- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:382.23-384.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《物理学》卷三第3章(202b14–19),阐明由作用与受作用同一所导致的荒谬推论的化解过程。指出教学与学习虽在基底上同一,但在定义上相异,而严格说来同一的乃是这两者所属于的运动本身。
" Οὐ γὰρ ταὐτὰ πάντα ὑπάρχει τοῖς ὁπωσοῦν τοῖς αὐτοῖς,1 ἀλλὰ μόνον οἷς τὸ εἶναι ταὐτόν." Οὐκ ἀνάγκη, φησίν, εἰ κατά τι λέγοιντό τινα ταὐτὰ εἶναι, ἤδη καὶ πάντα τὰ ὑπάρχοντα τούτοις ἢ ἑπόμενα αὐτοῖς τὰ αὐτὰ εἶναι, ἀλλ’ ἐκεῖνά ἐστι κατὰ πάντα ταὐτά, οἷς ὁ ὁρισμὸς ὁ αὐτός ἐστιν, ἡμεῖς δὲ νῦν ταὐτὰ λέγομεν εἶναι τὸ διδάσκειν τῷ μανθάνειν οὐ κατὰ τὸν ὁρισμόν (κατὰ τοῦτο γὰρ ἕτερα), ἀλλὰ κατὰ τὸ ὑποκείμενον. ὥστε οὐκ ἀνάγκη, εἰ οὕτως εἶεν τὰ αὐτά, καὶ τὸν διδάσκοντα ἤδη καὶ μανθάνειν.
“因为并非所有相同之物都属于以任何方式相同的诸事物,而只属于其实在是同一的事物。” 他说,即使某些事物在某一方面被说成是同一的,也并不必然导致凡属于它们或伴随它们的一切事物也已经同一,而是那些定义相同的事物才在一切方面同一;但我们现在说施教与受教是同一的,并不是就定义而言(因为就此而言它们是相异的),而是就基底而言。因此,即使它们以这种方式是同一的,施教者也并不必然就已经在学习。
"Ἀλλ’ οὐδὲ εἰ ἡ δίδαξις τῇ μαθήσει ταὐτόν, καὶ τὸ μανθάνειν τῷ διδάσκειν.2" Κατὰ ἀναποδισμόν, ὥσπερ εἶπον, ὁδεύων πρότερον μὲν ἔδειξεν ὅτι οὐκ ἀνάγκη, εἰ τὸ διδάσκειν τῷ μανθάνειν ταὐτόν, τὸν διδάσκοντα εὐθὺς καὶ μανθάνειν, ἐπειδὴ δὲ συνήγαγεν ἡ ἀπορία τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν εἶναι ἐκ τοῦ λαμβάνειν ὅτι ἡ δίδαξις τῇ μαθήσει ταὐτόν ἐστι, νῦν φησιν ὅτι οὐδὲ τοῦτο ἐξ ἀνάγκης ἕπεται· ἰδοὺ γὰρ καὶ ἡ διάστασις μὲν ἐκ Θηβῶν εἰς Ἀθήνας καὶ ἐξ Ἀθηνῶν εἰς Θήβας μία ἐστὶ καὶ ἡ αὐτή, τὸ μέντοι διίστασθαι ἐντεῦθεν ἐκεῖ ἢ ἐκεῖθεν δεῦρο οὐ τὸ αὐτό. οὕτως οὖν οὐδὲ ἐπεὶ ἡ δίδαξις τῇ μαθήσει ἡ αὐτὴ εἴη, ἀνάγκη ἤδη καὶ τὸ μανθάνειν τῷ διδάσκειν ταὐτὸν εἶναι.
“但即使教学与学习是同一的,受教也[并不因此]与施教[相同]。” 正如我所说,他采取倒退(回溯)的步骤前进,先前他表明了即使施教与受教是同一的,施教者也并不必然立即就在学习;但既然疑难是从假定教学与学习是同一的这一点中推导出施教与受教是同一的,他现在便说,甚至这一点也不是必然伴随而来的。因为请看:从底比斯到雅典与从雅典到底比斯的间距是单一个且同一的,然而由这里到那里、或由那里到这里之间的距离运动却并非同一。因此,即使教学与学习是同一的,受教与施教也并不必然就已经同一。
"Ὅλως δὲ εἰπεῖν οὐδὲ ἡ δίδαξις τῇ μαθήσει καὶ ἡ ποίησις τῇ παθήσει ταὐτὸν κυρίως, ἀλλ’ ᾧ ὑπάρχει ταῦτα, ἡ κίνησις.3" Ἐπειδὴ ἐκ τοῦ ὑποτίθεσθαι τὴν δίδαξιν τῇ μαθήσει ταὐτὸν εἶναι τὰ ἑξῆς συνήγετο, πρότερον μὲν συνεχώρησε τὴν δίδαξιν τῇ μαθήσει ταὐτὸν εἶναι, καὶ ἔδειξεν ὅτι οὐκ ἀνάγκη τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν εἶναι, ἀλλ’ οὐδὲ εἰ ταῦτα ταὐτά, καὶ τὸν διδάσκοντα ἀνάγκη κατὰ τοῦτο εὐθὺς καὶ μανθάνειν· νῦν δέ φησιν ὅτι οὐδὲ ὅλως ταὐτὸν ἡ δίδαξις τῇ μαθήσει, ἀλλ’ ἐκεῖνό ἐστι τὸ ταὐτόν, ᾧτινι ὡς ὑποκειμένῳ ὑπάρχει ἡ δίδαξις καὶ ἡ μάθησις. ὥσπερ οὐδὲ ἡ ἀνάβασις καὶ ἡ κατάβασις ταὐτόν, ἀλλ’ ἡ κλῖμαξ ᾗ ταῦτα ὑπῆρξεν, ἤγουν αὐτὴ ἡ κίνησις, λέγω δὴ αὐτὴ ἡ βάδισις καὶ ἡ μεταφορὰ τῶν ποδῶν (αὐτὴ γὰρ κυρίως ἡ αὐτή ἐστιν· ἕνα γὰρ καὶ τὸν αὐτὸν ὁρισμὸν ἐπιδέχεται), ἡ μέντοι ἀνάβασις καὶ ἡ κατάβασις, ἥτις ὡς ἐν ὑποκειμένῳ ὑπάρχει τῇ τοιαύτῃ κινήσει, οὐ κυρίως αἱ αὐταί· διάφοροι γὰρ οἱ τούτων ὁρισμοί. ἀλλ’ ᾧ ὑπάρχει ταῦτα, ἡ κίνησις. κίνησίν φησιν αὐτὴν τὴν μεταβολὴν τὴν γινομένην ὑπὸ τῆς διδασκαλίας τῷ μαθητῇ· αὐτὴ γὰρ μία ἐστὶ καὶ ἡ αὐτή, καὶ ἀναφερομένη μὲν ὡς πρὸς τὸν διδάσκαλον καλεῖται δίδαξις, πρὸς τὸν μαθητὴν δὲ μάθησις.
“概括地说,教学与学习、作用与受作用就本义而言都不是同一的,而这些所属于的那物——即运动——才是[同一的]。” 既然是由假定教学与学习为同一而推导出了随后的那些结论,先前他先让步认可教学与学习是同一的,并表明了施教与受教并不必然是同一的,而且即使它们是同一的,施教者也并不必然就此立即在学习;而现在他说,教学与学习根本就不是同一的,而是教学与学习作为在基底中那样所属的那一事物才是同一的。正如上行与下行并非同一,而它们所属于的阶梯,或者运动本身——我指的是步行本身和足部的迈动——才是[同一的]那样(因为这本身才是严格意义上的同一;它接受单一个且同一的定义);然而上行与下行作为存在于基底中那样属于此类运动,就严格意义而言却不是同一的,因为它们的定义是相异的。“而这些所属于的那物——即运动——才是[同一的]”:他所谓的运动,是指通过教学而在学生之中产生的变化本身;因为这本身是单一个且同一的,当被关涉到教师时被称为教学,而关涉到学生时则被称为学习。
- 3.58τοῖς ὁπωσοῦν τοῖς αὐτοῖς
与格短语 τοῖς ὁπωσοῦν τοῖς αὐτοῖς 与动词 ὑπάρχει 连用,表示归属对象(“属于以任何方式为同一的事物”)。副词 ὁπωσοῦν(“无论如何”、“以何种方式”)修饰 τοῖς αὐτοῖς,表明只要在某种层面上被称作“同一”的事物。
- 3.59καὶ τὸ μανθάνειν τῷ διδάσκειν
引文后半部分的省略句。在 Ἀλλ’ οὐδὲ εἰ...(“然而即使……也不……”)之后,主句承前省略了谓语 ταὐτόν ἐστι(“是同一的”),意即“受教[与]施教[也不是同一的]”。
- 3.60ἀλλ’ ᾧ ὑπάρχει ταῦτα, ἡ κίνησις
关系代词 ᾧ(与格,由 ὑπάρχει 支配)指代省略的指示代词先行词(ἐκεῖνο),并在后文由同位语 ἡ κίνησις(“运动”)予以具体说明。整个分句省略了谓语 ταὐτόν ἐστι(“是同一的”),即“而是这些所属于的那物——即运动——才是[同一的]”。
