← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§395.1-396.12

大与小的无限性与自然哲学家视无限为偶性

斐洛波诺斯解释了柏拉图将无限归于“大与小”的根据,进而论述自然哲学家与毕达哥拉斯派和柏拉图不同,将无限视为元素的偶性而非实体;他还指出主张元素有限者并不使其量度无限,并对比了在数量上确立无限元素者与确立单一量度无限元素者的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.71

" Πλάτων δὲ δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν." Διὰ τοῦτο δύο τὰ ἄπειρα, τὸ μέγα καὶ τὸ μικρόν, διότι ἐν τῇ τῶν μεγεθῶν διχοτομίᾳ τὸ μὲν τῶν μορίων ἐπ’ ἄπειρον αὔξεται, τὸ δὲ ἕτερον ἐπ’ ἄπειρον μειοῦται. τούτου δὲ τοῖς μεγέθεσι τὴν ὕλην αἰτίαν εἶναι ἔλεγεν,1 ἣν καὶ μέγα καὶ μικρὸν ἐκάλει δι’ αὐτὸ τοῦτο, διὰ τὸ τούτων αἰτίαν εἶναι· πρώτως γὰρ ἐν αὐτῇ τὸ εἶδος γενόμενον εὐθὺς τὴν κατὰ τὸ μικρὸν καὶ μέγα ἴσχει διαφοράν.

“柏拉图则[确立]两个无限,即大与小。” [确立]两个无限,即大与小,是因为在大小的二等分中,各部分之一无限增大,而另一部分则无限减小。他说质料是大小的这一特性的原因,且正因如此——即因它是这些现象的原因——他也将质料称为“大与小”;因为形式一旦最初产生在质料中,便立刻具有依循小与大的差异。

§3.72

"Οἱ δὲ περὶ φύσεως πάντες ὑποτιθέασιν ἑτέραν τινὰ φύσιν τῷ ἀπείρῳ τῶν λεγομένων στοιχείων." Ἀντιδιαστέλλει τοὺς φυσικοὺς τοῖς Πυθαγορείοις καὶ Πλάτωνι μᾶλλον περὶ θεολογίαν ἐσχολακόσι.2 πάντες οὖν οἱ φυσικοί, φησίν, οὐκ οὐσίαν εἶναι τὸ ἄπειρον ὑποτίθενται, ἀλλὰ συμβεβηκὸς μὲν εἶναι τὸ ἄπειρον ἑτέραν δὲ οὐσίαν ὑποκεῖσθαι τούτῳ, ἄλλος δὲ ἄλλην ὑπετίθετο, ἣν καὶ ἀρχὴν τῶν ὄντων ὑπενόει. κοινὸν οὖν αὐτοῖς τό τε συμβεβηκὸς καὶ μὴ οὐσίαν εἶναι λέγειν τὸ ἄπειρον, καὶ διὰ τοῦτο μὴ καθ’ αὑτὸ ἀρχὴν λέγειν αὐτὸ ἀλλὰ κατὰ συμβεβηκός· ἀρχὴ γὰρ ἑκάστῳ καθ’ αὑτὸ ἄλλη, ἤτοι ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ ἕτερόν τι, τῇ δὲ ἀρχῇ συμβεβηκέναι τὸ ἄπειρον ὑπέθεντο διὰ τὴν ἀειγενεσίαν. ἡ μὲν οὖν κοινὴ τῶν φυσικῶν δόξα περὶ τοῦ ἀπείρου αὕτη, τίς δὲ ἡ πρὸς ἀλλήλους αὐτῶν διαφορά, ἐφεξῆς δείκνυσι, καὶ τέως ἄλλος ἄλλην ὑπέθετο ὑποκειμένην τῷ ἀπείρῳ οὐσίαν.

“而所有论自然者,都在所谓的元素中为无限设定了某种别的自然作为基底。” 他将自然哲学家们与更专注于神学的毕达哥拉斯派和柏拉图区分开来。他说,所有自然哲学家都不假定无限是实体,而是假定无限是偶性,且有另一实体作为其基底;不同的人假定了不同的实体,并将其设想为存在者的本原。因此,称无限是偶性而非实体,并因此称它不是依其自身的本原而是偶性的本原,这是他们共同的看法;因为依其自身而言,各人的本原各不相同,要么是气,要么是水,要么是别的什么,但他们由于生生不息而假定无限偶合于本原。自然哲学家关于无限的共同见解便是如此;至于他们彼此之间的差异是什么,他在接下来的部分中指出,目前他指出不同的人假定了作为无限基底的不同实体。

§3.73

"Τῶν δὲ πεπερασμένα ποιούντων τὰ στοιχεῖα οὐδεὶς ἄπειρα ποιεῖ." Οὐδείς, φησί, τῶν ὑποθεμένων πλείονα εἶναι τὰ στοιχεῖα πεπερασμένα δὲ κατὰ ἀριθμόν, οἷον Ἐμπεδοκλῆς τὰ τέσσαρα στοιχεῖα, ἄπειρα κατὰ μέγεθος ποιεῖ οὔτε ἓν οὔτε πλείονα· εὔηθες γὰρ τοῦτο καὶ ἀδύνατον. εἴτε γὰρ ἓν εἴη ἄπειρον, τὸν πάντα καθέξει τόπον καὶ τοῖς ἄλλοις οὐ δώσει χώραν εἰς τὸ εἶναι, εἴτε πλείω εἴη ἄπειρα, ἔτι ἀτοπωτέρα ἡ ὑπόθεσις· εἰ γὰρ ἓν οὐ δυνατὸν ἄπειρον εἶναι πλειόνων ὄντων τῶν στοιχείων, πολλῷ δήπου πλείονα εἶναι ἄπειρα ἀδύνατον.

“而在使元素有限的人中,没有一个使[元素]成为无限的。” 他说,在假定元素是多个但在数量上有限的人中,比如恩培多克勒确立四元素,没有一个人使它们在量度上成为无限,无论是一个还是多个;因为这是愚蠢且不可能的。因为无论是一个元素无限,它都将占据全部处所而不给其他元素的存在留下余地,还是多个元素无限,这一假定就更为荒谬;因为如果在元素有多个时甚至一个都不可能是无限的,那么多个是无限的自然就更不可能了。

§3.74

"Ὅσοι δὲ ἄπειρα ποιοῦσι τὰ στοιχεῖα, καθάπερ Ἀναξαγόρας." Οἱ ἀριθμῷ, φησίν, ἄπειρα ποιοῦντες τὰ στοιχεῖα (οὗτοι δὲ ἦσαν Ἀναξαγόρας τε καὶ οἱ περὶ τὸν Δημόκριτον, ὁ μὲν ἀπείρους εἶναι λέγων τὰς ὁμοιομερείας οἱ δὲ τὰς ἀτόμους) διαφέρουσι τῶν ἓν μὲν ὑποτιθεμένων τὸ στοιχεῖον ἄπειρον δὲ τῷ μεγέθει (οὗτοι δὲ ἦσαν οἱ εἴτε τὸ ὕδωρ ἢ τὸν ἀέρα ἢ τὸ μεταξὺ ὑποτιθέμενοι), τῷ τοὺς μὲν συνεχὲς ποιεῖν3 τὸ ἄπειρον, ἐπεὶ καὶ ἕν τι σῶμα, τοὺς δὲ τῇ ἁφῇ τὸ ἄπειρον ποιεῖν· ἀπείρων γὰρ οὐσῶν τῶν ὁμοιομερειῶν κατὰ ἀριθμὸν συμβαίνει ἁπτομένων αὐτῶν ἕν τι κατὰ τὴν ἔκτασιν καὶ ἄπειρον γενέσθαι σῶμα. πανσπερμίαν δὲ τῶν σχημάτων φησίν, ὅτι τὰς ἀτόμους οἱ περὶ Δημόκριτον οὐ μόνον κατὰ τὸν ἀριθμὸν εἶναι ἔλεγον, ἀλλὰ καὶ τοῖς σχήμασιν ἀπείρους.

“但凡使元素无限的人,正如阿那克萨戈拉那样……” 他说,那些在数量上使元素无限的人(这些人是阿那克萨戈拉和德谟克利特派,前者主张同质部分是无限的,后者主张原子是无限的),与那些假定元素为一个但在量度上无限的人(这些人是假定水或气或中间物的人)所不同之处在于:后者使无限成为连续的(既然它是一个单独的物体),而前者则通过接触使之成为无限。因为当同质部分在数量上是无限的时候,随着它们的接触,就会产生一个在广延上单一且无限的物体。他说“形状的全种”,是因为德谟克利特派不仅主张原子在数量上是无限的,而且在形状上也是无限的。

语法注3 条
  1. 3.71τούτου δὲ τοῖς μεγέθεσι τὴν ὕλην αἰτίαν εἶναι ἔλεγεν

    τούτου 是由 αἰτίαν 支配的宾格性属格,指前句中二等分过程中的无限增大与减小;τοῖς μεγέθεσι 是关系与格(“对大小而言”)。

  2. 3.72Ἀντιδιαστέλλει τοὺς φυσικοὺς τοῖς Πυθαγορείοις καὶ Πλάτωνι μᾶλλον περὶ θεολογίαν ἐσχολακόσι.

    动词 ἀντιδιαστέλλει 支配宾格(τοὺς φυσικούς)与与格(τοῖς Πυθαγορείοις καὶ Πλάτωνι...),意为“将A与B区分/对立”。完成时分词 ἐσχολακόσι(阳性复数与格)修饰前面的与格名词,意为“专心于神学者”。

  3. 3.74τῷ τοὺς μὲν συνεχὲς ποιεῖν τὸ ἄπειρον, ἐπεὶ καὶ ἕν τι σῶμα, τοὺς δὲ τῇ ἁφῇ τὸ ἄπειρον ποιεῖν

    由定冠词 τῷ 引导的不定式短语(τοὺς μὲν συνεχὲς ποιεῖν... τοὺς δὲ τῇ ἁφῇ... ποιεῖν)作为主动词 διαφέρουσι(不同)的关系与格,表示两者差异的具体方面(“在于一者使……而另一者使……”)。τοὺς μέν 指前述主张单一元素者,τοὺς δέ 指主张元素数量无限者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:395.1-396.12