← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§391.1-392.8

毕达哥拉斯学派论天外无限与奇偶数

斐洛波诺斯探讨了毕达哥拉斯学派不将数视为分离的以及天外存在无限的观点,否定了对吸入无限者的字面理解,将其解释为关于造物主无限能力的象征性表述;接着阐明偶数象征质料、奇数象征形式,说明受形式限定的质料如何造成无限分割与个体的无限繁衍。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.68

" Οὐ γὰρ χωριστὸν εἶναι λέγουσι τὸν ἀριθμόν." Οὐ τὸν ἀριθμὸν ἁπλῶς ἔλεγον εἶναι ἄπειρον, ἀλλὰ τὸν ἄρτιον ἀριθμόν. τοῦτον οὖν τὸν ἀριθμὸν οὐ χωριστὸν ποιοῦσι, τουτέστιν οὐκ ἀσώματον οὐδὲ κεχωρισμένον παντελῶς τῶν αἰσθητῶν, ἀλλ’ ἐν αὐτοῖς οἷον στοιχεῖον αὐτῶν ὄντα. καὶ εἶναι δὲ ἔξω τοῦ οὐρανοῦ ἄπειρον. ὡς δὴ ἄπειρόν τι ποιούντων ἔξω τοῦ οὐρανοῦ1 ἤτοι κενὸν ἢ μᾶλλον ἴσως σῶμα, ὅπερ καί φασιν ἀναπνέοντας ἡμᾶς ζῆν, ὡς καὶ αὐτὸς ἐρεῖ ὁ Ἀριστοτέλης. ᾧ καὶ δῆλον πάλιν συμβολικῶς ταῦτα παρ’ ἐκείνων λέγεσθαι· οὐ γὰρ δὴ τετρῆσθαι τὸν οὐρανὸν ὑπενόουν, καὶ οὕτως ἔξωθεν εἰς τὸν κόσμον εἰσκρίνεσθαι τὸ ἄπειρον, ὅπερ ἀναπνέοντας ἡμᾶς ζῆν, ἀλλὰ τὴν ἄπειρον ἴσως τοῦ δημιουργοῦ ᾐνίττοντο δύναμιν, ἐξ ἧς τὸ εἶναι καὶ τὸ διαμένειν πᾶσιν ὑπάρχει. ἔξω δὲ τοῦ οὐρανοῦ ταύτην εἶναι οὐ τοπικῶς ἀκουστέον, ἀλλ’ οὐσιωδῶς, τουτέστιν ἐξῃρημένην πάσης τῆς σωματικῆς οὐσίας. καὶ ὁ Πλάτων δὲ ἐν ταῖς ἰδέαις ἀποτιθέμενος τὸ ἄπειρον, τὸ κατὰ τὴν δύναμιν δήπου ἄπειρον ἂν λέγοι, τῷ ἔχειν ἐπ’ ἄπειρον δύναμιν προακτικὴν τῶν τῇδε.

“因为他们不说数是分离的。” 他们并非径直说数是无限的,而是说偶数是无限的。因此,他们并不把这种数设定为分离的,即不是无形体的,也不是完全脱离可感觉事物的,而是在它们之中,如同它们的基本元素一样。而且他们还说在天之外存在着无限。他们仿佛确实在天之外设定了某种无限的东西,要么是虚空,要么也许更可能是物体,他们说我们通过吸入它而生存,正如亚里士多德本人也将要指出的那样。由此也再次清楚表明,这些说法是由他们象征性地陈述的;因为他们绝不会设想天已被穿孔,而无限者就这样从外部渗入宇宙之中并让我们通过吸入它而生存,他们也许是在暗示造物主的无限能力,正是由于这种能力,所有事物才具有存在与持续。而这种能力处于天之外,不应从空间上去理解,而应从本质上去理解,即它超拔于一切物体性实体之外。柏拉图在将无限置于理念之中时,肯定也是指依能力而言的无限,因为理念具有无限引出此岸事物的能力。

§3.69

"Καὶ οἱ μὲν τὸ ἄπειρον εἶναι τὸ ἄρτιον· τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιττοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν.2" Οἱ Πυθαγόρειοι, φησί, τὸ ἄπειρον τὸ ἄρτιον ἔλεγον· τοῦτο γὰρ αἴτιον ἔλεγον εἶναι τῆς ἀπειρίας τοῖς οὖσι· τὸ μὲν γὰρ περιττὸν περατωτικὸν καὶ ὁριστικὸν τῶν πραγμάτων (οὐ γὰρ δέχεται τὴν διαίρεσιν), τὸ δὲ ἄρτιον ἄπειρον. τὸ οὖν ἄρτιόν φησιν ἐναπολαμβανόμενον ὑπὸ τοῦ περιττοῦ αἴτιον εἶναι τοῖς οὖσι τῆς εἰς ἄπειρον τομῆς τῶν τε εἰδῶν καὶ τῶν ἀτόμων, καὶ τῆς ἐπ’ ἄπειρον διαιρέσεως τῶν πραγμάτων· τὸ μὲν γὰρ περιττὸν περατοῖ καὶ ὁρίζει, τὸ δὲ ἄρτιον τῆς ἐπ’ ἄπειρον τομῆς αἴτιόν ἐστιν ἀεὶ τὴν διχοτομίαν δεχόμενον. ἔστιν οὖν καὶ ἐκ τούτων σαφὲς ὡς ᾐνίττοντο διὰ μὲν τοῦ ἀρτίου τὴν ὕλην, διὰ δὲ τοῦ περιττοῦ τὸ εἶδος. ὄντος οὖν ἑκάστου εἴδους καθ’ αὑτὸ ἀμεροῦς τε καὶ ἀδιαιρέτου, ὅταν μὲν 〈ἐν〉 τῇ ὕλῃ τοῦτο γένηται καὶ οἷον ἐναπολάβῃ ὁρίσαν αὐτήν,3 συμβαίνει εἰς πολλὰ ἄτομα καταμερισθῆναι, οὐ δι’ ἑαυτόν (ἁπλοῦς γάρ ἐστι καὶ μονοειδὴς καὶ ἀδιάστατος ὁ τοῦ ἀνθρώπου λόγος τῆς οὐσίας), ἀλλὰ διὰ τὴν ὕλην ἐν ᾗ γέγονεν· αὕτη γὰρ αἰτία τῆς ἐπ’ ἄπειρον αὐξήσεως τοῦ πλήθους τῶν ἀτόμων τοῦ εἴδους ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος, ὥσπερ εἰ δακτύλιος εἰς κηροὺς ἄλλοτε ἄλλους σφραγίζει. ἔστιν οὖν κἀνταῦθα 〈αἴτιον〉 τῆς ἀπειρίας οὐχὶ τὸ εἶδος ἐν τῷ δακτυλίῳ (ἓν γὰρ τοῦτο καὶ τὸ αὐτό), ἀλλ’ ἡ ὕλη, τουτέστιν ὁ κηρός, ὃς ἀεὶ ὑπ’ αὐτοῦ ἐναπολαμβανόμενος ὁρίζεται καθ’ αὑτὸν ἀόριστος ὤν.

“有些人认为无限是偶数;因为偶数被包含并被奇数限定,赋予了存在者以无限性。” 他说,毕达哥拉斯学派称偶数为无限;因为他们说这是存在者具有无限性的原因;因为奇数是对事物的限定和规定者(因为它不容许划分),而偶数则是无限的。因此他说,偶数被奇数所包含,便成为存在者无论是形式还是单一个体向无限剖分、以及事物向无限分割的原因;因为奇数起限定和规定作用,而偶数由于总是容纳对半划分,乃是向无限剖分的原因。从而从这些事实也清楚看出,他们借由偶数暗示质料,借由奇数暗示形式。既然每个形式就其自身而言都是无部分且不可分的,那么当它在质料中生成、并通过规定质料而仿佛将质料包含时,它便会分化为许多单一个体,这不是由于它自身(因为人的实体的本质定义是单纯的、单一形式的和无广延的),而是由于它在其中生成的质料;因为在形式为一个且同一的同时,正是质料构成了单一个体数量向无限增大的原因,正如印章在不同时间印入不同蜡块一样。因此在这里,无限性的原因也不是印章中的形式(因为这是一个且同一的),而是质料,即蜡,它就自身而言是不定的,却因总是被形式所包含而得以规定。

语法注3 条
  1. 3.68ὡς δὴ ἄπειρόν τι ποιούντων ἔξω τοῦ οὐρανοῦ

    连词 ὡς 与属格独立结构(ποιούντων)连用,引出归于毕达哥拉斯学派的表面理由或假定主张。随后的 ὅπερ καί φασιν... 是关系从句,其先行词为 ἄπειρόν τι(或 σῶμα)。

  2. 3.69τοῦτο γὰρ ἐναπολαμβανόμενον καὶ ὑπὸ τοῦ περιττοῦ περαινόμενον παρέχειν τοῖς οὖσι τὴν ἀπειρίαν

    引自亚里士多德原文(引文),构成代表间接引语的带不定式的宾格结构。不定式 παρέχειν 的逻辑主语是中性代词 τοῦτο(即 τὸ ἄρτιον),被动分词 ἐναπολαμβανόμενον 和 περαινόμενον 与之保持性数格一致。

  3. 3.69οἷον ἐναπολάβῃ ὁρίσαν αὐτήν

    虚拟语气动词 ἐναπολάβῃ 的主语是前述的形式(τοῦτο = τὸ εἶδος),并将质料(αὐτήν)作为直接宾语。主动分词 ὁρίσαν 也是中性单数主格,与主语(εἶδος)一致,表达主动的规定关系:“[形式]通过限定质料而包容质料”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:391.1-392.8