- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:384.3-385.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德关于教学与学习在定义上有所不同的论述,约翰·斐洛庞诺斯提出了“运动仅存在于被推动者之中”这一原则是否适用于天体的位移运动之疑难,并通过指出推动力量是一项始于推动者而在被推动者中得以完成并驻留的同一现实活动,从而化解了这一难题。
" Τὸ γὰρ τοῦδε ἐν τῷδε καὶ τὸ τοῦδε ὑπὸ τοῦδε ἐνέργειαν εἶναι, ἕτερον τῷ λόγῳ." Ὅτι ἑτέρα ἡ μάθησις τῇ διδάξει κατὰ τὸν ὁρισμὸν δείκνυσιν. ἄλλως γάρ, φησίν, ὁριούμεθα τὴν τοῦδε ἐν τῷδε ἐνέργειαν, τουτέστι τὴν τοῦ ποιοῦντος ἐν τῷ πάσχοντι, καὶ τὴν τοῦδε ὑπὸ τοῦδε, τουτέστι καὶ τὴν τοῦ πάσχοντος ἐνέργειαν ὑπὸ τοῦ ποιοῦντος ἐγγινομένην· τὴν μὲν γὰρ τυχὸν ὁριούμεθα, ὅτι ἐστὶν ‘ἐντελέχεια τοῦ κινητικοῦ τελειωτικὴ τοῦ κινητοῦ’, τὴν δὲ ὡσαύτως ‘ἐντελέχεια τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ’. Τὰ μὲν οὖν παρὰ Ἀριστοτέλους ταῦτα, ζητήσει δέ τις ἴσως εἰ ἐπὶ παντὸς κινοῦντος καὶ κινουμένου ἀληθὴς ὁ λόγος ὁ λέγων τὴν κίνησιν ἐν τῷ κινουμένῳ μόνον εἶναι,1 οὐδαμῶς δὲ ἐν τῷ κινοῦντι. καὶ ἐπὶ μὲν ἀλλοιώσεως ἢ αὐξήσεως τῷ ὄντι κινεῖται οὐ τὸ ποιοῦν ἀλλὰ τὸ πάσχον (λευκαίνεται γὰρ οὐ τὸ λευκαῖνον ἀλλὰ τὸ λευκαινόμενον, καὶ αὔξεται οὐ τὸ αὖξον ἀλλὰ τὸ αὐξανόμενον, τουτέστιν οὐ τὸ ποιοῦν ἀλλὰ τὸ πάσχον), ἐπὶ μέντοι τῆς κατὰ τόπον κινήσεως, ἐφ’ ἧς τινα τῶν κινούντων τῷ κινεῖσθαι οὕτω κινεῖ, οὐκέτι δόξει ἁρμόζειν ὁ λόγος· εἰ γὰρ τῷ κινεῖσθαι ὁ οὐρανὸς οὕτω κινεῖ τὸ ὑπέκκαυμα, πῶς οὐ φήσαιμι τὸ κινοῦν καθὸ κινεῖ κατ’ αὐτὸ τοῦτο κινεῖσθαι, καὶ δύο δὲ εἶναι καὶ τὰς κινήσεις, τὴν μὲν τοῦ κινοῦντος τὴν δὲ τοῦ κινουμένου; καὶ ἄλλη μὲν κίνησις ἡ τοῦ οὐρανοῦ, ἄλλη δὲ καθ’ ἣν κινεῖται τὰ ἐνταῦθα τοίως ἢ τοίως ὑπὸ τῆς ἐκείνου κινήσεως ἀλλοιούμενα· ὥστε δύο καὶ αἱ ἐνέργειαι καὶ αἱ κινήσεις, οὐ μόνον τῷ ὁρισμῷ ἀλλὰ καὶ τῷ ὑποκειμένῳ. καὶ τὸ μὲν ὑπέκκαυμα τὴν αὐτὴν τῷ κινοῦντι κινεῖται κίνησιν (ὥσπερ καὶ τὸ ἱμάτιον κινουμένῳ μοι τὴν αὐτὴν συγκινεῖται κίνησιν), κινεῖται δὲ οὐ μόνον ταύτην τὴν κίνησιν κινουμένων τῶν οὐρανίων τὰ προσεχῆ, ἀλλὰ κοινῶς πάντα τὴν ἀλλοιωτικήν· ἡ γὰρ κατὰ τόπον τοῦ ἡλίου κίνησις κατ’ αὐτὸ τοῦτο καθ’ ὃ κατὰ τόπον κινεῖται, τοίως ἢ τοίως ἀλλοιοῖ τὰ ἐνταῦθα. πρὸς δὲ τὴν ἀπορίαν ταύτην συντόμως φημί, ὅτι οὐ τοῦτό φησιν ὁ Ἀριστοτέλης, ὅτι οὐδέν ἐστι τῶν κινούντων ὃ τῷ κινεῖσθαι οὕτω κινεῖ (σαφῶς γοῦν εἶπεν ὅτι πάντα τὰ φυσικὰ τοιαῦτά ἐστι, ὥστε μὴ ἄλλως δύνασθαι κινεῖν ἢ τῷ κινεῖσθαι καὶ αὐτά), ἀλλ’ ὅτι ἡ κινητικὴ δύναμις ἡ ἐνδιδομένη ὑπὸ τοῦ κινοῦντος τῷ κινουμένῳ,2 λέγω δὴ ἡ ἰσχὺς αὕτη καὶ ἡ ἐνέργεια καθ’ ἣν καὶ κινεῖται, δυνάμει κινητὸν ὂν τελειούμενον ὑπὸ τῆς τοιαύτης ἐνεργείας, μία τις οὖσα καὶ ἡ αὐτὴ τὴν μὲν ἀρχὴν ἔχει τῆς προόδου ἀπὸ τοῦ κινοῦντος, τὸ δὲ τέλος καὶ τὴν ἀποτελεύτησιν καὶ οἷον μονὴν ἐν τῷ κινουμένῳ· οὐ γὰρ ἐγγενομένη ἐν τῷ δυνάμει ἀφίησιν αὐτό, ἀλλ’ οἷον μένουσα τελειοῖ, τελείωσις δὲ ἡ τῆς δυνάμεως προαγωγή, τοῦτο δέ ἐστιν ἡ κίνησις. προβάλλεται μὲν γὰρ τὸ θεώρημα ὁ ἐπιστήμων καὶ μηδενὸς ὄντος τοῦ μανθάνοντος, ἀλλ’ ὅταν ἡ προβολὴ αὕτη γινομένη ἐν τῷ μαθητῇ δράσῃ εἰς αὐτόν, τὴν δραστήριον ταύτην δύναμιν καθ’ ἣν πέπονθε, ταύτην φημὶ μίαν καὶ τὴν αὐτὴν εἶναι, ἀρξαμένην μὲν ἀπὸ τοῦ διδασκάλου, γενομένην δὲ ἐν τῷ μαθητῇ καὶ κινήσασαν αὐτὸν καὶ τὸ ἐν αὐτῷ δυνάμει τελειώσασαν, ἥτις δηλονότι ἐν τῷ κινουμένῳ ἐστὶ καὶ οὐκ ἐν τῷ κινοῦντι· οὐ μετέβαλλε γὰρ κατ’ αὐτὴν τὸ κινοῦν.
“因为这者的[现实活动]在这者之中,与这者的现实活动由这者而来,在定义上是不同的。” 他表明学习与教学在定义上是相异的。因为他说,我们将以不同方式定义这者在这者之中的现实活动(即施动者在受动者之中的现实活动),以及这者由这者而来的现实活动(即施动者使之产生于受动者之中的受动者的现实活动)。因为我们或许可以将前者定义为“动作者完成可动者的完全实在”,而同样将后者定义为“可动者由动作者所致的完全实在”。亚里士多德所言即是这些;但也许有人会探讨,断言运动仅在被推动者之中而绝不在推动者之中的说法,是否对每一个推动者与被推动者都成立。在质变或增大的情况下,确实不是施动者在运动,而是受动者在运动(因为变白的不是致白者而是被变白者,增大的不是使增大者而是被增大者,即不是施动者而是受动者);然而在位移运动的情况下——在此情况下某些推动者正是通过自身运动而这样推动的——这一说法似乎就不再适用了。因为如果天正是通过自身运动而以这种方式推动易燃物,我怎能不说推动者就其推动而言正因此而在运动,并且运动也是两种,一种属于推动者,另一种属于被推动者呢?而且天的运动是一回事,而此处的诸事物因彼者的运动以这样或那样的方式发生质变而被推动所循的运动又是另一回事;因此,现实活动与运动不仅在定义上、而且在基底上也是两个。易燃物虽然进行着与推动者相同的运动(正如斗篷也随着正在运动的我一同进行相同的运动),但当诸天体运动时,邻近的事物不仅进行这种运动,而且普遍而言所有事物都进行质变的运动;因为太阳的位移运动,正因其自身在位移运动,而以这样或那样的方式使此处的事物发生质变。然而对于这一疑难,我简要地回答说,亚里士多德并不是说在推动者中没有通过自身运动而以这种方式推动的事物(无论如何,他明确说过所有自然事物都是这样的,以至于除了自身亦被运动之外无法以别的方式推动),而是说由推动者传递给被推动者的推动能力——我指的就是这一力量以及它赖以被推动的现实活动,它作为潜在的可动者而由此种现实活动所完成——作为单一个且同一者,其进程的开端来自推动者,而其终点、完成以及所谓的停驻则在被推动者之中。因为它一旦在潜在者之中生成,并不抛弃它,而是如同驻留着那样使其完成,而完成正是潜在状态的引申开展,这也就是运动。因为知晓者即使在没有任何人学习时也会提出定理;但当这种提出在学生之中生成并作用于他时,他赖以承受的这种主动力量,我主张它就是单一个且同一的,它始于教师,生成于学生之中,推动了他,并完成了他之内潜在的东西;而这一力量显而易见是在被推动者之中,而不是在推动者之中,因为推动者并未依照它而发生改变。
- 3.61τὴν δραστήριον ταύτην δύναμιν καθ’ ἣν πέπονθε, ταύτην φημὶ μίαν καὶ τὴν αὐτὴν εἶναι
宾格短语 τὴν δραστήριον ταύτην δύναμιν 作为话题被前置于主句动词 φημί 之前,并在随后的指示代名词 ταύτην 中被重新拾起,作为不定式结构(μίαν καὶ τὴν αὐτὴν εἶναι)的主语。这种复指(resumption)结构避免了因关系从句 καθ’ ἣν πέπονθε 的插入而导致的句法松散。
- 3.61ἀλλ’ ὅτι ἡ κινητικὴ δύναμις ἡ ἐνδιδομένη ὑπὸ τοῦ κινοῦντος τῷ κινουμένῳ, λέγω δὴ ἡ ἰσχὺς αὕτη καὶ ἡ ἐνέργεια καθ’ ἣν καὶ κινεῖται, δυνάμει κινητὸν ὂν τελειούμενον ὑπὸ τῆς τοιαύτης ἐνεργείας, μία τις οὖσα καὶ ἡ αὐτὴ τὴν μὲν ἀρχὴν ἔχει τῆς προόδου ἀπὸ τοῦ κινοῦντος, τὸ δὲ τέλος καὶ τὴν ἀποτελεύτησιν καὶ οἷον μονὴν ἐν τῷ κινουμένῳ
这一长句的骨干结构是:主语 ἡ κινητικὴ δύναμις 之后插入了同位语短语 λέγω δὴ ἡ ἰσχὺς αὕτη... 以及分词从句 δυνάμει κινητὸν ὂν... 和 μία τις οὖσα...,最终引出谓语动词短语 τὴν μὲν ἀρχὴν ἔχει... τὸ δὲ τέλος... [ἔχει]。虽然主语与主谓动词之间存在大幅隔置,但全句的脉络在于对比此单一个推动力量在开端与归宿上的不同。
