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:396.13-397.22