- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:379.28-381.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《物理学》202a36–202b5,讨论了作用者与受作用者的现实活动为单一个的假定所导致的荒谬后果(如施教与受教同一),并开始化解疑难,指出在相对者中一者的现实活动存在于另一者之中并非荒谬。
" Ἀλλὰ μία ἔσται ἡ ἐνέργεια, ἀλλ’ ἄλογον δύο ἑτέρων τῷ εἴδει τὴν αὐτὴν ἐνέργειαν εἶναι." Ἐπὶ τὴν ἑτέραν ὑπόθεσιν μεταβαίνει, τὴν λέγουσαν μίαν εἶναι καὶ τὴν αὐτὴν ἐνέργειαν τοῦ κινοῦντος καὶ τοῦ κινουμένου. ἆρα οὖν, φησί, μὴ δεῖ ὑποθέσθαι ἀμφοτέρων μίαν εἶναι τὴν ἐνέργειαν τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος; ἀλλὰ τοῦτο, φησίν, ἄλογόν ἐστι, δύο πραγμάτων διαφερόντων κατ’ εἶδος μίαν καὶ τὴν αὐτὴν ὑποτίθεσθαι ἐνέργειαν.
“然而现实活动将是一;但在种上相异的两者具有相同的现实活动是不合理的。” 他转向了另一个假定,即主张推动者与被推动者的现实活动是单一个且同一的假定。那么,他说,难道不应当假定作用者与受作用者两者的现实活动是一吗?然而他说,这是不合理的:假定在种上相异的两个事物具有单一个且同一的现实活动。
"Καὶ ἔσται, εἴπερ ἡ μάθησις καὶ ἡ δίδαξις τὸ αὐτὸ καὶ ἡ ποίησις καὶ ἡ πάθησις, καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν.1" Τέσσαρα ταῦτα ἐφεξῆς ἐστιν, ὁ διδάσκων ἡ δίδαξις τὸ διδάσκειν τὸ δίδαγμα, καὶ ἔστι τὸ μὲν δίδαγμα τὸ τέλος εἰς ὃ ἄγει ἡ διδασκαλία (οἷον τὸ οἰκοδόμημα, τοῦτο δέ ἐστιν ἡ οἰκία, οὕτως καὶ τὸ δίδαγμα αὐτὸ τὸ θεώρημα τὸ ἐγγινόμενον ἐν τῇ ψυχῇ), τὸ δὲ διδάσκειν καὶ ἡ δίδαξις δοκεῖ μὲν τὰ αὐτὰ εἶναι, οὐκ ἔστι δὲ κυρίως τὰ αὐτά, ἀλλὰ διενηνόχασιν ἀλλήλων· ἡ μὲν γὰρ δίδαξις αὐτὴν τὴν κίνησιν ἐμφαίνει καὶ τὴν ἐνέργειαν καθ’ αὑτήν, τὸ δὲ διδάσκειν τὴν σχέσιν τῆς ἐνεργείας τοῦ διδασκάλου πρὸς τὸν μαθητήν. ὥσπερ οὖν ἡ κίνησις καὶ τὸ κινεῖν, οὕτω καὶ τὸ διδάσκειν καὶ ἡ δίδαξις καὶ ἁπλῶς ἡ ποίησις καὶ τὸ ποιεῖν. φησὶν οὖν ὅτι εἰ τῶν δύο, φημὶ δὴ τοῦ διδάσκοντος καὶ τοῦ διδασκομένου καὶ ἁπλῶς τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος, μία εἴη ἡ ἐνέργεια, ταὐτὸν ἂν εἴη δηλονότι ἡ δίδαξις τῇ μαθήσει καὶ κοινότερον ἡ ποίησις τῇ παθήσει· ἀλλ’ εἰ ταὐτὰ ταῦτά εἰσιν ἀλλήλοις, καὶ τὰ τούτων ἐφεξῆς δηλονότι, λέγω δὴ τὸ διδάσκειν τῷ μανθάνειν, καὶ συμβήσεται τὸν διδάσκοντα καθὸ διδάσκει κατὰ τοῦτο μανθάνειν, καὶ τὸν ποιοῦντα καθὸ ποιεῖ κατὰ τοῦτο πάσχειν, ὅπερ ἄτοπον. ἀλλὰ καὶ αὐτὴ ἡ μία ἐνέργεια εἰ μὲν ἐν τῷ κινοῦντι εἴη, συμβήσεται τὸ κινούμενον μὴ ἔχειν κίνησιν, εἰ δὲ ἐν τῷ κινουμένῳ, ἄλλου ἐνέργεια ἐν ἄλλῳ ἔσται.
“而且,如果学习与教授是同一的,作用与受作用[也是同一的],那么施教与受教也将[是同一的]。” 这四者是相继承接的:施教者、教授、施教、所教之内容;而所教之内容乃是教学活动所导向的终极(正如建筑物即房屋那样,所教之内容同样也是在灵魂中生成的定理本身),而施教与教授看似是同一的,但严格说来并不是同一的,而是彼此有别;因为教授指明了运动本身以及就其自身的现实活动,而施教则指明了教师的现实活动面向学生的关联。因此,正如运动与推动那样,施教与教授,以及一般而言作用与施为,也是如此。于是他说,如果这两者——我是指施教者与受教者,以及一般而言的作用者与受作用者——的现实活动是一,那么显而易见,教授将与学习相同,更普遍而言作用也将与受作用相同;但如果这些彼此相同,显而易见接续于它们的事物也将如此,我是指施教将与受教相同,并且将导致施教者就其施教而言在这一点上在学习,而作用者就其作用而言在这一点上在受作用,这是荒谬的。然而不仅如此,如果这单一的现实活动存在于推动者之中,将导致被推动者没有运动;而如果它存在于被推动者之中,一者的现实活动就将存在于另一者之中。
"Ἢ οὔτε τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἑτέρῳ εἶναι ἄτοπον." Ἐντεῦθεν ἐπιλύεται τὰς ἀπορίας, καὶ τέως τὴν πρώτην, τὴν λέγουσαν ὅτι ἡ ἄλλου ἐνέργεια ἐν ἄλλῳ ἔσται, καί φησιν ὅτι τοῦτο οὐδὲν ἄτοπον, ἐπί τινων τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι· οὕτω γὰρ ἔχει ἐπὶ πάντων τῶν πρός τι. καὶ δόξει μὲν ταύτην τὴν ἐπίλυσιν ὡς πρὸς τὴν προτέραν ὑπόθεσιν θεῖναι, λέγω δὴ τὴν ὑποτιθεμένην δύο μὲν εἶναι τὰς ἐνεργείας, ἀμφοτέρας δὲ ἐν τῷ κινουμένῳ (ἕπεσθαι γὰρ ἔλεγε ταύτῃ τῇ ὑποθέσει2 τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι), εὐλογώτερον δέ, ὡς εἴπομεν, ὡς ἑπόμενον αὐτῷ καὶ τῇ ὑποθέσει τῇ μίαν μὲν λεγούσῃ τὴν ἐνέργειαν, ταύτην δὲ ἐν τῷ κινουμένῳ εἶναι· οὐδὲ γὰρ ὅλως ἀληθῆ νομίζει τὴν ὑπόθεσιν τὴν ὑποτιθεμένην δύο εἶναι τὰς ἐνεργείας, ἵνα καὶ τὰς πρὸς αὐτὴν φερομένας ἀπορίας ἐπιλύσηται.
“或者,一者的现实活动存在于另一者之中也并非荒谬。” 自此他开始化解这些疑难,首先是第一个疑难,即主张一者的现实活动将存在于另一者之中的疑难;他说这在某些事物上绝非荒谬,即一者的现实活动存在于另一者之中;因为在一切相对者上都是如此。虽然他似乎是将这一化解设定为针对前一个假定的——我是指假定现实活动为二但两者皆在被推动者之中的假定(因为他说过一者的现实活动存在于另一者之中是随着这一假定而来的)——但正如我们所说,[将它理解为]对他而言同样随着那主张现实活动为一且此现实活动在被推动者之中的假定而来的,更为合乎情理;因为他根本不认为假定现实活动为二的假定是真实的,以至于要去化解针对该假定提出的疑难。
- 3.52Καὶ ἔσται, εἴπερ ἡ μάθησις καὶ ἡ δίδαξις τὸ αὐτὸ καὶ ἡ ποίησις καὶ ἡ πάθησις, καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν.
在引文的主句中,动词 ἔσται 的主语是 καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν,其表语补足成分承接条件从句中的 τὸ αὐτό。此句法展示了一种链式推论结构:如果作为名词的“教授”与“学习”是同一的,那么作为动名词的“施教”与“受教”也将是同一的。
- 3.53καὶ δόξει μὲν ταύτην τὴν ἐπίλυσιν ὡς πρὸς τὴν προτέραν ὑπόθεσιν θεῖναι ... εὐλογώτερον δέ, ὡς εἴπομεν, ὡς ἑπόμενον αὐτῷ καὶ τῇ ὑποθέσει
这是 καὶ δόξει μέν 与 εὐλογώτερον δέ 构成的对比句式。在后半句中省略了无人称动词 ἐστί 以及与之配合的不定词结构(如 θεῖναι αὐτόν 或如此理解)。ὡς ἑπόμενον 作状语/补语,整句结构表明:相较于认为这是针对前一假定而提出的,更合乎情理的是[理解为]亚里士多德同样是将此化解作为由“现实活动为一”的假定所推出的结果来设定的。
