← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§386.14-387.26

自然学中研究无限的必然性及诸先哲观点

在亚里士多德转入《物理学》第3卷后半部分对无限的探讨之际,菲洛波诺斯概述了自然哲学的研究对象(量度、运动、时间)与无限之划分的必然联系,以及自然哲学家们与柏拉图、毕达哥拉斯派关于无限作为本原的学说差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.64#1

" Ἐπεὶ δέ ἐστιν ἡ περὶ φύσεως ἐπιστήμη περὶ μεγέθη καὶ κίνησιν καὶ χρόνον." Εἴπομεν ἐξ ἀρχῆς τοῦ βιβλίου τούτου, ὅτι δύο ἐστὶ περὶ ὧν ἐν τούτῳ τῷ βιβλίῳ τὸν λόγον ποιεῖται ὁ φιλόσοφος, περὶ κινήσεως καὶ ἀπείρου, ὥσπερ ἐν τῷ ἐφεξῆς περὶ χρόνου τόπου κενοῦ. ἀπαρτίσας οὖν τὸν περὶ κινήσεως λόγον καὶ εἰπὼν τί τέ ἐστιν ἡ κίνησις καὶ ἐν τίσι θεωρεῖται καὶ πόσα εἴδη κινήσεως, προτίθεται λοιπὸν ἐντεῦθεν περὶ τοῦ ἀπείρου διαλεχθῆναι. καὶ ὥσπερ εἴωθε σχεδὸν ἐν πᾶσι τοῖς προβλήμασι, οὕτω καὶ ἐνταῦθα ποιεῖ· πρότερον δείκνυσιν ὅτι ἀναγκαῖος τῷ σκοπῷ τῆς πραγματείας ὁ περὶ τοῦ προκειμένου προβλήματος λόγος. καὶ ἐνταῦθα μέλλων διαλεχθῆναι περὶ τοῦ ἀπείρου εἴτε ἔστιν εἴτε μή, καὶ εἰ ἔστι, πότερον οὐσία ἐστὶν ἢ συμβεβηκὸς καὶ ἐν τίσι θεωρεῖται καὶ ἐν τίσι τὸ εἶναι ἔχει, πρότερον δείκνυσιν ὅτι ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τοῦ ἀπείρου λόγος, ἵνα συντονωτέρους ποιήσῃ πρὸς τὴν ἀντίληψιν τοὺς ἐφιεμένους τῆς φυσικῆς ἐν ἕξει γενέσθαι θεωρίας.1 ὅτι οὖν ἀναγκαῖος τῷ φυσικῷ ὁ περὶ τοῦ ἀπείρου λόγος δείκνυσι διχόθεν, πρῶτον μὲν ἐκ τοῦ τὰ ὑποβεβλημένα ἅπαντα τῷ φυσικῷ πράγματα διαιρεῖσθαι ἢ εἰς τὸ ἄπειρον ἢ εἰς τὸ πεπερασμένον, καὶ ἐκ τοῦ πάντας τοὺς ὁπωσοῦν διαλάμψαντας ἐν φιλοσοφίᾳ μὴ μόνον διαλαβεῖν περὶ ἀπείρου, ἀλλὰ καὶ ἀρχὴν αὐτὸ τῶν ὄντων εἶναι ὑποθέσθαι. τίνα οὖν τὰ ὑποβεβλημένα τῷ φυσικῷ πράγματα περὶ ὧν ποιεῖται τὸν λόγον; μεγέθη, φησί, καὶ κίνησις καὶ χρόνος· περὶ τούτων γὰρ πάντες οἱ φυσικοὶ διαλέγονται. ταῦτα δὲ πάντα ἀνάγκη πᾶσα ἢ πεπερασμένα εἶναι ἢ ἄπειρα, τά τε μεγέθη ὁμοίως καὶ ἡ κίνησις καὶ ὁ χρόνος· ἐπὶ ἑκάστου γὰρ τούτων τοῦτο ζητεῖσθαι εἴωθεν. ὥστε εἰ ταῦτα γνῶναι βούλεται ὁ φυσικός, ταῦτα δὲ τὴν εἰς τὸ ἄπειρον ἢ πεπερασμένον διαίρεσιν ἐπιδέχεται, ἀδύνατον ἄρα ταῦτα ἀκριβῶς γνῶναι τὸν μὴ ἐγνωκότα τί ποτε ὅλως ἐστὶ τὸ ἄπειρον, καὶ πρότερόν γε, εἰ ὅλως ἔστιν ἢ μή. τεκμήριον δὲ τοῦ καλῶς ἐν τῇ περὶ φύσεως πραγματείᾳ ζητεῖν ἡμᾶς τὸν περὶ τοῦ ἀπείρου λόγον, ὅτι πάντες ὅσοι ἀξίως λόγου τινὸς ἥψαντο τῆς φυσικῆς θεωρίας οὐ μόνον εἶναι τὸ ἄπειρον λέγουσιν, ἀλλὰ καὶ ἀρχὴν αὐτὸ εἶναι τῶν ὄντων ὑποτίθενται. Πλείστη δὲ τούτων ἡ πρὸς ἀλλήλους διαφορὰ περὶ τῆς τοῦ ἀπείρου δόξης κοινῇ τε καὶ ἰδίᾳ. οἱ μὲν γὰρ φυσικοὶ πάντες ἀρχὴν καὶ αὐτοὶ εἶναι τίθενται τὸ ἄπειρον, ἀλλ’ οὐ καθ’ αὑτὸ ἀρχὴν ἀλλὰ κατὰ συμβεβηκός· ἄλλο μὲν γάρ τι εἶναί φασι τὴν καθ’ αὑτὸ ἀρχήν, οἷον ἀέρα ἢ πῦρ ἢ τῶν ἄλλων τι ἢ πάντα ταῦτα ἢ τινὰ ἢ τὸ μεταξὺ τούτων, τούτῳ μέντοι συμβεβηκέναι τὸ εἶναι ἀπείρῳ·2 ὥστε καθ’ αὑτὸ μὲν ἀρχὴ τὸ ὕδωρ τυχὸν ἢ ὁ ἀὴρ ἢ τὸ μεταξύ, διότι δὲ συνέβη τὸν ἀέρα ἢ τὸ ὕδωρ ἄπειρον εἶναι τῷ μεγέθει, διὰ τοῦτο κατὰ συμβεβηκὸς ἀρχῆς λόγον ἐπέχει τὸ ἄπειρον. Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι, φησί, καὶ καθ’ αὑτὸ ἀρχὴν ὑποτίθενται εἶναι τὸ ἄπειρον, οὐ γῆν τινα ἄπειρον λέγοντες ἢ ἀέρα ἢ πῦρ ἢ ἄλλο τι σῶμα, ἀλλ’ αὐτοουσίαν τινὰ εἶναι ἀπείρου ἐν τούτῳ οὐσιωμένην ἐν τῷ ἄπειρον εἶναι, καὶ ταύτην εἶναι ἀρχὴν καὶ αἰτίαν τῶν ὄντων.

“而由于关于自然的科学是关于量度、运动和时间的。” 我们在这卷之初就曾说过,哲学家在这卷中进行讨论的有两件事,即关于运动和无限,正如他在接续的一卷中关于时间、空间和虚空那样。因此,在完成了关于运动的论述,并说明了运动是什么、在何物中被考察、以及运动的种有多少之后,他接下来便打算从此开始讨论无限。正如他在几乎所有问题上所习惯做的那样,在这里他也同样如此行事:首先表明关于当面所提问题的论述对于这部专论的目的而言是必然的。在这里,他即将讨论关于无限是存在还是不存在,以及若存在,它是实体还是偶性,在何物中被考察,在何物中具有其存在,为了使那些渴望掌握自然哲学观照状态的人更敏锐地去理解,他首先表明关于无限的论述对于自然哲学家而言是必然的。那么,他从两方面表明关于无限的论述对于自然哲学家而言是必然的:首先是从属于自然哲学家的所有事物要么被划分为无限,要么被划分为有限;其次是所有以任何方式在哲学中卓越的人,不仅论及了无限,甚至假定它是存在者的本原。那么,他所论述的从属于自然哲学家的事物究竟是哪些呢?他说,是量度、运动和时间;因为所有自然哲学家都在讨论这些事物。而所有这些事物完全必然地要么是有限的,要么是无限的,量度同样如此,运动和时间亦然;因为就这其中的每一项而言,通常都会探讨这一点。因此,如果自然哲学家希望认识这些事物,而这些事物又容纳划分为无限或有限的区分,那么对于完全不知道无限究竟是什么的人——更先于此的是,它究竟存在还是不存在——而言,精确地认识这些事物是绝不可能的。而我们在关于自然的专论中妥当地探究关于无限的论述的凭证,就在于凡以任何值得一提的方式涉足自然观照的人,不仅说无限存在,而且还假定它是存在者的本原。但在关于无限的看法上,他们彼此之间的分歧在共性与特性上都是极大的。因为所有的自然哲学家自己也把无限确立为本原,但不是作为自身的本原,而是偶性地作为本原;因为他们说自身的本原是某种别的东西,比如空气、火或其它事物之一,或者是所有这些事物,或是其中某些,或是它们之间的中间物,然而对于这个东西来说发生的是“是无限的”;因此就自身而言,或许水、空气或中间物是本原,但由于空气或水恰巧在量度上是无限的,正因如此,无限便偶性地充当了本原的名分。他说,但柏拉图和毕达哥拉斯派则把无限也假定为自身的本原,他们并不是说某种土、空气、火或其它某个物体是无限的,而是说存在着某种无限自身的本体,在“作为无限”这一点中获得其实体性,而这也就是存在者的本原和原因。

语法注2 条
  1. 3.64τοὺς ἐφιεμένους τῆς φυσικῆς ἐν ἕξει γενέσθαι θεωρίας

    此处存在语序倒错(hyperbaton)。属格短语 τῆς φυσικῆς ... θεωρίας 作为动作性短语 ἐν ἕξει γενέσθαι(“获得……的状态/习得”)的宾格性属格,整体构成由分词 ἐφιεμένους(“渴望者”)所支配的补足不定式从句。

  2. 3.64τούτῳ μέντοι συμβεβηκέναι τὸ εἶναι ἀπείρῳ

    带冠词不定式短语 τὸ εἶναι ἀπείρῳ 充当以无人称方式使用的完成时不定式 συμβεβηκέναι 的主语。表语形容词 ἀπείρῳ 并未采用不定式通常要求的宾格(ἄπειρον),而是受前面与之相关的与格代词 τούτῳ 吸引,在格上保持一致(与格吸引)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:386.14-387.26