← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§36.3-38.8

实体与偶性的划分及偶性的不可分离性

斐洛波诺斯注解了亚里士多德在《物理学》第一卷第二章(185a22–31)中对爱利亚学派的批判,考察了存在者是实体还是偶性的划分,辨析了名称上的一与实质上的一,并论证了偶性脱离实体而单独分离存在的不可能性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.17

" Πότερον ὡς οὐσίαν ἅπαντα ἢ ποσὰ ταῦτα ἢ ποιά." Τινὲς ὑπέλαβον διὰ τούτων τὸ καθόλου μόριον τῆς διαιρέσεως αὐτὸν ἐκτίθεσθαι, καὶ διὰ μὲν τοῦ εἰπεῖν πότερον ὡς οὐσίαν ἅπαντα ἢ ποσὰ ἄττα ἢ ποιά, τὸ κατὰ γένος ἓν λέγειν, διὰ δὲ τοῦ καὶ πάλιν πότερον οὐσίαν, μίαν δὲ πάντα, οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα, τὸ κατὰ τὸ εἶδος ἕν· τὸ γὰρ μερικὸν μετ’ ὀλίγα ἐκτίθεσθαι ἔνθα λέγει· “λέγεται δὲ ἓν ἢ τὸ συνεχὲς ἢ τὸ ἀδιαίρετον ἢ οὗ ὁ λόγος ὁ αὐτός”. ἡμεῖς δέ φαμεν ὅτι, ἐπειδὴ ὅταν ἀκούσωμεν ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα εὐθὺς ἡ διάνοια ἡμῶν εἰς τὸ μερικὸν ἀναφέρεται, διὰ τοῦτό φαμεν ὅτι διὰ μὲν τοῦ πότερον ὡς οὐσίαν πάντα ἢ ποσὰ ἄττα ἢ ποιὰ τὸ καθόλου αὐτὸν ἐκτίθεσθαι κοινῶς, τό τε κατὰ τὸ γένος καὶ τὸ κατὰ τὸ εἶδος, διὰ δὲ τοῦ οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα τὸ μερικόν· ἐφεξῆς δέ, ὥσπερ ἤδη εἶπον, αὐτὸ τὸ μερικὸν διαιρεῖ.

“究竟是一切都作为实体,还是这些作为数量,或是作为性质。” 有些人认为,他通过这些话摆出了划分的普遍部分:通过说“究竟是一切都作为实体,还是作为某些数量,或是作为性质”,他说的是属上的一;通过说“再者,究竟是实体而一切为一,如一个人或一匹马”,说的是种上的一;因为个别者是在不久之后摆出的,即他说“而所谓一,要么指连续者,要么指不可分者,要么指定义同一者”之处。但我们主张,既然每当我们听到“一个人”或“一匹马”时,我们的思想便立刻转向个别者,正因如此我们才说:通过“究竟是一切都作为实体,还是作为某些数量,或是作为性质”,他共同地摆出了普遍者,即属上的一与种上的一,而通过“如一个人或一匹马”,他摆出了个别者;接着,正如我已经说过的,他划分了个别者本身。

§1.18

"Ταῦτα γὰρ πάντα διαφέρει τε πολὺ καὶ ἀδύνατα λέγειν." Τὰ ἀπηριθμημένα, φησί, ἥ τε οὐσία, φημί, καὶ τὸ συμβεβηκός, καὶ τῆς οὐσίας ἥ τε καθόλου καὶ ἡ μερική, ὁμοίως δὲ τὸ ποσὸν καὶ ποιὸν καὶ τὰ λοιπὰ συμβεβηκότα, πλεῖστόν τε διαφέρουσιν ἀλλήλων καὶ ἕκαστον αὐτῶν λέγειν ὑποτιθεμένων τῶν περὶ Παρμενίδην,1 ἀδύνατα πάντως ἕψεται τῇ ὑποθέσει.

“因为所有这些既相差甚远,也是不可能谈论的。” 他说,那些被列举出来的事物——我是指实体与偶性,以及实体中的普遍者与个别者,同样还有数量、性质以及其余偶性——彼此相差极大,若巴门尼德等人假定声称它们中的每一个,其假定都必然会随之产生不可能的结论。

§1.19

"Εἰ μὲν γὰρ ἔσται καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν." Ἐντεῦθεν, ὅπερ ἤδη εἶπον, μεταξὺ παρεμβάλλει τὴν ὑπόθεσιν ὀνόματι ἓν εἶναι τὸ ὄν, ὥσπερ αἱ δέκα κατηγορίαι καθ’ αὑτὸ τὸ ὂν ἕν εἰσιν, ὀνόματι μόνῳ τὸ ἓν ἔχουσαι. φησὶν οὖν ὅτι εἰ τὸ ὄν, ὅπερ καὶ ἓν ὑποτίθενται, λέγουσιν αὐτὸ καὶ οὐσίαν καὶ ποσὸν εἶναι καὶ τὰς ἄλλας κατηγορίας, εἴτε ἀπολελυμένα ταῦτα καὶ χωριστὰ εἶναι ἀλλήλων ὑποτίθενται, εἴτε ἐν ἀλλήλοις εἶναι (ὥσπερ οὖν καὶ τὸ ἀληθὲς ἔχει τὰς ἄλλας ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἔχειν), ἀμφοτέρως συμβαίνει πολλὰ εἶναι φύσει τὰ ὄντα, μόνου δὲ τοῦ ὀνόματος κοινωνεῖν ἀλλήλοις καθὸ πάντα ὄντα λέγονται. ὥστε ὀνόματι μόνον τὸ ἕν, οὐ πράγματι. εἰ δὲ ἅπαντα ποιὸν ἢ ποσόν. ἀνατρέχει ἐπὶ τὸ ἕτερον τῆς διαιρέσεως μόριον τὸ ὑποτιθέμενον τῷ πράγματι ἕν, τῷ πράγματι δὲ ἢ ὡς συμβεβηκὸς ἓν ἢ ὡς οὐσίαν· ἀλλὰ νῦν, ὡς εἶπον, τὸν μὲν τῆς οὐσίας ὑπερτίθεται λόγον, τὸν δὲ τοῦ συμβεβηκότος γυμνάζει. εἰ οὖν ἕν τι εἴη τῶν συμβεβηκότων, φησί, τὸ ὂν τοῦτο, οἷον ποσόν, κἄν τε ὑποθῶνται συνυφεστάναι αὐτῷ τὴν οὐσίαν κἄν τε μή, ἄτοπος ὁ λόγος. εἰ μὲν γὰρ συνυφέστηκεν, οὐκέτι ἓν τὸ ὄν, ἀλλὰ πολλά· εἰ δὲ μὴ συνυφέστηκεν, ἀλλὰ καθ’ αὑτὸ ὑπάρχει τὸ ποσόν, ἔσται χωριστὸν τῆς οὐσίας τὸ συμβεβηκός, ὅπερ οὐ μόνον ἄτοπόν ἐστιν ἀλλὰ καὶ ἀδύνατον. διὸ καὶ αὐτὸς εἰπὼν ἄτοπον, ἐπήγαγεν εἰ δεῖ ἄτοπον λέγειν τὸ ἀδύνατον [ἐπίτασίς ἐστι τοῦ ἀτόπου τὸ ἀδύνατον]. τῷ μὲν γὰρ ἀτόπῳ τὸ εὔλογον ἀντίκειται· ἄτοπον γάρ ἐστιν ὃ μὴ ἄν τις τοπάσειε διὰ τὸ μὴ ἔχεσθαι λόγου καὶ ἀκολουθίας τινός· τῷ οὖν ἀτόπῳ τὸ εὔλογον ἀντίκειται, τῷ δὲ ἀδυνάτῳ τὸ ἀναγκαῖον. ἐπίτασις δέ ἐστι τοῦ ἀτόπου τὸ ἀδύνατον· τὸ μὲν γὰρ ἄτοπον ἴσως ἄν ποτε καὶ γένοιτο (οἷον οὐδεὶς ὑπονοήσειε πάντας ἀνθρώπους λούεσθαι· τὸ οὖν τοῦτο ὑπονοεῖν ἔστι μὲν ψεῦδος, οὐκ ἀδύνατον δέ), τὸ δὲ ἀδύνατον καὶ ψεῦδός ἐστι καὶ ἀδύνατον, οἷον εἴ τις εἴποι τὸν ἄνθρωπον πτερωτὸν εἶναι· τοῦτο γὰρ ἐπιτεταμένον ἐστὶ ψεῦδος, διότι πρὸς τῷ ψεύδει καὶ τὸ ἀδύνατον ἔχει.

“因为如果既会有实体,也会有性质和数量。” 从这里开始,正如我已经说过的,他在中间插入了存在者在名称上为一的假定,正如十个范畴在自身上是单个存在者,仅在名称上具有“一”。因此他说,如果他们声称他们也假定为一的存在者既是实体又是数量以及其他范畴,那么无论他们假定这些是彼此脱离且分离的,还是假定它们互在之中(正如事实真理也是其余范畴在实体中具有其存在),无论以哪种方式,都得出存在者在自然本性上是多,它们彼此之间仅共享名称,因它们全都被称为存在者。所以一仅在名称上,不在实质上。“或者如果一切都是性质或数量。”他回到了假定在实质上为一的划分的另一部分,而在实质上要么作为偶性为一,要么作为实体为一;但现在,正如我所说,他把关于实体的论述留待后文,而探讨关于偶性的论述。因此他说,如果这个存在者是偶性中的某种一,例如数量,无论他们假定实体与它共同持存还是不共同持存,这种说法都是荒谬的。因为如果共同持存,存在者便不再是一,而是多;如果并不共同持存,而是数量自身持存,那么偶性将与实体相分离,这不仅是荒谬的,而且是不可能的。因此他自己说了“荒谬”之后,又补充道:“如果必须把不可能的事情说成荒谬”[不可能者是荒谬者的加强]。因为与荒谬相对立的是合情理;所谓荒谬,就是由于缺乏理据和某种连贯性而没有人会揣测的事物;所以与荒谬相对立的是合情理,而与不可能相对立的是必然。不可能者乃是荒谬者的加强;因为荒谬的事物或许在某一时刻也会发生(例如没有人会揣测所有的人都在洗澡;揣测这一点固然是假的,但并非不可能),而不可能的事物既是假的,也是不可能的,就像有人说人有翅膀一样;因为这是加强的虚假,原因在于它除了虚假之外还具有不可能性。

§1.20

"Οὐδὲν γὰρ τῶν ἄλλων χωριστόν ἐστι παρὰ τὴν οὐσίαν." Τοῦτο τὸ ἄτοπον ὡς τῇ ὑστέρᾳ ὑποθέσει ἀκολουθοῦν ἐπήγαγε τῇ ὑποτιθεμένῃ εἶναι τὸ ποσὸν μὴ οὔσης οὐσίας, τὸ δὲ τῇ ἄλλῃ ὑποθέσει ἀκολουθοῦν οὐκέτι προσέθηκε, λέγω δὴ τῇ ὑποτιθεμένῃ συνυπάρχειν τῷ ποσῷ τὴν οὐσίαν. λέξει μὲν οὖν καὶ ἐφεξῆς, ἤδη δὲ καὶ ἔφθη αὐτὸ εἰρηκὼς προσεχῶς· “εἰ μὲν γὰρ ἔσται” φησί “καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν, καὶ ταῦτα εἴτε ἀπολελυμένα ἀλλήλων εἴτε μή, πολλὰ τὰ ὄντα”. κἀνταῦθα γάρ, εἰ συνυπάρχει τῷ ποσῷ ἡ οὐσία, πολλὰ τὰ ὄντα καὶ οὐχ ἕν, καὶ τὰς ἑαυτῶν ἀναιροῦσιν ὑποθέσεις. πάντα γὰρ καθ’ ὑποκειμένου λέγεται τῆς οὐσίας. τὸ καθ’ ὑποκειμένου ὃ νῦν εἶπεν ἀντὶ τοῦ ἐν ὑποκειμένῳ εἴρηκεν.2

“因为其余的无一能脱离实体而分离存在。” 他之所以加上这种荒谬情况,是作为遵循后一种假定而来的,即假定在没有实体存在的情况下存在着数量;至于遵循另一假定而来的情况,他就没有再补充,我是指假定实体与数量共存的假定。无论如何他在接下来的文句中也会讲到,但在此之前他也刚刚先讲过了,因为他说:“因为如果既会有实体,也会有性质和数量,无论这些是彼此脱离的还是不脱离的,存在者都是多。”因为在此处也是,如果实体与数量共存,存在者就是多而不是一,他们便取消了自己的假定。“因为一切都是关于作为载体的实体而说的。”他现在说的“关于载体”,是用来代替“在载体中”而说的。

语法注2 条
  1. 1.18ἕκαστον αὐτῶν λέγειν ὑποτιθεμένων τῶν περὶ Παρμενίδην

    属格独立结构(ὑποτιθεμένων τῶν περὶ Παρμενίδην)在句中充当条件从句,并支配不定式短语 λέγειν ἕκαστον αὐτῶν(“声称它们中的每一个”)作为宾语,构成主句 ἀδύνατα πάντως ἕψεται τῇ ὑποθέσει 的前设条件。

  2. 1.20τὸ καθ’ ὑποκειμένου ὃ νῦν εἶπεν ἀντὶ τοῦ ἐν ὑποκειμένῳ εἴρηκεν

    针对亚里士多德正文中的 πάντα γὰρ καθ’ ὑποκειμένου λέγεται τῆς οὐσίας,斐洛波诺斯指出了一种句法与术语上的替换:此处的 καθ’ ὑποκειμένου(“关于载体而说”,原本指本质性述谓)被用来代替 ἐν ὑποκειμένῳ(“在载体中”,即偶性的内在持存)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:36.3-38.8