- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:374.29-376.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯通过引入包含现实原因的运动定义以及例证(比例与坡道),阐明了运动是在被动者而非动者之中、两者的现实在底层物上是单一的,随后引出了主张两者的现实必定彼此相异的推理性疑难。
" Ἐντελέχεια γάρ ἐστι τούτου ὑπὸ τοῦ κινητικοῦ." Ὅτι ἐκ τοῦ ὁρισμοῦ τῆς κινήσεως δείκνυται ὅτι ἐν τῷ κινουμένῳ ἐστὶν ἡ κίνησις οὐκ ἐν τῷ κινοῦντι· ἔστι γάρ, φησίν, ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ. καὶ τελειότερον νῦν ἀποδίδωσι τὸν τῆς κινήσεως ὁρισμόν· συμπαραλαμβάνει γὰρ καὶ τὸ αἴτιον τῆς ἐνεργείας· ἐντελέχεια γάρ, φησίν, ἐστὶ τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ. ὁ μὲν γὰρ πρότερος ὁρισμός, ὁ λέγων ὅτι ἐστὶν “ἐντελέχεια τοῦ κινητοῦ, ᾗ κινητόν”, οὔ φησιν ὑπὸ τίνος ἡ ἐντελέχεια γίνεται, ὁ δὲ προκείμενος καὶ τοῦτο ἐμφαίνει. καὶ ἡ τοῦ κινητικοῦ ἐνέργεια οὐκ ἄλλη ἐστίν. εἰ γὰρ ἡ κίνησις ἐντελέχειά ἐστι τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ, οὐκ ἄρα ἑτέρα ἐστὶν ἡ τοῦ κινητικοῦ ἐνέργεια παρὰ τὴν τοῦ κινητοῦ, ἀλλὰ μία καὶ ἡ αὐτή, τελειοῦσα μὲν τὸ ὑποκείμενον, λέγω δὴ τὸ κινούμενον, γινομένη δὲ ὑπὸ τοῦ κινοῦντος· αὕτη γάρ ἐστιν ἡ τοῦ κινητικοῦ ἐνέργεια, τὸ κινεῖν τὸ κινητόν, τὸ δὲ κινεῖν τὸ κινητὸν τοῦτό ἐστι, τὸ κινεῖσθαι τὸ κινούμενον.
“因为它是能动者对这一事物的完全现实。” 从运动的定义中可以证明,运动是在被动者之中而不是在动者之中;因为他说,运动是由能动者所引起的、可动者的完全现实。他现在给出了更为完备的运动定义;因为他也把现实的原因一并纳入;因为他说,它是能动者对可动者的完全现实。先前那个主张它是“可动者作为可动者的完全现实”的定义,并未说明这完全现实是由什么所引起的,而当前所提出的定义也把这一点表明了。并且能动者的现实并不是另一回事。因为如果运动是由能动者所引起的、可动者的完全现实,那么能动者的现实也就不是在可动者的现实之外的另一回事,而是一且相同的,它既完善了底层物——我指的是被动者——又是由动者所引起的;因为这就是能动者的现实:去推动可动者,而推动可动者正是:被动者被推动。
"Δεῖ μὲν γὰρ εἶναι ἐντελέχειαν ἀμφοῖν." Ἐπειδὴ εἶπεν ὅτι ‘οὐκ ἄλλη ἐστὶν ἡ τοῦ κινητικοῦ ἐνέργεια’, διὰ τοῦτο εἶπεν ὅτι οὐ τοῦτό φημι, ὅτι οὐκ ἔχει ἑκάτερον αὐτῶν ἐνέργειάν τινα· δεῖ γὰρ ἔχειν. καὶ ὅτι μὲν τὸ κινούμενον ἔχει, πρόδηλον, ὅτι δὲ καὶ τὸ κινοῦν ἔχει τινὰ ἐνέργειαν, κατασκευάζει· κινητικὸν μὲν γάρ ἐστι, φησί, τῷ δύνασθαι, κινοῦν δὲ τῷ ἐνεργεῖν. εἰ τὸ κινοῦν, φησί, ποτὲ μὲν τὴν κινητικὴν μόνον δύναμιν ἔχει, ποτὲ δὲ ἐνεργεῖ κατ’ αὐτήν, δῆλον ὅτι ἔχει τινὰ καὶ τὸ κινοῦν ἐνέργειαν, καθ’ ἣν ἐκ τοῦ κινητικὸν εἶναι γίνεται ἐνεργείᾳ κινοῦν. ἀλλ’ ἔστιν ἐνεργητικὸν τοῦ κινητοῦ, ὥστε ὁμοίως μία ἡ ἀμφοῖν ἐνέργεια. εἰ καὶ ἐνεργεῖ, φησί, τὸ κινοῦν, ἀλλ’ ἐνεργεῖ οὐδαμῶς ἄλλως, ἀλλ’ ἢ ἐν αὐτῷ τῷ κινητῷ, καθὸ καὶ τὸ κινητὸν ἐνεργείᾳ κινεῖται· ὥστε εἰ ἐν τῷ κινητῷ ἐνεργεῖ, καὶ ἡ ἐνέργεια τοῦ κινητικοῦ τοῦτό ἐστιν ἡ τοῦ κινητοῦ κίνησις, μία ἄρα ἡ ἀμφοῖν ἐνέργεια. καὶ ὅτι οὐ θαυμαστὸν μίαν καὶ τὴν αὐτὴν ἐνέργειαν δύο εἶναι πραγμάτων τῇ σχέσει μόνον διαφέρουσαν, τοῖς παραδείγμασι πιστοῦται. ὥσπερ, φησί, τὸ αὐτὸ διάστημα ἓν πρὸς δύο καὶ δύο πρὸς ἕν· ἓν γὰρ τοῦτο καὶ ταὐτὸν κατὰ τὸ ὑποκείμενον. τί γὰρ διαφέρει ἐκ τῶν δύο πρὸς τὸ ἓν κινηθῆναι, καὶ ἐκ τοῦ ἑνὸς πρὸς τὰ δύο; οἷον τὸ λέγειν ὅτι ὃν λόγον ἔχει τὰ δύο πρὸς τὸ ἕν,1 οὐδὲν διαφέρει τοῦ εἰπεῖν ὃν λόγον ἔχει τὸ ἓν πρὸς τὰ δύο. εἰ μὴ μόνον τῇ σχέσει, τῷ ὑποκειμένῳ δὲ ταὐτὸν καὶ ἕν. ἀλλ’ εἰ καὶ μία ἡ διάστασις, ἀλλ’ οὖν αἱ σχέσεις διάφοροι· τὰ μὲν γὰρ δύο πρὸς τὸ ἓν διπλασίονα λόγον ἔχει, τὸ δὲ ἓν πρὸς τὰ δύο τὸν ἥμισυν. ὁμοίως δὲ καὶ τὸ ἄναντες καὶ τὸ κάταντες σχέσεις μὲν διάφοροι, διάστασις δὲ μία.
“因为两者必定都具有完全现实。” 既然他说了“能动者的现实并不是另一回事”,因此他说:我的意思并不是它们各自不具有某种现实;因为必定要具有。而被动者具有现实,这是显然可见的;至于动者也具有某种现实,他则给出了证明;因为他说,它是通过具有潜能而是能动的,通过发挥现实而是动者。他说,如果动者有时仅具有能动的潜能,有时依照这种潜能发挥现实,那么显而易见,动者也具有某种现实,依照这种现实,它从处于能动状态变为现实上的动者。但是它是作用于可动者的,因此同样地,两者的现实是一。他说,即使动者发挥现实,但它绝非以别的方式,而只在可动者本身之中发挥现实,正如可动者也是在现实中被推动一样;因而如果在可动者之中发挥现实,且能动者的现实正是可动者的运动,那么两者的现实便是一。并且,两个事物具有仅在关系上有所差异的单一且相同的现实并不是怪事,这一点他通过例证予以证实。他说,正如一到二与二到一的间距是相同的;因为这在底层物上是一且相同的。因为从二向一运动,与从一向二[运动]有什么区别呢?就好比说二对一具有什么比例,与说一对二具有什么比例毫无区别——除非仅在关系上有所不同,但在底层物上却是相同且单一的。不过,即使间距是一,但关系毕竟是相异的;因为二对一具有两倍的比例,而一对二则具有一半的比例。同样地,上坡与下坡的关系虽然相异,间距却是一。
"Ἔχει δὲ ἀπορίαν λογικήν." Λογικὴν ἀντὶ τοῦ ἀξίαν τινὰ λόγου, οἱονεὶ πιθανὴν καὶ ἀξίαν οὖσαν λόγου τυχεῖν καὶ ἐπιλύσεως. τίς οὖν ἡ ἀπορία; ὅτι μήποτε οὐ καλῶς εἴρηται τὸ μίαν εἶναι ἀμφοῖν τὴν ἐνέργειαν,2 ἀλλὰ δεῖ ἑκατέρου ἰδίαν τινὰ ἐνέργειαν εἶναι, ἑτέραν οὖσαν παρὰ τὴν θατέρου ἐνέργειαν, ὡς δηλοῖ τά τε ὀνόματα διάφορα ὄντα ἐπὶ τῆς ἑκάστου ἐνεργείας τεταγμένα (ἡ μὲν γὰρ ποίησις, ἡ δὲ πάθησις), διάφορα δὲ καὶ τὰ ἀποτελέσματα· τῆς μὲν γὰρ ποιήσεως τὸ τέλος ποίημα, τῆς δὲ παθήσεως πάθος. εἰ τοίνυν καὶ τὰ ὀνόματα τῶν ἐνεργειῶν καὶ τὰ τέλη διάφορα, καὶ αὗται δήπου ἕτεραι ἄν εἶεν ἀλλήλων.
“但这具有一个推理性疑难。” “推理性的”代替的是“某种值得讨论的”,即似乎是颇为可信且值得受到讨论与消解的。那么,疑难是什么呢?或许两者的现实是一的说法并不妥当,而是各自必定具有某种固有的现实,它与另一方的现实不同,正如分配给各自现实的名称互不相同所表明的那样(因为一方是作动,另一方是受动),并且结果也互不相同;因为作动的终点是产物,而受动的终点则是受动状态。因此,如果现实的名称与终点都互不相同,那么这些〔现实〕大概也彼此相异。
- 3.45οἷον τὸ λέγειν ὅτι ὃν λόγον ἔχει τὰ δύο πρὸς τὸ ἕν, οὐδὲν διαφέρει τοῦ εἰπεῖν ὃν λόγον ἔχει τὸ ἓν πρὸς τὰ δύο. εἰ μὴ μόνον τῇ σχέσει, τῷ ὑποκειμένῳ δὲ ταὐτὸν καὶ ἕν.
省略句的骨架结构。在主句 οὐδὲν διαφέρει τοῦ εἰπεῖν...(与说……毫无区别)之后,表示限定条件的短语 εἰ μὴ μόνον τῇ σχέσει(“除非仅在关系上[有所不同]”)对前文的否定陈述加以限制,随后的并列成分 τῷ ὑποκειμένῳ δὲ ταὐτὸν καὶ ἕν 省略了系词 ἐστι,意为“但在底层物上却是同一且单一的”。
- 3.46ὅτι μήποτε οὐ καλῶς εἴρηται τὸ μίαν εἶναι ἀμφοῖν τὴν ἐνέργειαν
μήποτε 的用法。后接直陈式(此处为 οὐ καλῶς εἴρηται),用于表达委婉的断定、怀疑或顾虑(“或许并非……”)。在回应前文疑问 τίς οὖν ἡ ἀπορία? 的 ὅτι 从句中,它引出了亚里士多德所提出的疑难的核心论点:即主张两者的现实为一或许是不恰当的。
