← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§378.1-378.31

两者的现实活动皆在受动者中的难点

斐洛波诺斯阐明了亚里士多德在202a31中假定两者的现实活动都在受动者中时所产生的荒谬后果,并通过将自然运动与源于灵魂的运动区分开来,反驳了关于通向同一终极的多种运动路径的可能反难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.50#1

" Εἰ δὲ ἄμφω ἐν τῷ κινουμένῳ καὶ πάσχοντι." Ὑποθέμενος τὴν μὲν ἐν τῷ κινοῦντι τὴν δὲ ἐν τῷ κινουμένῳ, νῦν ἀμφοτέρας τὰς κινήσεις ἐν τῷ κινουμένῳ ὑποτίθεται. συμβήσεται οὖν, φησί, τὴν δίδαξιν καὶ τὴν μάθησιν, καὶ τὴν ποίησιν καὶ τὴν πάθησιν ἐν ἑνὶ καὶ τῷ αὐτῷ εἶναι τῷ κινουμένῳ· εἰ δὲ τοῦτο, πρῶτον μὲν ἄτοπον ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι, ἔπειτα συμβήσεται δύο κινήσεις διαφερούσας τῷ εἴδει εἰς ἓν καὶ τὸ αὐτὸ τέλος ἄγειν, ὅπερ ἀδύνατον. οὐδέποτε γὰρ δύο ἀλλοιώσεις εἰς ἓν καὶ τὸ αὐτὸ εἶδος ἄγειν δύναιντο ἄν, οἷον λεύκανσις καὶ θέρμανσις εἰς λευκότητα· εἴτε γὰρ ἐκ διαφόρων εἰς τὸ αὐτὸ ἄγοιεν αἱ διάφοροι κινήσεις,1 ἄτοπον δύο τῷ ἑνὶ ἀντιστῆναι (ἀεὶ γὰρ ἡ μεταβολὴ οὐκ ἐκ τοῦ τυχόντος, ἀλλ’ ἐκ τοῦ ἐναντίου), ἔκ τε τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀεὶ διὰ τῶν αὐτῶν ἡ κίνησις· ἀεὶ γὰρ ἐκ Θηβῶν εἰς Ἀθήνας διὰ τῶν αὐτῶν μέσων ἡ κίνησις, οἷον ὀρῶν πανδοκείων καὶ τῶν λοιπῶν. Ἀπορήσειε δ’ ἄν τις πρὸς τὸν λόγον· ἔκ τε γὰρ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ μὴ διὰ τῶν αὐτῶν κινηθείη ἄν τις, καὶ ἐκ διαφόρων εἰς τὸ αὐτὸ κινηθῆναι οὐδὲν ἀδύνατον. δύο γὰρ ὄντων περάτων τῆς διαμέτρου τοῦ κύκλου κινηθείη ἄν τις ἐξ ἑκατέρου πέρατος εἰς θάτερον καὶ διὰ τῆς διαμέτρου καὶ διὰ τοῦ ἡμικυκλίου· ὥστε διὰ διαφόρων κινήσεων, τῆς κατὰ κύκλον φημὶ καὶ τῆς κατ’ εὐθεῖαν, ἐκ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἐκινήθη· κινηθείη δ’ ἄν τις καὶ ἐν τῷ μέσῳ τοῦ ἀέρος καὶ τὸ αὐτὸ καταλήψεται τοῦ ἀέρος σημεῖον καὶ ἐκ τῆς γῆς καὶ ἐκ τοῦ οὐρανοῦ. πρὸς μὲν οὖν τὴν πρώτην ἀπορίαν φημὶ ὅτι πρῶτον μὲν περὶ τῶν φυσικῶν κινήσεων νῦν ὁ λόγος, οὐ περὶ τῶν ἀπὸ ψυχῆς γινομένων, ἀδύνατον δέ ἐστιν ἐπὶ τῶν φυσικῶν κινήσεων τὸ κατ’ εὐθεῖαν κινούμενον τὴν κύκλῳ κινηθῆναι· κἂν γὰρ κινῆται τὸ ὑπέκκαυμα καὶ ὁ συνεχὴς ἀὴρ μετὰ τοῦ παντός, ἀλλ’ οὐ κατὰ φύσιν ἀλλ’ ὑπερφυῶς, ὥσπερ καὶ τὰ σώματα τῶν ζῴων βαρέα ὄντα κατὰ φύσιν τὴν ἐπὶ τὰ πλάγια κίνησιν οὐχ ὑπὸ φύσεως, ἀλλ’ ὑπὸ ψυχῆς κινοῦνται. ἀδύνατον οὖν ἓν καὶ τὸ αὐτὸ φυσικῶς κινούμενον εὐθεῖαν καὶ περιφέρειαν κινηθῆναι· τὸ γὰρ πῦρ ἀδύνατον ἄλλως τὸν ἄνω τόπον καταλαβεῖν, εἰ μὴ δι’ εὐθείας μόνης, καὶ ταύτης πρὸς ὀρθὰς ἤτοι πρὸς ἴσας ἀγομένης τὸ ἐξ οὗ καὶ εἰς ὅ.2

“但如果两者都在受动者和承受者之中。” 在假定了一个在推动者中而另一个在受动者中之后,现在他假定两种运动都在受动者之中。他说,如此一来便会导致:施教与受教、施动与受动都在同一个且同一的受动者之中。但如果是这样,首先,一者的现实活动在另一者之中是荒谬的;其次,会导致在形式上相异的两种运动通向同一个且同一的终极,而这是不可能的。因为两种质变绝不可能通向同一个且同一的形式,例如变白和变热通向白;因为如果相异的运动从不同的事物通向相同的事物,两者与单一者相对立是荒谬的(因为变化始终不是来自随意的偶然事物,而是来自相反者),而且从相同者到相同者的运动始终是通过相同的媒介;因为从底比斯到雅典的运动始终通过相同的中间事物,例如山脉、旅舍及其他事物。  然而,可能有人会对这一论述提出疑难:因为某人完全可以从相同者到相同者运动而不通过相同的媒介,而且从相异者运动到相同者也绝非不可能。因为当圆的直径有两个端点时,人可以从任一端点通过直径或通过半圆运动到另一端点;因此,通过相异的运动——我是指圆周运动和直线运动——人从相同者运动到了相同者。而且人也可以在空气的中间运动,无论是从大地还是从天空,都会到达空气的同一地点。因此,针对这第一个疑难我说,首先,现在的论述是关于自然运动的,而不是关于源于灵魂的运动;而在自然运动的情况下,沿直线运动的事物不可能作圆周运动;因为即使易燃物及其连续的空气随整个宇宙一同运动,那也不是按照自然,而是超自然地运动,正如动物的肉体虽然按自然是沉重的,但向两侧的运动不是由自然、而是由灵魂推动的一样。因此,按自然运动的同一个且同一的事物,不可能既沿直线运动又沿圆周运动;因为火要占据上方的场所,除了仅通过直线之外不可能以其他方式,而且这条直线是相对于其起点与终点作直角即等角引出的。

语法注2 条
  1. 3.50εἴτε γὰρ ἐκ διαφόρων εἰς τὸ αὐτὸ ἄγοιεν αἱ διάφοροι κινήσεις

    由 εἴτε 引导的从句缺少显式的关联词(εἴτε 或 ἤ)。该句与后文并列的“ἔκ τε τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀεὶ διὰ τῶν αὐτῶν ἡ κίνησις”(省略了 ἐστί)形成对照,共同构成了双重论证结构:无论是相异运动由不同起点通向同一终点,还是由相同起点通向相同终点,两种相异运动都不可能达到同一个终极。

  2. 3.50καὶ ταύτης πρὸς ὀρθὰς ἤτοι πρὸς ἴσας ἀγομένης τὸ ἐξ οὗ καὶ εἰς ὅ

    属格独立结构(ταύτης... ἀγομένης),承接前面的 διʼ εὐθείας μόνης,意为“且该[直线]被引出”。随后的名词化宾格短语 τὸ ἐξ οὗ καὶ εἰς ὅ 表示相关的界限,即直角线所相对于的起点(ἐξ οὗ)与终点(εἰς ὅ)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:378.1-378.31