- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:378.31-379.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯针对第一个疑难回应道,蚂蚁沿圆周或直径运动以及动物在大地表面行走都仅仅是路径长短的区别而非运动形式的差异,且三段论的多样构造属于逻辑方法而不适用于自然运动;针对第二个疑难,他指出天地之间的中介场所并非终极,而仅仅是经过的路径。
εἰ δὲ μύρμηκα δυνατὸν ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ κινηθῆναι καὶ διὰ τῆς διαμέτρου καὶ διὰ τῆς περιφερείας, οὐκ ἂν εἴη τοῦτο ἕτερον καὶ ἕτερον κινήσεως εἶδος, ἀλλ’ ἡ ὁδὸς μόνον· πλείων καὶ ἐλάττων.1 ὥσπερ ἂν εἰ κινηθείη τις ἐκ τοῦ μέλανος εἰς τὸ λευκόν, ποτὲ μὲν ἐν πλείονι ποτὲ δὲ ἐν ἐλάττονι χρόνῳ τῆς ἀλλοιώσεως ἢ κατὰ μέρος καὶ βραδυτέρας ἢ ταχυτέρας καὶ ἀθροωτέρας γενομένης, οὕτω καὶ ἐνταῦθά φημι, εἰ γραφείη ἐν ἐπιπέδῳ κύκλος, καὶ ὁ μέν τις κινηθείη διὰ τῆς διαμέτρου ὁ δὲ διὰ τῆς περιφερείας ἐπὶ τὸ αὐτό, οὐχ ἕτερον καὶ ἕτερον εἶδος κινήσεως ἐκινήθησαν, ἀλλ’ ἀμφότεροι τὴν ἐπὶ τὰ πλάγια κίνησιν. ὥσπερ γε καὶ εἴ τις κινηθείη τὴν περίμετρον τῆς γῆς, οὐκ ἂν λέγοιτο κυκλοφορικῶς κινεῖσθαι· οὕτω γὰρ πάντα τὰ ζῷα κυκλοφορικῶς κινεῖσθαι ἂν ἐλέγοντο (ἐπὶ περιφεροῦς γὰρ τῆς ἐπιφανείας τῆς γῆς κινοῦνται), καὶ οὐκέτι ἂν ἡ ψυχὴ τὴν ἐπὶ τὰ πλάγια κίνησιν κινεῖν ἐλέγετο. καὶ τί διέφερον κατὰ τοῦτο τῶν κύκλῳ κινουμένων;2 οὐκ οὖν ἕτερα εἴδη ταῦτα κινήσεως· ὑπὸ μιᾶς γὰρ ἄμφω δυνάμεως γίνεται, διαφέρουσι δὲ τῷ μήκει τῆς διαστάσεως μόνον. ἀλλ’ οὐδὲ τὸ ἐπὶ τῶν συλλογισμῶν συμβαῖνον ἐλέγχει τὸν λόγον, λέγω δὴ τὸ τὸ αὐτὸ συμπέρασμα δι’ ἄλλων καὶ ἄλλων κατασκευῶν δείκνυσθαι3 (καὶ ἐπ’ εὐθείας γὰρ τὸ αὐτὸ καὶ δι’ ἀδυνάτου δείκνυται, καὶ ἐπ’ εὐθείας δι’ ἄλλων καὶ ἄλλων προτάσεων, καὶ ἀληθῶν δὲ καὶ ψευδῶν τὸ αὐτὸ συνάξεις, ὡς καὶ αὐτὸς ἐν τοῖς ἔμπροσθεν εἶπεν), ἀλλὰ δῆλον ὅτι οὐ φυσικαὶ κινήσεις οἱ συλλογισμοί, ἀλλὰ λογικαὶ μέθοδοι, περὶ φυσικῶν δὲ κινήσεων ὁ λόγος. πρὸς μὲν οὖν τὴν πρώτην ἀπορίαν ταῦτα, πρὸς δὲ τὴν δευτέραν φημὶ ὅτι τῷ ὄντι ἀδύνατον εἴς τι φυσικὸν πέρας ἓν καὶ τὸ αὐτὸ ἐκ διαφόρων ἀρχῶν ἐλθεῖν· ὁ γὰρ μεταξὺ τῆς γῆς καὶ τοῦ οὐρανοῦ τόπος οὔτε τῶν κούφων οὔτε τῶν βαρέων ἐστὶ πέρας, ἀλλ’ ὁδός ἐστι τῶν κούφων καὶ βαρέων, ἐπεὶ καὶ ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία αἱ ὁδοὶ διὰ τῶν αὐτῶν μέσων, οἷον ἡ ἐκ τοῦ λευκοῦ ἐπὶ τὸ μέλαν μεταβολὴ καὶ ἡ ἐκ τοῦ μέλανος εἰς τὸ λευκὸν διὰ τῶν αὐτῶν μέσων, οἷον διὰ τοῦ φαιοῦ καὶ τῶν μεταξὺ χρωμάτων.
但即使一只蚂蚁能够从相同者到相同者既通过直径又通过圆周运动,这也不会是运动的相异形式,而只是路径的不同,有更长的和更短的。正如如果有人从黑运动到白,性质变化有时在较多的时间中发生,有时在较少的时间中发生,或者按部分且较慢地发生,或者较快且一次性地发生;同样,我在此也说,如果在平面上画一个圆,一者通过直径而另一者通过圆周运动到同一地点,他们所运动的并不是相异形式的运动,而是两者都运动了向两侧的运动。正如确实即使有人沿着大地的周长运动,也不会被称为作圆周运动;因为按这种说法,所有的动物都将被说成是作圆周运动了(因为它们是在大地圆曲的表面上运动),而且灵魂也就不再被说成是推动向两侧的运动了。依此而言,它们与作圆周运动的事物又有什么区别呢?因此,这些并非不同形式的运动;因为两者都是由单一的能力产生的,它们仅仅在间隔的长度上有所区别。而且,三段论中所发生的情形也不能反驳这一论述——我是指同一结论可以通过各不相同的论证构造得到证明这一情形(因为同一结论既可以直接证明,也可以通过反谬证明;直接证明也可以通过各不相同的诸前提,而且无论是从真前提还是从假前提你都能推导出同一结论,正如他本人在之前的著作中所说的那样);然而显然三段论不是自然运动,而是逻辑方法,而现在的论述是关于自然运动的。针对第一个疑难就说这些;而针对第二个疑难我说,从相异的起点到达单一个且同一的自然终极,实际上是不可能的。因为大地与天空之间的场所既不是轻者的终极,也不是重者的终极,而是轻者与重者的路径;因为从相反者到相反者的路径也是通过相同的媒介,例如从白到黑的转变以及从黑到白的转变都是通过相同的媒介,例如通过灰色和中介的各种颜色。
- 3.50ἀλλ’ ἡ ὁδὸς μόνον· πλείων καὶ ἐλάττων
这是省略了系动词(理解为 εἴη ἄν 或 ἐστί)的名词性结构。比较级形容词 πλείων καὶ ἐλάττων 作 ἡ ὁδὸς 的表语或同位修饰语,意指仅仅是路径本身在长度上有更多或更少的差异。
- 3.50καὶ τί διέφερον κατὰ τοῦτο τῶν κύκλῳ κινουμένων;
带有反事实假想意味的反问句,使用未完成过去时直陈式 διέφερον(“依此而言,它们与作圆周运动的事物又有什么区别呢?[毫无区别]”)。它承接前文假定的荒谬推论,强调将动物在球形地面上的行走判定为圆周运动是荒谬的。
- 3.50λέγω δὴ τὸ τὸ αὐτὸ συμπέρασμα δι’ ἄλλων καὶ ἄλλων κατασκευῶν δείκνυσθαι
连续出现两个中性单数宾格冠词(τὸ τὸ)的双重冠词结构。外层的 τὸ 将带有 δείκνυσθαι 的整个宾格不定式从句名词化,作为动词 λέγω 的宾语(同位语说明);内层的 τὸ 则是修饰限制 αὐτὸ συμπέρασμα(“同一结论”)的定冠词。
