← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§393.24-394.30

奇数与偶数相加所得形式的同一与多样

斐洛波诺斯说明了往复式相加中的折返点即为所得平方数的边长,并论证了连续将奇数(折尺形)相加始终保持平方数这一相同形式,而偶数的相加则无休止地产生不同形式,以此阐明奇数象征界限、偶数象征无限的理由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.70#2

καὶ τὸν ἀριθμὸν μέχρις οὗ ποιεῖς τὴν σύνθεσιν, τοῦτον εὑρήσεις πλευρὰν1 τοῦ γενομένου τετραγώνου· ὁ γὰρ βʹ τοῦ δ’ πλευρά, ὁμοίως τοῦ θ’ ὁ γ’ (ἕως γὰρ τοῦ γ’ συνθέντες ἀνεποδίσαμεν), καὶ οὕτως ἐπ’ ἄπειρον. τοῦτο μὲν οὖν ἔξω τοῦ προκειμένου, ὃ δέ φησιν ἐνταῦθα, τοῦτό ἐστιν· ὅτι, φησί, τὸ μὲν ἄρτιον ἄπειρον ὄν, ὅταν συμπλακῇ τῷ περιττῷ, ἀπειρίας αἴτιον γίνεται καὶ τοῖς ἐξ αὐτῶν γινομένοις, τὸ δὲ περιττὸν διὰ τὸ περατωτικὸν εἶναι καὶ πέρας ὁρισμοῦ καὶ ταυτότητος αἴτιον γίνεται τοῖς ἐξ αὐτοῦ, σημεῖον τὸ ἐπὶ τῶν ἀριθμῶν τούτων τῶν δακτυλικῶν συμβαῖνον.2 ἐὰν γὰρ ἀπὸ μονάδος καὶ ἐφεξῆς πάντας τοὺς περιττοὺς ἐπισυνθῇς ἀλλήλοις, οὓς καὶ γνώμονας καλεῖ, ἀεὶ τοὺς γινομένους τετραγώνους εὑρήσεις (οὕτως ὁρισμοῦ τινος καὶ ἑνότητος τὸ περιττὸν αἴτιον, ὅθεν καὶ πέρας αὐτὸ ἐκάλουν), ἐὰν δὲ τοὺς ἀρτίους ἐπισυνθῇς τῇ τε μονάδι καὶ ἐφεξῆς πᾶσιν εἴτε ἀρτίοις εἴτε περιττοῖς, οὐδέποτε τὸ αὐτὸ εἶδος ποιήσεις, ἀλλ’ ὁδεύσεις ἐπ’ ἄπειρον τῇ ἐξαλλαγῇ τῶν γινομένων ἀριθμῶν· σύνθες γὰρ τὴν μονάδα τῇ δυάδι καὶ ποιήσεις [τὸν γʹ] τρίγωνον, καὶ τούτῳ τὸν δʹ καὶ ποιήσεις ἑπτάγωνον, τούτῳ τὸν ςʹ καὶ πάλιν ἕτερον εἶδος. οὐ μόνον δὲ ἑαυτοῖς ἐπισυντιθέμενοι οἱ ἄρτιοι ἀόριστα γεννῶσι καὶ ἄπειρα, ἀλλὰ καὶ τοῖς περιττοῖς. οὕτως ἄρα τὸ ἄρτιον πρὸς τῆς ἀπειρίας ἐστὶ καὶ τοῦ ἀορίστου,3 τὸ δὲ περιττὸν πρὸς τοῦ ὅρου καὶ τοῦ πέρατος· καλῶς οὖν ἄπειρον τὸ ἄρτιον ἐκάλουν. ἔχει δὲ ἡ λέξις ἀσάφειάν τινα διὰ τὴν συντομίαν. Περιτιθεμένων γάρ, φησί, τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἀεὶ ἄλλο γίνεσθαι τὸ εἶδος, ὁτὲ δὲ ἕν. τῶν γνωμόνων, φησίν, ἢ περὶ τὸ ἓν συντιθεμένων ἀεί, 〈ἢ〉 κατὰ τὸν εἰρημένον ἡμῖν τρόπον ἀεὶ ἀλλήλοις ἐπισυντιθεμένων, ἓν ἀεὶ καὶ τὸ αὐτὸ γίνεται εἶδος. εἰ δὲ χωρὶς συντεθῶσι, τουτέστι μὴ ἑαυτοῖς ἐπισυντεθῶσιν ἀλλὰ τοῖς ἀρτίοις, οὐδέποτε τὸ αὐτὸ εἶδος γενήσεται, ὡς εἴπομεν. τὸν βʹ σύνθες τῇ μονάδι, εἶτα τῷ γʹ, εἶτα τῷ εʹ, ἤγουν ἕνα τῶν γνωμόνων ἀεὶ τοῖς ἐφεξῆς ἀρτίοις οἷον τὸ γʹ τῷ βʹ καὶ δʹ καὶ ςʹ· κατ’ οὐδένα γὰρ τρόπον ὡρισμένον τι εἶδος γίνεται, ἀλλ’ ἐπ’ ἄπειρον ἡ ἐξαλλαγὴ ὁδεύει. καλῶς ἄρα εἴπομεν ὅτι τὸ ἄρτιον ἐναπολαμβανόμενον ὑπὸ τοῦ περιττοῦ καὶ περαινόμενον παρέχει τοῖς οὖσι τὴν ἀπειρίαν· δεῖ μὲν γὰρ διὰ τὴν εἰδοποιίαν τῆς συμπλοκῆς, τῆς δὲ ἀπειρίας μόνως τὸ ἄρτιον αἴτιον, ὡς δέδεικται.

而你相加所至的那个数,你会发现它就是所得正方形数的边长;因为 βʹ 是 δʹ 的边长,同样地 γʹ 是 θʹ 的边长(因为我们相加直到 γʹ 然后折返),如此至于无限。这虽是在面前的主题之外,但他在此处所说的是:他说,由于偶数是无限的,当它与奇数结合时,便对由它们生成的事物而言也是无限性的原因,而奇数由于具有限定性且是限度,便对由它生成的事物而言是规定与同一性的原因,在这些用于指算计数的数中所发生的事情就是证据。因为如果你从单子开始将所有连续的奇数(他也称之为折尺形)依次彼此相加,你将总会发现所得的数是平方数(因此奇数是某种规定与单一性的原因,由此他们也称之为限度);但如果你将偶数加到单子上,并依次加到所有的数上,无论偶数还是奇数,你绝不会产生相同的形式,而是在所得数的变换中走向无限。因为将单子加到二上,你将产生[γʹ,即]三角形数,在此基础上加上 δʹ,你将产生七角形数,在此基础上加上 ςʹ,又产生另一种形式。偶数不仅在与自身相加时产生不定和无限的事物,而且在与奇数相加时也是如此。因此,偶数是属于无限与不定的一方,而奇数属于限定与界限的一方;所以他们把偶数称为无限是很恰当的。然而这段措辞由于简短而带有些许模糊。因为他说:“当折尺形围绕着‘一’以及分别放置时,有时形式总是变得不同,有时形式成为一。”他说,如果折尺形要么始终围绕着‘一’组合,要么按照我们所说的方式始终彼此相加,那么始终产生一种且相同的形式;但如果它们分别相加,也就是说不与自身相加而是与偶数相加,就绝不会产生相同的形式,正如我们所说的那样。将 βʹ 加到单子上,然后加到 γʹ 上,然后加到 εʹ 上,也就是说,将折尺形之一始终加到连续的偶数上,例如将 γʹ 加到 βʹ、δʹ 和 ςʹ 上;因为无论如何都不会产生某种被规定的形式,而这种变换将走向无限。因此,我们说偶数被奇数所包容并被限定,从而赋予存在者以无限性,是完全正确的;因为为了生成形式需要这种结合,但正如所证明的那样,只有偶数才是无限性的原因。

语法注3 条
  1. 3.70καὶ τὸν ἀριθμὸν μέχρις οὗ ποιεῖς τὴν σύνθεσιν, τοῦτον εὑρήσεις πλευρὰν

    先行词 τὸν ἀριθμόν 作为主句谓语动词 εὑρήσεις 的宾语以宾格置于关系从句之前,并在其后由代词 τοῦτον 复指。其骨干结构为“你相加所至的数,你会发现它……”。

  2. 3.70σημεῖον τὸ ἐπὶ τῶν ἀριθμῶν τούτων τῶν δακτυλικῶν συμβαῖνον

    省略系词 ἐστί 的名词性从句;τὸ συμβαῖνον 作主语,σημεῖον 作表语。形容词 δακτυλικός 指指算计数,在此指具体算术运算中所涉及的数。

  3. 3.70πρὸς τῆς ἀπειρίας ἐστὶ καὶ τοῦ ἀορίστου

    介词 πρός 支配属格的惯用结构,意为“属于……一方”或“偏向……一边”。下文平行的 πρὸς τοῦ ὅρου καὶ τοῦ πέρατος 亦同此结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:393.24-394.30