- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:392.9-393.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯指出亚里士多德理解毕达哥拉斯学派的数论象征主义(203a12),并解释了几何学与算术中折尺形(gnomon)的定义以及生成平方数的两种方法(奇数累加法与往复式累加法)。
" Σημεῖον δὲ εἶναι τούτου τὸ συμβαῖνον ἐπὶ τῶν ἀριθμῶν· περιτιθεμένων γὰρ τῶν γνωμόνων περὶ τὸ ἓν καὶ χωρὶς ὁτὲ μὲν ἄλλο γίνεται τὸ εἶδος, ὁτὲ δὲ ἕν." Κἀνταῦθα ἐπισημειωτέον ὅτι καὶ αὐτὸς ὁ Ἀριστοτέλης οἶδεν αὐτοὺς συμβολικῶς ταῦτα λέγοντας· ὡς γὰρ δὴ τὸ ἄρτιον, ὅπερ ἔφη ὑπὸ περιττοῦ περαίνεσθαι, μὴ ἐπὶ τοῦ κατὰ τοὺς ἀριθμοὺς ἀρτίου καὶ περιττοῦ λεγόντων, ἀλλὰ ἄλλα τινὰ διὰ τούτων σημαινόντων,1 ἐπήγαγεν ὅτι σημεῖον τῶν εἰρημένων ποιοῦνται τὸ συμβὰν ἐπὶ τῶν ἀριθμῶν, ὡς δὴ ἐκείνων, ὧν τοὺς ἀριθμοὺς σύμβολα εἶναί φασι, μὴ ὄντων ἀριθμῶν, καίτοι γε τὸ περιττὸν ἦν καὶ τὸ ἄρτιον, ὧν τὸ μὲν ἔλεγον πέρας τὸ δὲ ἄπειρον· ἄλλα τινὰ ἄρα διὰ τούτων ᾐνίττοντο. τοῦτο μὲν οὖν εἰς τοσοῦτον, ἵνα δὲ μάθωμεν τὸ λεγόμενον, εἴπωμεν πρότερον τί καλοῦσι γνώμονα οἱ ἀριθμητικοὶ καὶ οἱ γεωμέτραι. ἐὰν λαβὼν τετράγωνον χωρίον διέλῃ τοῦτο εἰς ἴσα τέσσαρα τετράγωνα, τὰ τρία τετράγωνα σχῆμα ποιοῦντα ἐοικὸς τῷ Γ στοιχείῳ γνώμων ὑπὸ τῶν γεωμετρῶν καλεῖται, ὅστις γνώμων περιτιθέμενος τῷ λοιπῷ τετραγώνῳ αὔξει μὲν αὐτό, ὡς ἐν Κατηγορίαις εἴρηται, ἀλλοιότερον δὲ οὐ ποιεῖ· διὰ τοῦτο γὰρ καὶ γνώμων προσηγορεύθη, ὅτι περιτιθέμενος τοῖς τετραγώνοις φυλάττει τὸ αὐτὸ εἶδος. οὐ μόνον δὲ ἐπὶ τετραγώνων ὁ γνώμων τὸ αὐτὸ φυλάττει εἶδος, ἀλλὰ καὶ ἐπὶ παντὸς παραλληλογράμμου· ἔστι γὰρ γνώμων, ὡς ὁ γεωμέτρης ὁρίζεται, παντὸς παραλληλογράμμου τῶν περὶ τὴν διάμετρον παραλληλογράμμων ἓν ὁποιονοῦν σὺν τοῖς δύο παραπληρώμασιν,2 ὅσπερ περὶ τὸ αὐτὸ εἶδος περιτιθέμενος ἀεὶ τὸ αὐτὸ φυλάττει. καὶ οἱ ἀριθμητικοὶ δὲ γνώμονας καλοῦσι πάντας τοὺς περιττοὺς ἀριθμοὺς διὰ τὴν αὐτὴν αἰτίαν. ἐὰν γὰρ συνθῇς ἀπὸ μονάδος ἐφεξῆς πάντας τοὺς περιττοὺς ἀριθμούς, οἷον αʹ γ’ εʹ ζʹ θ’ ιαʹ ιγʹ, καὶ τοῦτο ἐπ’ ἄπειρον, εἶτα ἀρξάμενος συνθῇς τὸν γ’ τῇ μονάδι, ποιεῖς τετράγωνον ἀριθμὸν τὸν δ’ (τετράγωνος δὲ καὶ ἡ μονάς· ἅπαξ γὰρ ἡ μία πάλιν μίαν ποιεῖ), εἶτα τῷ δ’ ἐπισυνθεὶς τὸν εʹ ποιεῖς τὸν θ’ πάλιν τετράγωνον, καὶ τούτῳ τὸν ζʹ ποιεῖς τὸν ιςʹ, καὶ τούτῳ τὸν θ’ ποιεῖς τὸν κεʹ, καὶ τούτῳ τὸν ιαʹ ποιεῖς τὸν λςʹ, καὶ οὕτως ἐπ’ ἄπειρον τοὺς ἐφεξῆς περιττοὺς τοῖς γινομένοις συντιθεὶς τὸ αὐτὸ εἶδος φυλάττεις τῶν τετραγώνων. καὶ ἄλλην δὲ γένεσιν τῶν τετραγώνων παραδιδόασιν, εἰ καὶ τοῦ προκειμένου μικρὸν παρεκβαίνομεν, τὴν λεγομένην κατὰ δίαυλον, οὐ μόνον τὴν γένεσιν τὴν τῶν τετραγώνων ἀριθμῶν ἡμᾶς διδάσκουσαν, ἀλλὰ καὶ τὴν πλευρὰν ἀφ’ ἧς ἕκαστος ἀναγράφεται. ἐκθοῦ γὰρ τὸ χύμα τῶν ἀριθμῶν ἀπὸ μονάδος καὶ ἐπ’ ἄπειρον, εἶτα ἀρξάμενος ἀπὸ μονάδος καὶ συντιθεὶς τοῖς ἐφεξῆς ἀναπόδιζε μέχρι τῆς μονάδος, καὶ πάντας τοὺς γινομένους τετραγώνους εὑρήσεις, οἷον αʹ βʹ γ’ δ’ εʹ ςʹ ζʹ ηʹ θ’ ιʹ ιαʹ ιβʹ καὶ ἐπ’ ἄπειρον· σύνθες τὴν μονάδα τῇ δυάδι, καὶ ἀνακάμψας ἐπισύνθες τὴν μονάδα, καὶ ποιεῖς τὸν δ’ τετράγωνον· πάλιν ἀρξάμενος μέχρι τοῦ γ’ καὶ ἀνάκαμψον πάλιν μέχρι τῆς μονάδος, καὶ ποιεῖς τὸν θ’.
“数中所发生的事情是这一点的证据;因为当折尺形围绕着‘一’以及分别放置时,有时形式变得不同,有时形式成为一。” 在此也应当指出,亚里士多德本人也知道他们是在象征性地陈述这些话;因为他认为他们所说的被奇数限定的偶数,并不是指数中的偶数与奇数,而是通过它们表示某些别的事物,所以他补充说,他们将数中所发生的事情当作所说之事的证据,就如同他们所说的数作为其象征的那些事物并非是数一样(尽管他们所说的一个是界限、一个是无限的原是奇数与偶数);因此,他们是通过这些暗指某些别的事物。关于这一点就说到这里;但为了让我们理解所说的话,让我们先讲一讲算术家和几何学家把什么称为折尺形。如果有人取一个正方形区域并将其分成四个相等的正方形,那么构成类似于字母Γ形状的三个正方形被几何学家称为折尺形,正如在《范畴篇》中所说的那样,当这个折尺形被围绕在剩余的正方形周围时,使它增大,却不使它发生质的改变;因为正是由于这个原因它才被称为折尺形,即当它围绕正方形放置时,保持了相同的形式。不仅在正方形的情形下折尺形保持相同的形式,而且在每一个平行四边形中也是如此;因为正如几何学家所定义的那样,在每一个平行四边形中,对角线周围的任何一个平行四边形连同两个补形构成折尺形,当它围绕相同的形式放置时,始终保持相同的形式。算术家也出于同样的原因把所有奇数称为折尺形。因为如果你从单子开始连续组合所有的奇数,例如 αʹ, γ’, εʹ, ζʹ, θ’, ιαʹ, ιγʹ,并如此无限进行下去,然后从头把 γ’ 与单子组合,你就产生平方数 δ’(单子也是平方数;因为一乘一又产生一),然后把 εʹ 附加到 δ’ 上,你就再次产生平方数 θ’,在此基础上加上 ζʹ 你就产生 ιςʹ,再加上 θ’ 你就产生 κεʹ,再加上 ιαʹ 你就产生 λςʹ,如此无限地将连续的奇数加到所得的结果上,你就保持了正方形的相同形式。他们还传授了另一种正方形数的生成方法(即使我们稍微偏离了面前的主题),即所谓的往复式生成法,它不仅教会我们正方形数的生成,而且教会我们每个〔正方形数〕由以画出的边。因为把从单子开始直到无限的数流排列出来,然后从单子开始依次相加并折返回到单子,你就会发现所有生成的数都是平方数:例如 αʹ, βʹ, γ’, δ’, εʹ, ςʹ, ζʹ, ηʹ, θ’, ιʹ, ιαʹ, ιβʹ 乃至无限;将单子加到二上,然后折返回来加上单子,你就产生平方数 δ’;再次从头开始直到 γ’ 并再次折返回到单子,你就产生 θ’。
- 3.70ὡς γὰρ δὴ τὸ ἄρτιον, ὅπερ ἔφη ὑπὸ περιττοῦ περαίνεσθαι, μὴ ἐπὶ τοῦ κατὰ τοὺς ἀριθμοὺς ἀρτίου καὶ περιττοῦ λεγόντων, ἀλλὰ ἄλλα τινὰ διὰ τούτων σημαινόντων
由 ὡς 引导的属格独立结构,逻辑主语为上下文中的毕达哥拉斯学派。小词 ὡς 表示亚里士多德所理解的他们的意图或前提(“视他们并非就……而言说”),从而为主动词 ἐπήγαγεν(补充道)提供理由。
- 3.70παντὸς παραλληλογράμμου τῶν περὶ τὴν διάμετρον παραλληλογράμμων ἓν ὁποιονοῦν σὺν τοῖς δύο παραπληρώμασιν
依据欧几里得《几何原本》卷二定义2对平行四边形折尺形的定义。在表示范围的属格 παντὸς παραλληλογράμμου(对于每一个平行四边形而言)的框架下,部分属格 τῶν περὶ τὴν διάμετρον παραλληλογράμμων(对角线周围的平行四边形中)修饰 ἓν ὁποιονοῦν(任何一个),并与 σὺν τοῖς δύο παραπληρώμασιν(连同两个补形)结合。
