← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§373.2-374.28

受动者之中施动与受动的现实

斐洛庞努斯通过第一格三段论证明施动与受动的现实存在于受动者之中,借助上坡与下坡的比喻论证二者在底层物上为一而在定义上相异,并得出运动存在于被动者之中的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.43#3

εἰ τοίνυν ὃ ποιεῖ τὸ ποιοῦν τοῦτο πάσχει τὸ πάσχον, ὃ δὲ πάσχει τὸ πάσχον τοῦτο ἐν τῷ πάσχοντί ἐστιν (ἐν τῷ πάσχοντι γὰρ τὸ πάθος), ὃ ποιεῖ ἄρα τὸ ποιοῦν, τοῦτο ἐν τῷ πάσχοντί ἐστιν. ἐν πρώτῳ σχήματι ὁ συλλογισμός. ὥστε εἰ ἡ ποίησις ἐνέργεια τοῦ ποιοῦντος, αὐτὴ δὲ ἐν τῷ πάσχοντί ἐστιν, ἀνάγκη ἄρα ἐπὶ τῶν πρός τι τὴν ἑκατέρου ἐνέργειαν ἐν θατέρῳ εἶναι. Πρὸς δὲ τὸ δεύτερον ἄτοπον, τὸ λέγον ὅτι συμβήσεται δύο ἑτέρων τῷ εἴδει μίαν εἶναι ἐνέργειαν, φησὶν ὅτι ἐπί τινων οὐδὲ τοῦτο ἄτοπον, λέγω δὴ ἐπὶ τῶν πρός τι, ὅταν τὸ μὲν δυνάμει ᾖ τὸ δὲ ἐνεργείᾳ κατὰ τὴν δύναμιν ταύτην, ἀλλὰ μία ἡ τούτων ἐνέργεια τῷ ὑποκειμένῳ οὐ τῷ λόγῳ· μία γὰρ ἡ λεύκανσις ἣν λευκαίνει τὸ λευκαῖνον καὶ λευκαίνεται τὸ λευκαινόμενον, καὶ τὸ θεώρημα ἓν ὃ διδάσκει ὁ διδάσκων καὶ μανθάνει ὁ μανθάνων. καὶ ἡ δίδαξις οὖν τοῦ θεωρήματος μία ἣν διδάσκει τὸ διδάσκον καὶ διδάσκεται τὸ διδασκόμενον· οὐ γὰρ ἄλλο τί ἐστιν ἡ δίδαξις, ἢ τὸ ἐκ τοῦ διδασκάλου μανθάνειν. ὁμοίως δὲ καὶ ἡ μάθησις. ἀλλὰ τῷ μὲν ὑποκειμένῳ τὰ αὐτά, τῷ δὲ λόγῳ οὐ τὰ αὐτά, ὥσπερ ἡ ἀνάβασις καὶ ἡ κατάβασις, καὶ ἡ ὁδὸς ἡ Θήβηθεν Ἀθήναζε καὶ ἡ Ἀθήνηθεν Θήβαζε. μία γὰρ καὶ ἐπὶ τούτων ἡ διάστασις, ἡ κάτωθεν ἄνω καὶ ἡ ἄνωθεν κάτω, ἀλλ’ ὁ λόγος ἕτερος· ἔνθεν μὲν γὰρ ἀρχομένῳ ἀνάβασις, ἔνθεν δὲ κατάβασις. οὕτως οὖν καὶ ἐπὶ τοῦ ποιοῦντος καὶ πάσχοντος μία μὲν ἡ ἐνέργεια ἀμφοῖν, ἀλλ’ ἐκ μὲν τοῦδε ἀρχομένων1 ποίησις λέγεται, ἐκ δὲ τοῦδε πάθησις, καὶ ἐκ τοῦδε μὲν μάθησις, ἐκ τοῦδε δὲ δίδαξις. καὶ τοῦτο εἰκότως συνέβη, ἐπειδὴ οὐδὲν ἕτερον ποιεῖ τὸ ποιοῦν, ἢ ὅπερ ἐστὶ δυνάμει τὸ πάσχον. ἡ ἄρα ἐνέργεια τοῦ ποιοῦντος, αὕτη ἐστὶν ἐνέργεια τῆς τοῦ πάσχοντος δυνάμεως· μία ἄρα ἡ ἀμφοῖν ἐνέργεια κατὰ τὸ ὑποκείμενον τῇ σχέσει μόνῃ τὸ διάφορον ἔχουσα. Πρὸς δὲ τὸ τελευταῖον ἄπορον, τὸ λέγον ὅτι εἰ μία ἀμφοῖν ἐνέργεια ἔσται, καὶ ἡ δίδαξις τῇ μαθήσει ταὐτόν, καὶ εἰ τοῦτο, καὶ ὁ διδάσκων τῷ μανθάνοντι ὁ αὐτός, πρὸς τοῦτο οὖν ἀπαντῶν φησιν ὅτι οὐκ ἀνάγκη, εἰ ἡ μάθησις τῇ διδάξει ταὐτὸν εἴη, ἤδη καὶ τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν εἶναι καὶ τὸν διδάσκοντα τῷ μανθάνοντι. εἰ μὲν γὰρ κατὰ πάντα ταὐτὸν ἦν ἡ δίδαξις καὶ ἡ μάθησις, ὥσπερ καὶ τὸ λώπιον καὶ ἱμάτιον, ἀνάγκη τῷ ὄντι ἕπεσθαι τὰ εἰρημένα, ἐπειδὴ δὲ οὐ κατὰ πάντα τὰ αὐτά ἐστιν, ἀλλὰ τῷ μὲν ὑποκειμένῳ ταὐτὸν τῷ δὲ λόγῳ διάφορα, οὐκ ἀνάγκη τὸν αὐτὸν εἶναι τὸν διδάσκοντα τῷ μανθάνοντι, οὐδὲ τὴν δίδαξιν τῇ μαθήσει. ἐπεὶ καὶ τῆς ἀναβάσεως καὶ τῆς καταβάσεως οὔσης μιᾶς κατὰ τὸ ὑποκείμενον, οὔτε τὸ ἀναβαίνειν τῷ καταβαίνειν ταὐτόν ἐστιν οὔτε ὁ ἀναβαίνων τῷ καταβαίνοντι, οὐδὲ ἐπειδὴ μία ἡ διάστασις ἡ ἐξ Ἀθηνῶν εἰς Θήβας καὶ 〈ἡ〉 ἐκ Θηβῶν εἰς Ἀθήνας, ἤδη που καὶ τὸ εἰς Θήβας ἰέναι ἐξ Ἀθηνῶν ταὐτόν ἐστι τῷ ἐκ Θηβῶν εἰς Ἀθήνας, ἢ ὁ ἐκ Θηβῶν εἰς Ἀθήνας ἐρχόμενος ὁ αὐτός ἐστι τῷ ἐξ Ἀθηνῶν εἰς Θήβας ἀπιόντι. οὕτως οὖν κἂν εἰ ἡ δίδαξις τῇ μαθήσει ἡ αὐτὴ εἴη, οὔτε τὸ μανθάνειν ἀνάγκη τῷ διδάσκειν ταὐτὸν εἶναι, οὔτε τὸν διδάσκοντα τῷ μανθάνοντι· ὅλως γὰρ οὐδὲ ταὐτὸν κυρίως καὶ κατὰ πάντα ἡ δίδαξις τῇ μαθήσει, ἀλλὰ μόνον κατὰ τὸ ὑποκείμενον· ὥστε εἰ μὴ κατὰ πάντα ταὐτὸν ἡ δίδαξις τῇ μαθήσει, οὐδὲ τὸ διδάσκειν τῷ μανθάνειν, οὐδὲ ὁ διδάσκων τῷ μανθάνοντι. πρότερον μὲν γὰρ συνεχώρησε2 τὴν δίδαξιν τῇ μαθήσει τὴν αὐτὴν εἶναι, εἶτα τὴν ἀκολουθίαν ἤλεγξεν ὡς ψευδῆ, λέγω δὴ ὅτι καὶ τὸ διδάσκειν τῷ μανθάνειν ταὐτὸν καὶ ὁ διδάσκων τῷ μανθάνοντι, ὕστερον δὲ οὐδὲ τῇ ἀρχῇ συνεχώρησε, λέγων ὅτι οὐδὲ ἡ δίδαξις τῇ μαθήσει ἡ αὐτή· οὐδὲ γὰρ τῷ ὁρισμῷ ταὐτά, ἀλλὰ τῷ ὑποκειμένῳ. ὥστε οὐδὲν ἄτοπον μίαν εἶναι ἐνέργειαν ἀμφοῖν, προϊοῦσαν μὲν ἐκ τοῦ ποιοῦντος ὑφισταμένην δὲ ἐν τῷ πάσχοντι· ὥστε εἰ ἡ ἐνέργεια τοῦ κινητοῦ κίνησίς ἐστι μία καὶ ἡ αὐτὴ οὖσα καὶ τοῦ κινητικοῦ, αὐτὴ δὲ ἐν τῷ κινητῷ ἐστι γινομένη ὑπὸ τοῦ κινητικοῦ, τὸ δὲ κινητόν ἐστι τὸ κινούμενον, ἐν τῷ κινουμένῳ ἄρα ἡ κίνησις καὶ οὐκ ἐν τῷ κινοῦντι. Καὶ τὸ ἀπορούμενον δὲ φανερόν. ἀπορεῖται γὰρ πότερον ἡ κίνησις ἐν τῷ κινοῦντί ἐστιν ἢ ἐν τῷ κινουμένῳ ἢ ἐν ἀμφοῖν.

因此,如果作动者所作动的正是受动者所承受的,而受动者所承受的又是在受动者之中的(因为受动状态是在受动者之中的),那么作动者所作动的,也就是在受动者之中的。这一三段论属于第一格。因此,如果作动是作动者的现实,而它本身是在受动者之中的,那么在关系物的情形中,每一方的现实存在于另一方之中就是必然的。对于第二种荒谬——即主张在种上有差异的两个事物将具有单一的现实——他说,在某些事物的情形中甚至这也并非荒谬,我指的是在关系物的情形中,当一方是潜在地存在,而另一方依照这一潜能现实地存在时;不过两者的现实在底层物上是单一的,而在定义上不是单一的。因为使变白者使之变白、被变白者变白的那一变白过程是单一的,施教者所教导、受教者所学习的那一定理也是单一的。因此定理的教授也是单一的,即施教者所教导且受教者所受教的那一教授;因为教授无非就是从教师那里学习。同样地,学习也是如此。但这二者在底层物上是相同的,在定义上却不相同,正如上坡与下坡,以及从底比斯到雅典的道路与从雅典到底比斯的道路。因为在这些情形中,那段间距也是单一的,即从下至上与从上至下的间距,但定义是不同的;因为对于从这边出发的人而言是上坡,对于从那边出发的人而言则是下坡。因此,在作动者与受动者的情形中,两者的现实也是单一的,但若从这一边出发则被称为作动,若从那一边出发则被称为受动,并且从这一边是学习,从那一边则是教授。而这种情况合乎情理地发生了,因为作动者所作动的,无非就是受动者在潜能上所是的东西。因此作动者的现实,也就是受动者之潜能的现实;两者的现实在底层物上因而是一,仅在关系上具有差异。对于最后的疑难——即主张如果两者的现实将是一,教授也将与学习是同一个事物,且如果这样,施教者也将与受教者是同一个人——对此他回应说,即使学习与教授是同一个事物,教导也并不必然就已经与学习是同一个事物,施教者也并不必然与受教者是同一个人。因为如果教授与学习在一切方面都是同一个事物,正如斗篷与衣服一样,所说的事情确实必然随之而来;但既然它们并非在一切方面都是相同的,而是在底层物上相同而在定义上相异,施教者与受教者是同一个人就不是必然的,教授与学习也是如此。因为尽管上坡与下坡在底层物上是一,攀登既不与下降是同一个事物,攀登者也不与下降者是同一个人;同样,并非因为从雅典到底比斯与从底比斯到雅典的间距是一,从雅典到底比斯去就立即与从底比斯到雅典是同一个事物,或者从底比斯来到雅典的人就与从雅典出发前往底比斯的人是同一个人。因此,即使教授与学习是同一个事物,学习也既不必然与教导是同一个事物,施教者也不必然与受教者是同一个人;因为总之,教授严格地且在一切方面并不与学习是同一个事物,而仅仅是在底层物上如此;因而如果教授在一切方面并不与学习是同一个事物,教导也就不与学习是同一个事物,施教者也就不与受教者是同一个人。因为他先前承认教授与学习是同一个事物,随后反驳了那一推论为虚假,我指的是教导也与学习是同一个事物、施教者与受教者是同一个人;而后来他甚至不承认前提,指出甚至教授与学习也不是同一个事物;因为它们在定义上并非相同,而是在底层物上相同。因此,两者的现实为单一的,它出自作动者而在受动者之中获得持存,这绝非荒谬;因而,如果可动者的现实是运动,并且与能动者的现实是一且相同的,而它本身是在可动者之中由能动者所产生的,而可动者也就是被动者,那么运动就是在被动者之中而不是在动者之中。“而曾经存疑的问题也是显而易见的。”因为曾经存疑的是运动究竟是在动者之中,还是在被动者之中,抑或在两者之中。

语法注2 条
  1. 3.43ἐκ μὲν τοῦδε ἀρχομένων

    属格分词 ἀρχομένων 是一个没有明确主语的属格绝对结构,具有非人称或条件句的含义(“若有人从这一边出发”)。它承接了前文与格单数结构(ἔνθεν μὲν γὰρ ἀρχομένῳ)的含义,但转换为泛指复数。

  2. 3.43πρότερον μὲν γὰρ συνεχώρησε... ὕστερον δὲ οὐδὲ τῇ ἀρχῇ συνεχώρησε

    这一结构解释了亚里士多德两阶段的反驳步骤:首先(πρότερον)他假定性地承认(συνεχώρησε)教授与学习相同,进而驳斥其推论(ἀκολουθία)为假;随后(ὕστερον)他甚至不承认前提本身(τῇ ἀρχῇ)在无条件意义下成立,指出二者在定义上是不同的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:373.2-374.28