← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§376.16-377.27

两种现实活动的划分与推动者中运动的否定

菲洛波庞对亚里士多德202a25–202a28的文本进行注解,阐明了在关于推动者与受动者的现实活动(运动)的划分论证中现实活动与运动被视为同一的逻辑结构,并分析了受动与施动同名异义的原因以及将运动置于推动者中所导致的荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.47

" Εἰ οὖν ἄμφω κινήσεις, εἰ μὲν ἕτεραι, ἐν τίνι;" Εἰ δύο εἰσὶν αἱ ἐνέργειαι, φησίν, ἢ ἀμφότεραι κινήσεις εἰσὶν ἢ μία ἐξ ἀμφοῖν γίνεται κίνησις, εἰ δὲ ἀμφότεραι κινήσεις εἰσίν, ἢ ἡ μέν ἐστιν ἐν τῷ κινοῦντι ἡ δὲ ἐν τῷ κινουμένῳ, ἢ ἀμφότεραι ἐν τῷ κινουμένῳ· τὸ γὰρ ἀμφοτέρας εἶναι1 ἐν τῷ κινοῦντι, ὡς εἶπον, οὐδὲ ὑποτίθεται. δυνατὸν δὲ ἦν τὴν διαίρεσιν οὕτως ποιήσασθαι, ὅτι εἰ δύο εἰσὶν ἐνέργειαι, ἢ ἀμφότεραι κινήσεις εἰσὶ διαφέρουσι δ’ ἀλλήλων, ἢ μία ἐξ ἀμφοῖν γίνεται κίνησις, ἢ ἡ μὲν μία ἐνέργεια2 κίνησίς ἐστιν ἡ δὲ ἑτέρα οὐκ ἔστι κίνησις· ἀλλὰ τὸ τρίτον οὐδὲ ὑποτίθεται, λέγω δὴ τὸ τὴν μὲν εἶναι κίνησιν τὴν δὲ μὴ εἶναι. φημὶ οὖν ὅτι οὐδ’ ὅλως τὰς ἐνεργείας ὡς ἑτέρας εἶναι παρὰ τὰς κινήσεις τίθεται ἡ ἀπορία, ἀλλὰ ταὐτὸν ἐνέργειαν εἶναί φησι καὶ κίνησιν, ἵνα οὕτω τὸ πιθανὸν ἔχῃ ἡ ἀπορία. πρόεισιν οὖν αὐτῷ ἡ διαίρεσις τοῦτον τὸν τρόπον· ὄντος τοῦ μὲν κινοῦντος τοῦ δὲ κινουμένου, ἢ δύο εἰσὶν αἱ ἐνέργειαι τούτων καὶ αἱ κινήσεις (ταὐτὸν γὰρ ἐνέργεια καὶ κίνησις), ἢ μία ἀμφοῖν ἡ ἐνέργεια καὶ ἡ κίνησις. ὅτι δὲ εἰς ταὐτὸν ἄγει τὴν ἐνέργειαν καὶ τὴν κίνησιν ἡ ἀπορία, δῆλον ἐξ ὧν ἐνταῦθα εἰπὼν εἰ οὖν ἄμφω κινήσεις, ἐν τῷ λοιπῷ μορίῳ τῆς διαιρέσεώς φησιν “ἀλλὰ μία ἔσται ἡ ἐνέργεια”, τὴν αὐτὴν λαβὼν τὴν ἐνέργειαν τῇ κινήσει.

“因此,如果两者都是运动,若一方面它们彼此不同,那么它们在什么之中?” 他说,如果现实活动是两个,那么要么两者都是运动,要么由两者产生一个运动;而如果两者都是运动,那么要么一个在推动者中,另一个在受动者中,要么两者都在受动者中——因为正如我所说,两者都在推动者中这一点,他甚至根本没有假定。然而,本可以这样进行划分:如果现实活动是两个,那么要么两者都是运动且彼此相异,要么由两者产生一个运动,要么一个现实活动是运动而另一个不是运动;但是第三个选项,我是指一个是运动而另一个不是,他甚至根本没有假定。因此我说,这个疑难根本不是把现实活动设定为不同于运动的事物,而是说现实活动与运动是同一的,以便疑难以此具有说服力。因此,他的划分是按照这种方式推进的:既然有推动者和受动者,那么这些东西的现实活动亦即运动要么是两个(因为现实活动与运动是同一的),要么两者的现实活动亦即运动是一个。而疑难将现实活动与运动归为同一,这一点从以下事实可以明显看出:他在当下说了“因此,如果两者都是运动”,而在划分的其余部分则说“但现实活动将是一个”,从而把现实活动视为与运动同一。

§3.48

"Εἰ δὲ δεῖ καὶ ταύτην ποίησιν καλεῖν, ὁμώνυμος ἂν εἴη." Ἐπειδὴ ἐκ τῆς διαφορᾶς τῶν ὀνομάτων κατεσκεύασε δύο εἶναι τὰς ἐνεργείας, τῷ τὴν μὲν ποίησιν τὴν δὲ πάθησιν λέγεσθαι, ἵνα μή τις εἴποι ὅτι ‘οὐ καλῶ3 διαφόροις ὀνόμασι τὴν τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος ἐνέργειαν, ἵνα καὶ ἐκ τούτου δύο αὐτὰς ὀνομάζειν ἀναγκασθῶ· οὐδὲν γάρ μοι διαφέρει καὶ τὴν τοῦ πάσχοντος ἐνέργειαν ποίησιν καλεῖν μίαν οὖσαν καὶ τὴν αὐτὴν τῇ τοῦ ποιοῦντος ἐνεργείᾳ’, καὶ ὅτι οὐδὲ εὕρηται ὅλως ἐν τῇ τῶν Ἑλλήνων χρήσει τὸ τῆς παθήσεως ὄνομα, φησὶν οὖν πρὸς τοῦτο ὅτι κἂν τοῖς αὐτοῖς ὀνόμασι τὰς ἀμφοτέρων ἐνεργείας καλέσῃ τις, οὐ συνώνυμοι ἔσονται δηλονότι ἀλλ’ ὁμώνυμοι· οὐ γὰρ δὴ τὸν ὁρισμὸν τῆς τοῦ ποιοῦντος ἐνεργείας ἐπιδέξαιτο ἂν ἡ τοῦ πάσχοντος ἐνέργεια, ἐπεὶ ἔσται καὶ τὸ ποιοῦν πάσχον καὶ τὸ πάσχον ποιοῦν. ὥστε τούτοις συνδιαιροῦνται καὶ αἱ φύσεις τῶν ἐνεργειῶν, κἂν ἑνὶ καὶ τῷ αὐτῷ ὀνόματι καλέσῃς τὰς ἀμφοτέρων ἐνεργείας.

“但如果必须把这也称为施动,它将是同名异义的。” 因为他是根据名称的差异来确立现实活动是两个的(由于一个被称为施动,另一个被称为受动),为了防止有人说:“我并不用不同的名称来称呼施动者和受动者的现实活动,以免因此被迫称它们为两个;因为受动者的现实活动既然与施动者的现实活动是同一个且同一的,即使把它也称为施动,这对我来说也没有什么差别”,并且在希腊人的惯用法中根本找不到受动这个名称——因此针对这一点他说,即使有人用相同的名称来称呼两者的现实活动,它们显然也不会是同义的,而是同名异义的。因为受动者的现实活动绝不会接受施动者的现实活动的定义,否则施动者也将成为受动者,而受动者也将成为施动者。所以,即使你用同一个名称来称呼两者的现实活动,现实活动的本性也会随着这些〔施动者与受动者〕而被一同区分开来。

§3.49

"Ἀλλὰ μὴν εἰ τοῦτο, ἡ κίνησις ἐν τῷ κινοῦντι ἔσται." Εἰ δύο, φησίν, οὐσῶν τῶν κινήσεων ἡ μὲν ἔσται ἐν τῷ κινοῦντι ἡ δὲ ἐν τῷ κινουμένῳ, ὥσπερ ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις, οὕτω καὶ ἐν τῷ κινοῦντι ἔσται κίνησις. ὥσπερ γὰρ τὸ κινούμενον ἔχει κίνησιν ἐν ἑαυτῷ τὴν ἰδίαν ἐνέργειαν, οὕτω καὶ τὸ κινοῦν ἕξει κίνησιν ἐν ἑαυτῷ τὴν ἰδίαν ἐνέργειαν· ὁ γὰρ αὐτὸς λόγος ἐπ’ ἀμφοῖν. εἰ δὲ ἐν τῷ κινοῦντι κίνησίς ἐστιν, ἢ κινηθήσεται ἢ οὐ κινηθήσεται· εἰ μὲν οὖν κινηθήσεται, ἀνάγκη πᾶν τὸ κινοῦν εὐθὺς κινεῖσθαι, ὅπερ ἐστὶ ψεῦδος (οὔτε γὰρ τὸ ὀρεκτὸν κινοῦν κινεῖται, οὔτε τὸ πρώτως κινοῦν κινεῖται, ὡς δείξει ἐν τῷ ὀγδόῳ), εἰ δὲ μὴ κινηθήσεται, ἄτοπον ἔχον τι κίνησιν μὴ κινεῖσθαι.4

“然而,如果是这样,运动就将在推动者之中。” 他说,如果运动是两个,一个将在推动者中,另一个在受动者中,那么正如运动在受动者中一样,运动也将同样在推动者中。因为正如受动者在其自身中拥有作为其自身现实活动的运动一样,推动者也将在其自身中拥有作为其自身现实活动的运动;因为同样的说明适用于两者。但如果运动在推动者中,它要么将被运动,要么将不被运动。如果它将被运动,那么一切推动者就必然立刻被运动,而这是假的(因为欲求的对象在推动时既不被运动,第一推动者也不被运动,正如他将在第八卷中展示的那样);但如果它将不被运动,那么拥有运动的事物却不被运动就是荒谬的。

语法注4 条
  1. 3.47τῷ τὴν μὲν εἶναι κίνησιν τὴν δὲ μὴ εἶναι

    带冠词不定式结构 τὸ ... εἶναι 作为前置名词短语 τὸ τρίτον 的同位语。由 λέγω δή(“我是指……”)引出,具体说明了亚里士多德未予假定的第三个选项的内容。

  2. 3.47ἐξ ὧν ἐνταῦθα εἰπὼν εἰ οὖν ἄμφω κινήσεις, ἐν τῷ λοιπῷ μορίῳ τῆς διαιρέσεώς φησιν “ἀλλὰ μία ἔσται ἡ ἐνέργεια”

    ἐξ ὧν 是省略先行词的介词短语(相当于 ἐκ τούτων ἅ),指明主句 δῆλον 的证据来源。在该从属结构内,分词 εἰπών 与主谓动词 φησίν 形成对应,构成了说明亚里士多德在前半部分说 κινήσεις、而在后半部分却换用 ἡ ἐνέργεια 的句法骨架。

  3. 3.48ἵνα μή τις εἴποι ὅτι ‘οὐ καλῶ ...

    目的从句 ἵνα μή ... 中嵌入了由 ὅτι 引出的假想反对者的反驳(‘οὐ καλῶ...’),随后由 φησὶν οὖν πρὸς τοῦτο ὅτι 重新引出对其的回应。这是一个在原因与目的从句之间插入长篇引语的较长句法结构。

  4. 3.49ἔχον τι κίνησιν μὴ κινεῖσθαι

    不定式结构 μὴ κινεῖσθαι 作非人称表语 ἄτοπον [ἐστι] 的主语。不定代词 τι 是该不定式在宾格不定式结构中的逻辑主语,中性单数分词 ἔχον 与 τι 保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:376.16-377.27