← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§381.8-382.22

受动者中的作用活动与教学和学习的同一性

注解亚里士多德《物理学》202b7–10,论述作用者的现实活动存在于受作用者之中且在基底上为一,借助教师与学生、潜能与现实之例加以说明,并通过分析(还原)方法化解了由教学与学习同一而引出的悖论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.54

" Ἔν τινι μέντοι, καὶ οὐκ ἀποτετμημένη, ἀλλὰ τοῦδε ἐν τῷδε." Ἡ γὰρ τοῦ διδασκάλου ἐνέργεια οὐκ ἀποτέτμηται τοῦ μαθητοῦ, ἀλλ’ ἐξ αὐτοῦ μὲν πρόεισιν γίνεται δὲ ἐν τῷ μαθητῇ. δεῖ δὲ τὴν ἐνέργειαν τοῦ διδασκάλου μὴ ἁπλῶς τὴν προσβολὴν τῶν θεωρημάτων νομίζειν (καὶ μὴ διδάσκων γὰρ ἀλλὰ καθ’ αὑτὸν ὢν προχειρίζεται τὰ θεωρήματα), ἀλλὰ τὴν κίνησιν τὴν γινομένην ἐν τῇ ψυχῇ τοῦ μαθητοῦ ἐκ τῶν θεωρημάτων· ὡς εἴ γε καὶ παρόντος τοῦ μαθητοῦ εἴπῃ μὲν ὁ διδάσκαλος μὴ δράσῃ δὲ εἰς τὸν μαθητήν, οὐ λέγεται διδάξαι, οὕτως ἄρα ἡ δίδαξίς ἐστιν1 οὐχ ἁπλῶς ἡ προσβολὴ τῶν θεωρημάτων, ἀλλ’ ἡ πειθὼ ἡ ἐγγινομένη ὑπὸ τῶν λόγων τοῦ διδασκάλου τῷ μαθητῇ, ἥτις ἡ αὐτὴ κατ’ ἄλλην σχέσιν μάθησις λέγεται, ὅταν ἀρξάμενοι ἀπὸ τοῦ μαθητοῦ ἐπὶ τὸν διδάσκαλον χωρήσωμεν, καὶ ἁπλῶς ὅταν μὲν ἀπὸ τοῦ αἰτιατοῦ εἰς τὸ αἴτιον ἀνέλθωμεν, πάθησις, ὅταν δὲ ἔμπαλιν, ποίησις.

“然而在某物之中,且并非被割裂的,而是此者的[现实活动]在此者之中。” 因为教师的现实活动并未与学生割裂,而是虽出自教师,却生成于学生之中。不应把教师的现实活动仅仅看作定理的提出(因为即使不在施教而独处时,他也会摆弄定理),而应看作由定理在学生的灵魂中生成的运动;正如即使学生在场,教师虽说了话却未对学生发生作用,就不被称为施教了那样,那么同样地,教学并不是单纯提出定理,而是由教师的言论在学生之中所产生的信服,而在另一种关联中,当我们从学生出发走向教师时,这同一者便被称为学习,并且一般而言,当我们从结果上升到原因时,便被称为受作用,相反[当下行时]则被称为作用。

§3.55

"Οὔτε μίαν δυοῖν τὴν αὐτὴν εἶναι κωλύει οὐδέν." Τὸ δεύτερον ἄτοπον ἐπιλύεται. οὐδὲν κωλύει, φησί, δύο ἑτέρων τῷ εἴδει μίαν ἐνέργειαν εἶναι, ἀλλὰ μίαν τῷ ὑποκειμένῳ, οὐ τῷ ὁρισμῷ.

“且没有任何东西阻止两者的[现实活动]是单一个且同一的。” 他化解了第二个荒谬推论。他说,没有任何东西阻止在种上相异的两者具有同一个现实活动,但这是在基底上为一,而非在定义上。

§3.56

"Ἀλλ’ ὡς ὑπάρχει τὸ δυνάμει ὂν πρὸς τὸ ἐνεργοῦν." Ἤτοι τοῦτό φησιν, ὅτι οὕτω λέγω μίαν δύο διαφερόντων κατ’ εἶδος ἐνέργειαν εἶναι μηδὲν κωλύειν, οὐ κατὰ πάντα μίαν, ἀλλ’ ὥσπερ ἕν ἐστι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ (ὁ γὰρ δυνάμει γραμματικὸς εἶτα γενόμενος ἐνεργείᾳ γραμματικός, οὗτος εἷς μὲν καὶ ὁ αὐτός ἐστι τῷ ὑποκειμένῳ, τῷ μέντοι λόγῳ καὶ τῷ ὁρισμῷ οὐχ εἷς· ἄλλως γὰρ ὁρίζομαι αὐτὸν δυνάμει ὄντα γραμματικόν, καὶ ἄλλως ἐνεργείᾳ. οὕτως οὖν φημι δυνατὸν εἶναι μίαν δυοῖν ἐνέργειαν), ἢ οὖν τοῦτό φησιν, ἤ, ὡς ἤδη εἴπομεν, ὅτι τούτων φημὶ μίαν καὶ τὴν αὐτὴν ἐνέργειαν δυνατὸν εἶναι τῶν διαφερόντων κατ’ εἶδος, οἷά ἐστι τὰ δυνάμει ὄντα καὶ τὰ ἐνεργείᾳ τὰ κατὰ τὴν δύναμιν ταύτην καὶ ἄγοντα αὐτὴν εἰς ἐνέργειαν·2 τοιαῦτα δέ ἐστι καθόλου τὰ ποιοῦντα καὶ πάσχοντα.

“毋宁说,正如潜能地存在者相对于正在活动者那样。” 他指的或者是:我说没有任何东西阻止在种上相异的两者具有同一个现实活动,是按这种方式而言的——并非在一切方面为一,而是正如潜能者与现实者为一那样(因为潜在的语法学者随后成为现实的语法学者时,此人在基底上是单一个且同一的,但在说明与定义上却并非为一;因为当他是潜在的语法学者时我对他做一种定义,而他在现实中时则做另一种定义;我于是说是以这种方式两者的现实活动可能为一)——因此,他指的或者是这一点,或者正如我们此前所说,我是指在种上相异的这些事物可能具有单一个且同一的现实活动:即那些潜能地存在的事物,以及按照该潜能而在现实中存在并将潜能引向现实活动的事物;而作用者与受作用者普遍而言就是这类的。

§3.57

"Οὔτε ἀνάγκη τὸν διδάσκοντα μανθάνειν, οὐδὲ εἰ τὸ ποιεῖν καὶ πάσχειν ταὐτόν." Ἐπὶ τὸ ἕτερον ἄτοπον μετέβη. ἔλεγε γὰρ οὕτω· εἰ τῶν δύο μία ἡ ἐνέργεια, ἐπειδὴ τοῦ μὲν ἡ ἐνέργεια δίδαξις λέγεται τοῦ δὲ μάθησις, ἔσται ἡ δίδαξις τῇ μαθήσει ταὐτόν· εἰ δὲ τοῦτο, καὶ τὰ ἑπόμενα τούτοις ταὐτά, τὸ διδάσκειν καὶ τὸ μανθάνειν· εἰ δὲ τοῦτο, συμβήσεται τὸν διδάσκοντα πάντα μανθάνειν. καὶ αὐτὸς οὖν τῇ ἐπιλύσει κατ’ ἀνάλυσιν κέχρηται, ἐκ τῶν ὑστέρων ἀρχόμενος καὶ ἐπὶ τὰ πρότερα ἀνακάμπτων· οὐ γὰρ ἀνάγκη, φησίν, εἰ τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν εἴη, καὶ τὸν διδάσκοντα μανθάνειν κατ’ αὐτὸ τὸ διδάσκειν, εἰ μὴ οὕτως εἴη τὸ διδάσκειν τῷ μανθάνειν ταὐτόν, ὥστε καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ ταὐτὸν εἶναι.3 εἰ δὲ μὴ οὕτως ὑπάρχει ταὐτόν, ἀλλ’ ὡς ἡ ὁδὸς ἡ ἐξ Ἀθηνῶν εἰς Θήβας καὶ ἡ ἐκ Θηβῶν εἰς Ἀθήνας, οὐκ ἀνάγκη.

“施教者也并非必然在学习,即便作用与受作用是同一的。” 他转向了另一个荒谬推论。因为他曾这样说:如果两者的现实活动是一,那么既然一者的现实活动被称为教学,另一者的被称为学习,教学便将与学习相同;而如果是这样,接续于它们的事物即施教与受教也将相同;而如果是这样,就将导致施教者总是在学习。因此他本人采取了通过分析(还原)的化解,从后起者出发回溯向前在者;因为他说,即使施教与受教是同一的,也并不必然导致施教者就其施教本身而言在学习,除非施教与受教是在既于基底上又于说明上皆为同一的意义上相同。但如果并非按这种方式相同,而是如同从雅典到底比斯的路与从底比斯到雅典的路那样[相同],就不是必然的。

语法注3 条
  1. 3.54ὡς εἴ γε καὶ παρόντος τοῦ μαθητοῦ εἴπῃ μὲν ὁ διδάσκαλος μὴ δράσῃ δὲ εἰς τὸν μαθητήν, οὐ λέγεται διδάξαι, οὕτως ἄρα ἡ δίδαξίς ἐστιν

    句法骨架为 ὡς(正如)与 οὕτως ἄρα(那么同样地)构成的呼应结构。在 ὡς 之后紧接一个带有虚拟语气动词(εἴπῃ ... μὴ δράσῃ)的条件从句(εἴ γε ...),其归结句 οὐ λέγεται διδάξαι 构成了对比的前提例证,随后由 οὕτως ἄρα 引出主句所确立的核心界定(教学的本质)。

  2. 3.56τὰ κατὰ τὴν δύναμιν ταύτην καὶ ἄγοντα αὐτὴν εἰς ἐνέργειαν

    第二个定冠词 τά 承接前方的 τὰ ἐνεργείᾳ,将介词短语 κατὰ τὴν δύναμιν ταύτην 与现在分词 ἄγοντα 联合起来作为定语修饰:“按照这一潜能而在现实中存在并将它引向现实活动的事物”。它与前面的 τὰ δυνάμει ὄντα 相对照,构成了对作用者的规定。

  3. 3.57οὐ γὰρ ἀνάγκη, φησίν, εἰ τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν εἴη, καὶ τὸν διδάσκοντα μανθάνειν κατ’ αὐτὸ τὸ διδάσκειν, εἰ μὴ οὕτως εἴη τὸ διδάσκειν τῷ μανθάνειν ταὐτόν, ὥστε καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγῳ ταὐτὸν εἶναι.

    非人称主句 οὐ γὰρ ἀνάγκη 以不定式短语 καὶ τὸν διδάσκοντα μανθάνειν 作为主语,其中嵌入了一个让步性条件从句(εἰ τὸ διδάσκειν ... εἴη,“即便施教与受教是同一的”)。随后紧跟着一个排除性条件从句(εἰ μὴ οὕτως εἴη ... ὥστε ...,“除非是在如此这般的意义上同一以至于……”),由 ὥστε 引导的结果从句限定了“同一”的具体内涵(既在基底上又在说明上同一),形成了多层条件的嵌套结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:381.8-382.22