← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§387.27-389.20

柏拉图与毕达哥拉斯派无限学说的比较

斐洛庞努斯详细阐述了将无限确立为自身本原的柏拉图与毕达哥拉斯派之间的异同,并解释了毕达哥拉斯派何以在象征意义上将偶数等同于无限及质料。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.64#2

διαφέρονται δὲ πρὸς ἀλλήλους ὅ τε Πλάτων καὶ οἱ Πυθαγόρειοι· οἱ μὲν γὰρ Πυθαγόρειοι ἀριθμὸν λέγουσιν εἶναι τὸ ἄπειρον, ἀριθμὸν δὲ οὐ χωριστόν τινα οὐδὲ ἀσώματον, ἀλλ’ αἰσθητόν τινα καὶ στοιχεῖον ὄντα καὶ ἀρχὴν πάντων τῶν αἰσθητῶν (πάντα γὰρ ἐκ τῶν ἀριθμῶν ὡς ἐξ ἀρχῶν παράγουσι τὰ αἰσθητά, κἀντεῦθέν φασι “τῷ ἀριθμῷ δὲ πάντ’ ἐπέοικε”, καὶ τὴν πηγὴν τῆς φύσεως τετρακτύν φησιν εἶναι), εἶναι δὲ μὴ μόνον ἐν τοῖς αἰσθητοῖς τὸ ἄπειρον, ἀλλὰ καὶ τὸ ἔξω τοῦ οὐρανοῦ ἄπειρον εἶναι, οὔτε ὁποῖόν ἐστι τοῦτο οὔτε εἰς ὅ τι χρήσιμον διορίζοντες· Πλάτων δὲ εἶναι μὲν καὶ αὐτὸς ἐν τοῖς αἰσθητοῖς τὸ ἄπειρον καὶ ἀρχὴν εἶναι τῶν αἰσθητῶν ἁπάντων, ἔξω δὲ τοῦ οὐρανοῦ οὐδὲν εἶναι παντάπασιν οὔτε σῶμα οὔτε ἀσώματον, τὸ μέντοι ἄπειρον μὴ μόνον ἐν τοῖς αἰσθητοῖς εἶναι ἀλλὰ καὶ ἐν ταῖς ἰδέαις, τὰς δὲ ἰδέας μήτε ἐντὸς εἶναι τοῦ οὐρανοῦ μήτε ἐκτός· μηδὲ γὰρ ὅλως σῶμα εἶναι. καὶ οἱ μὲν Πυθαγόρειοι τὸ ἄπειρον τὸ ἄρτιόν φασι, Πλάτων δὲ τὸ ἄπειρον δύο φησίν, ὅπερ καλεῖ μέγα καὶ μικρόν. διαφέρουσιν οὖν πρὸς τοὺς φυσικοὺς ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι τῷ τοὺς μὲν οὐσίαν ὑποτίθεσθαι τὸ ἄπειρον, τοὺς δὲ φυσικοὺς συμβεβηκός τι τῇ οὐσίᾳ, καὶ διὰ τοῦτο οἱ μὲν καθ’ αὑτὸ ἀρχὴν ὑποτίθενται τὸ ἄπειρον, οἱ δὲ φυσικοὶ κατὰ συμβεβηκός. καὶ συμβαίνει τοῖς μὲν Πυθαγορείοις καὶ τῷ Πλάτωνι καὶ τὸ μέρος τοῦ ἀπείρου ἄπειρον λέγειν, ἐπειδὴ αὐτοουσίαν εἶναί φασι τὸ ἄπειρον (ὥσπερ οὖν τὸ μέρος τῆς οὐσίας οὐσία, οὕτως τὸ μέρος τοῦ ἀπείρου ἄπειρον), τοῖς δὲ φυσικοῖς οὐκέτι τὸ μέρος τοῦ ἀπείρου ἄπειρον· τῷ γὰρ ὅλῳ ἤτοι ἀέρι ἢ ὕδατι τὸ ἄπειρον ἐπισυμβέβηκεν, οὐ τῷ μέρει. καὶ οἱ φυσικοὶ δὲ πλεῖστον ὅσον διαφέρουσιν ἀλλήλων· κοινὸν μὲν γὰρ πάντων τῶν φυσικῶν τὸ μεγέθει τὸ ἄπειρον ὑποτίθεσθαι ἢ πλήθει, καὶ εἰς δύο ταῦτα πάντες διῄρηνται (οἱ μὲν γὰρ τῷ μεγέθει, οἱ δὲ τῷ πλήθει τὸ ἄπειρον ὑποτίθενται), τίς δὲ ἡ διαφορὰ αὐτῶν πρὸς ἀλλήλους, τὴν λέξιν ἐπιόντες ὀψόμεθα. Ἰστέον δὲ ὅτι ὥσπερ εἰώθεσαν οἱ Πυθαγόρειοι συμβολικῶς τὰς διδασκαλίας ἐκ τῶν ἀριθμῶν ποιεῖσθαι, οὕτω καὶ τὸ ἄπειρον συμβολικῶς ἐν ταῖς ἀρχαῖς ἀπετίθεντο. καὶ ὅτι τοῦτό ἐστι, καὶ ἐξ αὐτῶν τῶν ῥητῶν τοῦ Ἀριστοτέλους ἔστιν ἑλεῖν· τὸ γὰρ ἄπειρον, φησί, τὸ ἄρτιον ἔλεγον, ὥσπερ οὖν καὶ πέρας τὸ περιττόν· συγκεῖσθαι οὖν πάντα ἐκ πέρατος καὶ ἀπειρίας. ὥσπερ οὖν τοὺς μέχρι δεκάδος ἀριθμοὺς ἄλλον ἄλλων σύμβολα εἶναι ἔλεγον (ἐκάλουν γὰρ τὸν μὲν εʹ δίκην διὰ τὸ τοὺς μέχρι δεκάδος ἀριθμοὺς δίχα διαιρεῖν, τὸν δὲ ϛʹ γάμον διότι ἐκ τοῦ πρώτου ἀρτίου τοῦ βʹ καὶ τοῦ πρώτου περιττοῦ τοῦ γʹ πολλαπλασιαζομένων ἐφ’ ἑαυτοὺς ἀποτελεῖται, ἀναλογεῖ δὲ τὸ μὲν ἄρτιον τῷ θήλει, τὸ δὲ περιττὸν τῷ ἄρρενι· ἐπεὶ οὖν ἐκ τοῦ συνδυασμοῦ τούτου γεννᾶται ὁ ϛʹ, γάμον αὐτὸν ἐκάλουν. καὶ ἄλλον ἄλλων τινῶν πραγμάτων σύμβολον ἐποιοῦντο, ὥσπερ οὖν τοὺς ἀριθμοὺς σύμβολα 〈ἄλλον〉 ἄλλων ἐποιοῦντο, οὕτω δὲ καὶ τὰ πάθη αὐτῶν, καὶ τὸ μὲν ἄρτιον σύμβολον ἐποιοῦντο τῆς ὕλης,1 τὸ δὲ περιττὸν τοῦ εἴδους, ἐξ ὧν συνδυαζομένων τὰ πράγματα γεννᾶσθαι. ἀπείκαζον δὲ τῇ μὲν ὕλῃ τὸ ἄρτιον, διότι ὥσπερ τὸ ἄρτιον πρὸς τῆς διαιρέσεώς ἐστι,2 τὸ δὲ περιττὸν πρὸς τοῦ ἀδιαιρέτου, οὕτω καὶ ἡ μὲν ὕλη διαιρέσεώς ἐστι καὶ ἀοριστίας αἰτία, πέρατος δὲ καὶ ὅρου τὸ εἶδος. διὰ τοῦτο μὲν οὖν ἄπειρον τὸ ἄρτιον ἔλεγον, διότι τῆς ἐπ’ ἄπειρον τομῆς τὸ ἄρτιον αἴτιον· ἡ γὰρ διχοτομία τὴν ἐπ’ ἄπειρον ποιεῖ τῶν μεγεθῶν τομήν. ἄπειρον δὲ καὶ ἡ ὕλη, διότι τοῖς μεγέθεσι καὶ πᾶσι τοῖς φυσικοῖς τῆς διαστάσεως καὶ ἀοριστίας καὶ τῆς ἐπ’ ἄπειρον τομῆς καὶ πλήθους αὕτη ἐστὶν αἰτία. ὅτι δὲ καὶ ὁ Πλάτων Πυθαγόρειος ὢν τὸ ἄπειρον τὴν ὕλην ἔλεγεν, αὐτῇ λέξει φησὶν ὁ Ἀριστοτέλης· Πλάτων γάρ φησι δύο τὰ ἄπειρα λέγει, τὸ μέγα καὶ τὸ μικρόν. ὅτι δὲ τὴν ὕλην τὸ μέγα καὶ τὸ μικρὸν ἔλεγεν ὁ Πλάτων, σαφῶς εἶπεν ὁ Ἀριστοτέλης καὶ ἐν ἄλλοις πολλοῖς, καὶ ἐν τῷ πρώτῳ βιβλίῳ ταύτης τῆς πραγματείας, τὴν δὲ μονάδα τὸ εἶδος.

柏拉图和毕达哥拉斯派彼此之间有所不同:因为毕达哥拉斯派说无限是数,而且这个数既非分离的亦非非物体的,而是可感觉的,且是所有可感觉事物的元素和本原(因为他们把所有可感觉事物像从本原中那样从数中引出,并由此说“万物皆类似于数”,且他说自然的源泉是四元体),并且他们说无限不仅存在于可感觉事物之中,而且天外之物也是无限的,既未界定这是何种东西,也未界定它对何事有用;而柏拉图自己也主张无限存在于可感觉事物之中,并且是所有可感觉事物的本原,但在天外则绝无任何东西,无论是物体还是非物体,然而无限不仅在可感觉事物之中,而且也在理念之中,而理念既不在天之内,也不在天之外;因为它们根本不是物体。并且毕达哥拉斯派说无限是偶数,而柏拉图说无限是二,即他所称的大和小。因此,柏拉图和毕达哥拉斯派与自然哲学家的区别在于,前者把无限假定为实体,而自然哲学家则把无限假定为实体的某种偶性,正因如此,前者把无限假定为就其自身而言的本原,而自然哲学家则假定为偶性的本原。而且毕达哥拉斯派和柏拉图由此得出的结果是,也说无限的部分是无限的,因为他们说无限是实体本身(正如实体的部分是实体一样,无限的部分也是无限的);而对于自然哲学家来说,无限的部分则不再是无限的;因为无限是附随于整体的,即附随于空气或水,而不是附随于部分。但自然哲学家彼此之间的差异也极其巨大;因为在量度上或在多数性上假定无限是所有自然哲学家共同的,并且所有人都被区分为这两类(因为一些人在量度上,另一些人在多数性上假定无限),但他们彼此之间的差异是什么,我们将在阅读原文时看到。应当知晓的是,正如毕达哥拉斯派习惯于从数中象征性地进行讲授一样,他们也同样在诸本原中象征性地安放了无限。而这一点确实如此,从亚里士多德的原话中也能得知;因为他说,他们把无限称为偶数,正如把界限称为奇数一样;因此万物皆由界限和无限性构成。正如他们说十以内的数各自是不同事物的象征一样(因为他们把五称为正义,由于它将十以内的数平分;把六称为婚姻,因为它是由第一个偶数二与第一个奇数三互相相乘而生成的,而偶数对应于雌性,奇数对应于雄性;因此,既然六是由这种结合生成的,他们便称之为婚姻。而且他们把其它数作为其它某些事物的象征,正如他们把数各自作为不同事物的象征一样,对它们的属性亦是如此),他们也把偶数作为质料的象征,把奇数作为形式的象征,事物由它们的结合而生成。他们把偶数比作质料,是因为正如偶数属于分割的一方,而奇数属于不可分割的一方,质料同样是分割与不定性的原因,而形式则是界限与限定的原因。因此,正因如此他们才称偶数为无限,是因为偶数是无限分割的原因;因为二分法造成了量度的无限分割。而质料也是无限的,因为对于量度和所有自然事物而言,它本身就是伸张、不定性、无限分割以及多数性的原因。至于柏拉图作为毕达哥拉斯派也把质料称为无限,亚里士多德以其原话表述道:因为亚里士多德说柏拉图讲两个无限,即大和小。而柏拉图把质料称为大和小,亚里士多德在其它许多地方以及在这部专论的第一卷中都明确讲过,并且把单子称为形式。

语法注2 条
  1. 3.64ὥσπερ οὖν τοὺς μέχρι δεκάδος ἀριθμοὺς ἄλλον ἄλλων σύμβολα εἶναι ἔλεγον ... καὶ τὸ μὲν ἄρτιον σύμβολον ἐποιοῦντο τῆς ὕλης

    这是一个夹带长插入成分(ἐκάλουν γὰρ ... 解释婚姻数等)的悬垂句式。在长篇插入之后,主句的核心句式 καὶ τὸ μὲν ἄρτιον σύμβολον ἐποιοῦντο τῆς ὕλης(“他们把偶数作为质料的象征”)才得以接续。中间的 ὥσπερ οὖν τοὺς ἀριθμοὺς σύμβολα 〈ἄλλον〉 ἄλλων ἐποιοῦντο, οὕτω δὲ καὶ τὰ πάθη αὐτῶν 起到了在偏离主题后重新呼应并总结前文比较关系的作用。

  2. 3.64πρὸς τῆς διαιρέσεώς ἐστι

    介词 πρός 接属格的习惯用法,意为“属于……的一方”或“具有……的倾向/性质”。紧随其后的 πρὸς τοῦ ἀδιαιρέτου 亦同此结构,将偶数归于“分割的一方”,而将奇数归于“不可分割的一方”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:387.27-389.20