← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§389.21-390.27

自然学对象中有限与无限的区分

斐洛波诺斯基于拥有与缺乏的逻辑特性,解释了亚里士多德为何将有限与无限的区分应用于自然哲学的对象,同时说明了状态和点等例外情况,并注解了关于该项考察固有地属于自然科学的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.65

" Εἰ καὶ μὴ πᾶν ἐστιν ἢ ἄπειρον ἢ πεπερασμένον." Ἐπειδὴ τὰ ὑποβεβλημένα τῷ φυσικῷ διεῖλεν εἰς τὸ πεπερασμένον καὶ τὸ ἄπειρον, οὐκ ἔστι δὲ καθολικὴ ἡ διαίρεσις ἡ κατὰ στέρησιν καὶ ἕξιν (μόνη γὰρ ἡ κατὰ ἀντίφασιν διαίρεσις ἐπὶ πάντων ἁρμόζει τῶν ὄντων καὶ μὴ ὄντων), διὰ τοῦτό φησιν ὅτι πάντα τὰ ὑποβεβλημένα τῷ φυσικῷ διαιροῦνται εἰς τὸ ἄπειρον καὶ τὸ πεπερασμένον, εἰ καὶ μὴ πάντα τὰ ὄντα ἢ ἄπειρά ἐστιν ἢ πεπερασμένα· ἐν οἷς γὰρ ἀνάγκη πάντως, ἢ τὴν ἕξιν ὑπάρχειν ἢ τὴν στέρησιν, ἐν τούτοις ἡ καθ’ ἕξιν καὶ στέρησιν διαίρεσις ἰσοδυναμεῖ τῇ κατ’ ἀντίφασιν διαιρέσει. ὥσπερ εἴ τις εἶπεν ὅτι τῶν ἀνθρώπων οἱ μὲν ὄψιν ἔχουσιν οἱ δὲ τυφλοί εἰσι, περιελάμβανε1 πάντας τοὺς ἀνθρώπους, διότι πέφυκεν ὁ ἄνθρωπος εὐθὺς ἢ ὄψιν ἔχειν ἢ τυφλότητα καὶ ἰσοδυναμεῖ ἐπὶ τούτων ἡ κατὰ ἕξιν καὶ στέρησιν διαίρεσις τῇ κατὰ ἀντίφασιν, εἰ μέντοι εἶπεν ὅτι τῶν κυνῶν οἱ μὲν ὄψιν ἔχουσιν οἱ δὲ τυφλοί εἰσιν, οὐκέτι περιελάμβανε πάντας τοὺς κύνας ἡ διαίρεσις διὰ τὰ σκυλάκια·2 οὕτω, φημί, ἐπειδὴ πάντα τὰ ὑποβεβλημένα τῷ φυσικῷ πεφύκασιν εὐθὺς ἢ ἄπειρα ἢ πεπερασμένα εἶναι, διὰ τοῦτο εἶπεν ὅτι ἀνάγκη τὰ ὑποβεβλημένα τῷ φυσικῷ ἢ ἄπειρα ἢ πεπερασμένα εἶναι, εἰ καὶ μὴ πάντα τὰ ὄντα περιλαμβάνει ἡ διαίρεσις αὕτη.

“即使并非一切事物要么是无限的要么是有限的。” 由于他将属于自然哲学家的研究对象区分为有限与无限,但按照缺乏与拥有的区分并非普遍适用的(因为唯独按照矛盾对立的区分才适用于所有存在者与非存在者),因此他说,属于自然哲学家的所有对象都被区分为无限与有限,即使并非所有存在者要么是无限的要么是有限的;因为凡是在必然完全要么具备拥有要么具备缺乏的事物中,按照拥有与缺乏的区分就等同于按照矛盾对立的区分。正如若有人说在人类中一些人有视力而另一些人眼瞎,他就会包容所有的人,因为人类天生就直接要么具有视力要么具有眼盲,在这些事物上按照拥有与缺乏的区分等同于按照矛盾对立的区分;然而,若他说在犬类中一些有视力而另一些眼瞎,由于幼犬的缘故,这一区分便不再包容所有的犬;我意指,同样由于属于自然哲学家的所有对象天生就直接要么是无限的要么是有限的,正因如此他才说,属于自然哲学家的对象必然要么是无限的要么是有限的,即使这一区分并不包容所有的存在者。

§3.66

"Οἷον πάθος ἢ στιγμή· τῶν γὰρ τοιούτων ἴσως οὐθὲν ἀναγκαῖον ἐν θατέρῳ τούτων εἶναι." Πάθος φησὶ λευκότητα ἢ μελανίαν καὶ ἁπλῶς ποιότητα. ταῦτα οὖν οὔτε ἄπειρά ἐστιν οὔτε πεπερασμένα, ἐπειδὴ μηδὲ μεγέθη ὅλως. προσέθηκε δὲ τὸ ἴσως, διότι λέγεταί ποτε πολλὴ καὶ ἡ λευκότης εἶναι καὶ ὀλίγη, ὡς εἴρηται καὶ ἐν Κατηγορίαις, οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, τῷ ἐν πολλῇ εἶναι ἐπιφανείᾳ. οὕτως οὖν λέγοιτ’ ἂν καὶ ἄπειρος εἶναι ποιότης ἢ πεπερασμένη, τῷ τὴν ἐπιφάνειαν ἐν ᾗ ὑπάρχει ἢ ἄπειρον εἶναι ἢ πεπερασμένην. λεχθείη δ’ ἂν καὶ τὸ σημεῖον ἄπειρον οὐ τῷ ἀδιεξίτητον εἶναι, ἀλλὰ τῷ πέρας μὴ ἔχειν (αὐτὸ γὰρ πέρας ἐστίν), ὥσπερ καὶ τὸν κύκλον ἄπειρόν φαμεν τῷ μὴ ἔχειν πέρατα, καὶ ‘χιτῶνα ἄπειρόν’ φασι τὸν μὴ ἔχοντα διαίρεσιν, ἢ πόσιν ἀπείρῳ περιβαλοῦσ’ ὑφάσματι.3 ἐν θατέρῳ δὲ τούτων φησὶν ἐν τῷ ἀπείρῳ ἢ τῷ πεπερασμένῳ.

“例如状态或点;因为对于此类事物,也许没有任何一个是必然处于这两者之一的。” 他所说的状态是指白或黑以及纯粹的性质。因此这些既非无限亦非有限,因为它们根本不是量度。但他之所以加上“也许”,是因为白有时也被称为多和少,正如在《范畴篇》中也谈到的那样,这不是就其自身而言,而是偶性地,通过处于广大表面之中而被称为多的。因此依此方式,某种性质也可能被称为无限或有限,这是由于它所从属的表面要么是无限的要么是有限的。点也可能被称为无限,并非由于不可遍历,而是由于没有界限(因为它自身就是界限),正如我们也把圆由于没有界限而称为无限,人们称没有开衩的短袍为“无限的短袍”,或者说“以无限的织物裹住丈夫”。他说“处于这两者之一”,意指处于无限或有限之中。

§3.67

"Σημεῖον δὲ ὅτι τῆς ἐπιστήμης ταύτης οἰκεία ἡ θεωρία." Τῆς φυσικῆς δηλονότι ἐπιστήμης. δείξας δὲ ἐξ αὐτῶν τῶν πραγμάτων, ὅτι οἰκεῖος τῷ φυσικῷ ὁ περὶ τοῦ ἀπείρου λόγος, νῦν δείκνυσι καὶ ἐκ τῆς τῶν παλαιῶν καὶ ἐπισήμων φιλοσόφων χρήσεως.

“这是该项考察属于这门科学的标志。” 显然是属于自然科学。他在通过事实本身表明关于无限的论述属于自然哲学家之后,现在又从古代著名哲学家的做法中表明了这一点。

语法注3 条
  1. 3.65ὥσπερ εἴ τις εἶπεν ... περιελάμβανε

    在条件从句 εἴ τις εἶπεν 之后,主句谓语使用了不带 ἄν 的未完成过去时直陈式 περιελάμβανε。这表达了针对某种假设情况的反事实或推论性结论,省略 ἄν 强调了该推论一旦设定前提就必然成立的确定性。

  2. 3.65διὰ τὰ σκυλάκια

    初生不久的幼犬(σκυλάκια)在初期并不睁眼,但这并不是机能的缺乏(盲),而是发育未完成,因此若将犬区分为“有视力的”与“盲的”,幼犬便不属于任何一方,导致该区分不能穷尽所有犬类。

  3. 3.66ἢ πόσιν ἀπείρῳ περιβαλοῦσ’ ὑφάσματι

    引用自悲剧诗句(化用埃斯库罗斯等人的表达)。其中包含主格单数阴性分词 περιβαλοῦσα 的省略形式 περιβαλοῦσ’,作为独立的引文短语出现,用以说明 ἄπειρος 在修饰织物(网)时意为“无尽头的 / 无开口的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:389.21-390.27