- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:385.12-386.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德关于运动已在普遍和个别意义上被界定的论述(202b23),随后阐释了基于潜在能动者与受动者之更为熟知的运动定义(202b26),并指出这表明了两者现实活动的同一性。
" Τί μὲν οὖν ἐστι κίνησις εἴρηται καὶ καθόλου καὶ κατὰ μέρος." Πρῶτον μὲν γὰρ ὡρίσατο τὴν κίνησιν ‘ἐντελέχειαν τοῦ δυνάμει ᾗ τοιοῦτόν ἐστιν’, εἶτα ἐπειδὴ τὸ δυνάμει καὶ ἐπὶ τῆς ἕξεως ἐλαμβάνετο, ἀκριβέστερον ὁριζόμενος εἶπε τὴν κίνησιν εἶναι ‘ἐντελέχειαν τοῦ κινητοῦ ᾗ κινητόν’. καθόλου μὲν οὖν, φησί, τῆς κινήσεως ὁρισμὸς οὗτος, ἐκ τούτου δὲ δῆλον πῶς καὶ ἕκαστον τῶν τῆς κινήσεως εἰδῶν ὁρισθήσεται· φήσομεν γὰρ ἀλλοίωσιν εἶναι τὴν τοῦ ἀλλοιωτοῦ ᾗ ἀλλοιωτὸν ἐντελέχειαν, καὶ αὔξησιν τὴν τοῦ αὐξητοῦ ᾗ αὐξητόν, καὶ φορὰν τὴν τοῦ φορητοῦ ᾗ φορητόν. εἰπὼν δὲ ὅτι ‘εἴπομεν τί ἐστι κίνησις καὶ καθόλου καὶ κατὰ μέρος’, ἐπειδὴ οὐδαμῶς εἶπε τοὺς ὅρους τῶν κατὰ μέρος κινήσεων, ἀλλ’ οὕτως εἶπεν ὡς δυναμένων ἡμῶν τὸ καθόλου τοῖς κατὰ μέρος ἁρμόσαι,1 διὰ τοῦτο ἐπήγαγεν οὐ γὰρ ἄδηλον πῶς ὁρισθήσεται τῶν εἰδῶν ἕκαστον αὐτῆς· ὁ σύνδεσμος γὰρ ὁ ‘γάρ’ αἰτίας ἐστὶν ἀπόδοσις. διὰ τοῦτο, φησίν, εἶπον καὶ κατὰ μέρος, διότι ἐκ τοῦ ἀποδεδομένου καθόλου περὶ κινήσεως ὁρισμοῦ σαφὲς ἡμῖν ἔσται πῶς καὶ ἕκαστον τῶν τῆς κινήσεως εἰδῶν ὁρισθήσεται.
“因此,运动是什么,已在普遍意义上并在个别部分上被说明了。” 因为首先他将运动定义为“潜在者就其作为如此者而言的完全实在”,随后由于潜在者也被用于指称状态,他在更精确地定义时便说运动是“可动者就其作为可动者而言的完全实在”。因此他说,这就是运动的普遍定义,由此也清楚运动的每个种将如何被定义;因为我们将说,质变是可质变者就其作为可质变者而言的完全实在,增大是可增大者就其作为可增大者而言的[完全实在],位移是可位移者就其作为可位移者而言的[完全实在]。但在说了“我们已在普遍意义上并在个别部分上说明了运动是什么”之后,由于他根本没有陈述各个别部分运动的定义,而只是把我们当作能够将普遍者应用于各个别部分那样来谈论,因此他接着说:“因为它的每个种将如何被定义并非不明显”;因为连词“因为”是对原因的交代。他说,正因如此我才说了“也在个别部分上”,因为根据给出的关于运动的普遍定义,运动的每个种将如何被定义对我们而言也将是明确的。
"Ἔτι δὲ γνωριμώτερον, ἡ τοῦ δυνάμει ποιητικοῦ καὶ παθητικοῦ,2 ᾗ τοιοῦτον, ἁπλῶς τε καὶ πάλιν καθ’ ἕκαστον." Ἔτι, φησί, τὸν περὶ κινήσεως λόγον ἐκ τῶν εἰρημένων σαφέστερον καὶ γνωριμώτερον ἀποδοῦναι δυνατόν, ὅτι ἐστὶν ἐντελέχεια τοῦ δυνάμει ποιητικοῦ πρὸς τὸ παθητικόν (ἡ γὰρ τοῦ ποιητικοῦ πρὸς τὸ παθητικὸν ἐντελέχεια, αὕτη ἐστὶν ἡ κίνησις), ἤ, ὡς εἶπε μικρὸν ἔμπροσθεν, ἡ ἐντελέχεια τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ. ἁρμόσει δέ, φησίν, ὁ τοιοῦτος ὁρισμὸς καὶ ἐπὶ τῶν καθ’ ἕκαστα κινήσεων, οὐ μόνον ἐπὶ τῶν κατ’ εἶδος· φησὶ γὰρ οἰκοδόμησιν εἶναι ἐντελέχειαν τοῦ οἰκοδομητικοῦ καὶ οἰκοδομητοῦ, ᾗ τοιοῦτόν ἐστι. καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. οὗτος δὲ ὁ ὁρισμὸς ἅμα συνεμφαίνει καὶ τὸ μίαν εἶναι τὴν ἐνέργειαν τοῦ κινοῦντος καὶ τοῦ κινουμένου· διὰ τοῦτο γὰρ καὶ οὕτως αὐτὴν ὡρίσατο. εἰ γάρ ἐστιν ἐντελέχεια τοῦ δυνάμει ποιητικοῦ καὶ παθητικοῦ, τῶν δύο ἄρα μία ἡ ἐνέργεια.
“此外,更为熟知的是:潜在能动者与受动者就其作为如此者而言的[完全实在],既绝对地也是就各个具体事物而言。” 此外,他说,根据已说明的事理,可以将关于运动的界说陈述得更加清晰、更为熟知,即它是潜在能动者相对于受动者的完全实在(因为能动者相对于受动者的完全实在,这也就是运动),或者如他不久前所说,是可动者由动作者所致的完全实在。他说,这样的定义不仅适用于按种划分的运动,而且也适用于各个别的运动;因为他说,建房是能建者与可建者就其作为如此者而言的完全实在。其余情况亦是如此。而这一定义同时表明动作者的现实活动与被推动者的现实活动是同一个;因为正因如此,他也这样定义了运动。因为如果它是潜在能动者与受动者的完全实在,那么两者的现实活动便是一个。
- 3.62ὡς δυναμένων ἡμῶν τὸ καθόλου τοῖς κατὰ μέρος ἁρμόσαι
连词 ὡς 与属格独立结构(δυναμένων ἡμῶν)结合,表示主观设想或理由:“作为我们能够将普遍者应用于各个别部分的前提/设想”。此句用以解释亚里士多德为何未直接列出每一种运动的具体定义。
- 3.63ἡ τοῦ δυνάμει ποιητικοῦ καὶ παθητικοῦ
在引文(lemma)中,由阴性冠词 ἡ 所修饰的名词(即 ἐντελέχεια)被省略,须根据前文补出:“潜在能动者与受动者的[完全实在]”。斐洛波诺斯在随后的释文中将其改述为 τοῦ ποιητικοῦ πρὸς τὸ παθητικόν(“能动者相对于受动者的”),揭示了两者的相关性关系。
