- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:371.11-373.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯考察了认为动者与被动者具有两种不同现实这一观点的不可行性(导致相反者归于同一的谬论)以及主张单一现实说所伴随的疑难(作动与受动的混同),并阐明亚里士多德如何通过说明在关系物中一者的现实必然存在于另一者之中来化解这些难题。
ἢ γὰρ ἐκ διαφόρων ἀρχῶν αἱ δύο κινήσεις εἰς ἓν καὶ τὸ αὐτὸ πέρας ἄξουσιν, ἢ ἐκ τῆς αὐτῆς εἰς τὸ αὐτό·1 εἰ μὲν οὖν ἐκ διαφόρων, ἐπειδὴ ἐξ ἐναντίων πάντως (πᾶσα γὰρ μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον),2 συμβήσεται δύο τῷ αὐτῷ ἐναντία εἶναι, ὅπερ ἄτοπον (ἀεὶ γὰρ ἓν ἑνὶ ἐναντίον), εἰ δὲ ἐκ τοῦ αὐτοῦ, ἀεὶ αἱ ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ μεταβολαὶ διὰ τῶν αὐτῶν μέσων γίνονται (οἷον ἡ ἐκ μελάνσεως εἰς λευκὸν μεταβολὴ ἀεὶ διὰ τοῦ φαιοῦ μέσου, καὶ ἡ τοῦ ὕδατος εἰς ἀέρα μεταβολὴ διὰ μέσης τῆς ἀτμίδος, καὶ ἐπὶ πάντων ὡσαύτως), ὥστε ἀδύνατον δύο κινήσεις διαφόρους ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀγαγεῖν. ἀδύνατον ἄρα δύο ὑποτίθεσθαι τὰς ἐνεργείας, οὔτε θατέραν ἐν θατέρῳ τὴν δὲ ἑτέραν ἐν τῷ λοιπῷ, οὔτε ἀμφοτέρας ἐν ἑνί. Μήποτε οὖν, φησί, μία τις ἐξ ἀμφοτέρων ἐνέργεια γίνεται, ἐκ τοῦ κινοῦντός φημι καὶ κινουμένου. ἀλλὰ καὶ ταύτῃ τῇ ὑποθέσει ἕψεταί τινα ἄτοπα· πρῶτον μὲν γάρ, φησίν, αὐτὸ τοῦτο ἄτοπον τὸ δύο πράγματα διαφέροντα κατ’ εἶδος μίαν καὶ τὴν αὐτὴν ἔχειν ἐνέργειαν (ὥσπερ γὰρ τοῦ λευκαινομένου καὶ θερμαινομένου οὐκ ἔσται μία τις καὶ ἡ αὐτὴ ἐνέργεια, οὕτως εὔλογον μηδὲ τοῦ ποιοῦντος καὶ πάσχοντος τὴν αὐτὴν εἶναι ἐνέργειαν), ἔπειτα, φησίν, εἰ ἀμφοτέρων μία ἔσται ἡ ἐνέργεια, ἔσται καὶ ἡ δίδαξις τῇ μαθήσει τὸ αὐτὸ καὶ ἔτι καθολικώτερον ἡ ποίησις τῇ παθήσει· ἐνέργειαι γὰρ καὶ αὗται· εἰ δὲ τοῦτο, καὶ τὸ ποιεῖν τῷ πάσχειν, ὅπερ ἐστὶν αὐτὸ τὸ ἐνεργεῖν κατὰ τὴν ἐνέργειαν (ὅταν μὲν γὰρ εἴπω λεύκανσιν ἢ δίδαξιν, αὐτὴν εἶπον τὴν ἐνέργειαν, ὅταν δὲ λευκαίνειν ἢ διδάσκειν, αὐτὸ τὸ κινεῖσθαι καὶ ἐνεργεῖν κατὰ τὴν ἐνέργειαν ἢ κίνησιν), τῆς οὖν ἐνεργείας μιᾶς καὶ τῆς αὐτῆς οὔσης, καὶ τὸ κατ’ αὐτὴν ἐνεργεῖν ἓν ἔσται καὶ τὸ αὐτό· εἰ δὲ τοῦτο, καὶ ὁ ἐνεργῶν εἷς ἔσται καὶ ὁ αὐτός· οὐκοῦν καὶ ὁ διδάσκων τῷ μανθάνοντι καὶ ὁ ποιῶν τῷ πάσχοντι ὁ αὐτὸς ἔσται· συμβήσεται οὖν τὸν διδάσκοντα καθὸ διδάσκει μανθάνειν, καὶ τὸν ποιοῦντα πάσχειν, ὅπερ ἄτοπον. καὶ ἄλλως, ὅπερ αὐτὸς μὲν ἐν τῇ ἀπορίᾳ οὐ προστίθησιν, ὡς ἤδη ἐν τῇ προτέρᾳ ὑποθέσει τῇ λεγούσῃ δύο ἐνεργείας εἶναι θεὶς αὐτό, ἐν μέντοι τῇ λύσει, ὡς καὶ τοῦτο θεὶς τὸ ἄτοπον, ἐπιλύεται αὐτό· ἡ γὰρ μία αὕτη ἐνέργεια ἐν τίνι ἔσται; ἢ γὰρ ἐν τῷ κινοῦντι, ἢ ἐν τῷ κινουμένῳ· ἀλλ’ ἐν μὲν τῷ κινοῦντι ἄλογον (ἔσται γὰρ τὸ κινούμενον μὴ ἔχον κίνησιν· καὶ πῶς κινηθήσεταί τι μὴ ἔχον κίνησιν;), εἰ δὲ ἐν τῷ κινουμένῳ, ἄτοπον πάλιν τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι καὶ μὴ ἐν ἑκάστῳ τὴν ἰδίαν ἑκάστου ἐνέργειαν εἶναι. Οὕτως ἀπορήσας πρὸς τὸν λόγον ἐπιλύεται ἐφεξῆς τὰς ἀπορίας, καὶ πρὸς μὲν τὴν ὑπόθεσιν τὴν ὑποτιθεμένην δύο εἶναι τὰς ἐνεργείας καὶ τὰ ἑπόμενα ταύτῃ ἄτοπα οὐδέν φησι, διότι μηδὲ ἀληθὴς ἡ ὑπόθεσις καὶ τὰ ἑπόμενα αὐτῇ ἄτοπα ἔλεγχός ἐστι καὶ οὐκ ἀπορία, τὰ δὲ ἑπόμενα ἄτοπα τῇ ἑτέρᾳ ὑποθέσει, τῇ λεγούσῃ μίαν εἶναι τὴν ἐνέργειαν ἀμφοῖν, ἐπιλύεται, ἐπειδὴ καὶ ἀληθὴς αὐτῷ δοκεῖ εἶναι αὕτη ἡ ὑπόθεσις. καὶ πρῶτόν γε τὸν λόγον τὸν λέγοντα ὅτι ἡ ἄλλου ἐνέργεια ἐν ἄλλῳ ἔσται ἐπιλύεται, ὃν ἐν μὲν τῇ ἀπορίᾳ ὡς ἑπόμενον τῇ προτέρᾳ ὑποθέσει, τῇ λεγούσῃ δύο εἶναι τὰς ἐνεργείας, καὶ ταύτας ἐν τῷ κινουμένῳ, ἔθηκεν, ἐν δὲ τῇ λύσει ὡς ἑπόμενον καὶ τῷ λέγειν μίαν εἶναι ἐνέργειαν, καὶ ταύτην ἐν τῷ κινουμένῳ, ἐπιλύεται· ὡς γὰρ εἶπον, οὐδὲ λέγει τι πρὸς τὸν λόγον τὸν ἐλέγχοντα τὴν ὑπόθεσιν τὴν λέγουσαν δύο εἶναι τὰς ἐνεργείας, ἐπειδὴ μηδὲ δοκεῖ αὐτῷ ἀληθὴς ἡ ὑπόθεσις. φησὶν οὖν μηδὲν εἶναι ἄτοπον τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι, ἀλλὰ καὶ ἀναγκαῖον ἐπὶ τῶν πρός τι τοῦτο εἶναι· ἔχομεν δὲ ἐξ ἀρχῆς κείμενον ὅτι τὸ κινοῦν καὶ τὸ κινούμενον τῶν πρός τί ἐστιν. ἤγουν ἡ ἐνέργεια ἡ τοῦ πατρὸς οὐκ ἐν ἄλλῳ τινί ἐστιν ἢ ἐν τῷ υἱῷ· οὐ γὰρ ἀποτέτμηται τοῦ υἱοῦ ἡ τοῦ πατρὸς ἐνέργεια, ἀλλ’ ἐν τῷ υἱῷ τὸ εἶναι ἔχει, ἀρχομένη μὲν ἐκ τοῦ πατρός, συνισταμένη δὲ ἐν τῷ υἱῷ.3 οὕτω καὶ τοῦ λευκαίνοντος ἡ ἐνέργεια οὐκ ἐν ἄλλῳ τινὶ ἔσται ἢ ἐν τῷ λευκαινομένῳ, καὶ τοῦ διδάσκοντος ἐν τῷ μανθάνοντι, καὶ καθόλου τοῦ ποιοῦντος ἐν τῷ πάσχοντι· οὐδὲν γὰρ ἄλλο πάσχει τὸ πάσχον ἢ ὅπερ ποιεῖ τὸ ποιοῦν· ἐνεργοῦντος γὰρ τοῦ ποιοῦντος ἅμα πάσχει τὸ πάσχον.
因为这两种运动要么从不同的始点导向同一个终点,要么从相同的始点导向相同的终点。那么,如果是从不同的始点,既然无论如何都是从相反者出发(因为一切变化都是从相反者到相反者),结果将是两个事物对于同一个事物而言是相反的,这是荒谬的(因为常是一对一地相反);但如果是从相同的始点,从相同者到相同者的变化总是通过相同的中介产生的(例如从黑化到白的变化总是通过中介的灰色,水到气的变化是通过中介的水蒸气,对于所有事物亦然);因而两种不同的运动从相同者导向相同者是不可能的。因此不可能假定现实有两个,无论是一者在这一方而另一者在剩下的一方,还是两者都在同一方。 他说:“那么,也许从两者中,我指的是从动者和被动者中,产生了某种单一的现实。”但这一假定同样会伴随若干荒谬之处。他说,因为首先,在种上有差异的两个事物具有同一个现实,这本身就是荒谬的(因为正如被变白者和被加热者不会有某种单一且相同的现实,作动者和受动者的现实不是相同的,也是合理的);其次他说,如果两者的现实将是单一的,教授也将与学习是同一个事物,并且更普遍地,作动也将与受动是同一个事物;因为这些也是现实;而如果是这样,作动也就是受动,这正是依照现实而现实地活动本身(因为当我称变白或教授时,我是指现实本身,而当我说使变白或教导时,则是指依照现实或运动而被运动和现实地活动本身)。因此,既然现实是同一个,依照它现实地活动也将是同一个;而如果是这样,现实地活动者也将是同一个;因此,施教者也将与受教者是同一个人,作动者也将与受动者是同一个事物;于是结果将是施教者就其施教而言在进行学习,而作动者在承受受动,这是荒谬的。再者——这是他自己在提出疑难时没有补充的一点,因为他在前一个主张存在两种现实的假定中已经提出了这一点,然而在解决中,他却把这当作也提出过的荒谬而加以解决——这一单一的现实究竟将在何物之中?因为它要么在动者之中,要么在被动者之中;但在动者之中是不合理的(因为被动者将没有运动;而一个不具有运动的事物又怎能被运动呢?);如果是在被动者之中,一者的现实存在于另一者之中,而各事物固有的现实不在各事物之中,这又同样是荒谬的。 在针对论证提出了这样的疑难之后,他随后便逐一解决这些疑难。对于假定现实有两个的假定以及伴随它的荒谬之处,他什么也没有说,因为这一假定甚至都不是真实的,伴随它的荒谬之处是反驳而不是疑难;但是对于伴随另一个主张两者的现实为单一的假定的荒谬之处,他加以解决了,因为这一假定在他看来确实是真实的。尤其是,他首先解决了主张一者的现实将在另一者之中的论证,这一论证在提出疑难时,他是作为伴随前一个主张现实有两个且都在被动者之中的假定而提出的,但在解决中,他是作为同样伴随主张现实为单一且在被动者之中这一说法而加以解决的;因为正如我说过的,他根本没有对反驳主张现实有两个之假定的论证说什么,因为在他看来这一假定并不是真实的。因此他说,一者的现实存在于另一者之中绝非荒谬,而且在关系物的情形中这甚至是必然的;而我们从一开始就确立了动者和被动者是属于关系物的。也就是说,父亲的现实不在任何其他事物之中,而只在儿子之中;因为父亲的现实并没有与儿子割裂开来,而是在儿子之中具有其存在,它始于父亲,却在儿子之中得以构成。同样地,使变白者的现实不在任何其他事物之中,而只在被变白者之中;施教者的现实在受教者之中;普遍地,作动者的现实在受动者之中;因为受动者所承受的,无非就是作动者所作动的内容;因为在作动者现实地活动的同时,受动者就在承受受动。
- 3.43καὶ ἄλλως, ὅπερ αὐτὸς μὲν ἐν τῇ ἀπορίᾳ οὐ προστίθησιν, ὡς ἤδη ἐν τῇ προτέρᾳ ὑποθέσει τῇ λεγούσῃ δύο ἐνεργείας εἶναι θεὶς αὐτό, ἐν μέντοι τῇ λύσει, ὡς καὶ τοῦτο θεὶς τὸ ἄτοπον, ἐπιλύεται αὐτό·
这是一个语序倒置且包含赘词复指的复杂句。关系代名词 ὅπερ 的先行词是后文间接疑问句“这一单一现实究竟将在何物之中”的整个内容。句子的主干为 καὶ ἄλλως [可补出 ἄτοπόν ἐστι],ὅπερ αὐτὸς μὲν... οὐ προστίθησιν... ἐν μέντοι τῇ λύσει... ἐπιλύεται αὐτό,句首的关系词 ὅπερ 在分词短语插入后被代词 αὐτό 再次复指接续。
- 3.43ἐπειδὴ ἐξ ἐναντίων πάντως (πᾶσα γὰρ μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον)
在因果连词 ἐπειδή 引导的从句中,动词(εἰσίν 或 ἄγουσιν)被省略了,括号中关于一切变化皆从相反者到相反者的命题对省略的前提作了补充。句意为“既然[这两种运动]无论如何都是从相反者出发”。
- 3.43ἀρχομένη μὲν ἐκ τοῦ πατρός, συνισταμένη δὲ ἐν τῷ υἱῷ.
分词 ἀρχομένη 和 συνισταμένη 为阴性单数主格,修饰前文的主语 ἡ τοῦ πατρὸς ἐνέργεια(父亲的现实)。它们以对比的方式说明这一现实的起源点(ἐκ τοῦ πατρός)与其得以构成和存立的处所(ἐν τῷ υἱῷ)。
