← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§369.22-371.11

运动在可动者之中与作动受动的疑难

斐洛庞努斯注解了 202a13 中“运动在可动者之中”的命题,阐明了运动虽涉及动者与被动者但存在于受动者之中的依据,并进而展开了亚里士多德关于作动与受动是两种现实以及二者各自所在之疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.43#1

" Καὶ τὸ ἀπορούμενον δὲ φανερόν, ὅτι ἐστὶν ἡ κίνησις ἐν τῷ κινητῷ." Τὸ προκείμενόν ἐστιν ἐν τούτοις ζητῆσαι, ὅτι ὄντος τοῦ κινοῦντος καὶ τοῦ κινουμένου καὶ τῆς κινήσεως, πότερον ἡ κίνησις ἐν τῷ κινοῦντί ἐστιν ἢ ἐν τῷ κινουμένῳ.1 * * * καὶ κατασκευάζει τοῦτο ἐκ τοῦ ὁρισμοῦ τῆς κινήσεως. ἔστι γάρ, φησίν, ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ὑπὸ τοῦ κινητικοῦ· εἰ τοίνυν ἡ κίνησις ἐντελέχειά ἐστι τοῦ κινητοῦ, ἡ δὲ ἐντελέχεια ἑκάστου ἐν ἐκείνῳ ἐστὶν οὗ καὶ ἔστιν ἐντελέχεια, ἡ κίνησις ἄρα ἐν τῷ κινητῷ ἐστι· κινεῖται δὲ τὸ κινητόν, ἡ κίνησις ἄρα ἐν τῷ κινουμένῳ ἐστί, καὶ ὅλως ἐν τούτῳ ἐστὶ τὸ δυνάμει οὗ ἡ κίνησις ἐνέργειά ἐστιν. εἰ δὲ ἔστι καὶ τοῦ κινοῦντος ἐνέργειά τις, φησίν, ἀλλ’ οὐχ ἑτέρα ἐστὶν αὕτη παρὰ τὴν τοῦ κινουμένου ἐνέργειαν οὐδ’ ἀποτετμημένη αὐτοῦ, ἀλλ’ ἐν αὐτῷ τὸ εἶναι ἔχουσα, γινομένη μὲν ὑπὸ τοῦ κινοῦντος ὑπάρχουσα δὲ ἐν τῷ κινουμένῳ· οὐ γὰρ ἄλλη μὲν γίνεται ὑπὸ τοῦ κινοῦντος ἄλλη δὲ ἔστιν ἐν τῷ κινουμένῳ, ἀλλὰ μία οὖσα ἅμα τε τὸ κινητικὸν κινοῦν ποιεῖ καὶ τὸ κινητὸν κινούμενον. μία μὲν οὖν ἡ ἀμφοῖν ἐνέργεια, μία δὲ τῷ ὑποκειμένῳ οὐ τῷ λόγῳ, ἀλλ’ ὥσπερ τὸ ἄναντες καὶ τὸ κάταντες ἓν μέν ἐστι καὶ τὸ αὐτὸ διάστημα, ἀλλ’ ἔνθεν μὲν ἀρχομένοις ἄναντες ἔνθεν δὲ κάταντες, οὕτω καὶ ἐπὶ κινήσεως μία μὲν τῷ ὑποκειμένῳ ἀλλὰ τῇ σχέσει οὐ μία, ἀλλ’ ἀπὸ μὲν τοῦ κινοῦντος ἀρχομένη ποίησις καλεῖται, ἀπὸ δὲ τοῦ πάσχοντος πάθησις. ἀλλ’ εἴτε ποίησις λέγοιτο, ἐν τῷ πάσχοντι δηλονότι θεωρεῖται (τὸ γὰρ ποιοῦν εἰς πάσχον ποιεῖ), εἴτε πάθησις, ἔτι μᾶλλον. Ταῦτα εἰπὼν ἐπαπορεῖ τῷ λόγῳ, καί φησιν ὅτι μήποτε οὐδὲ μία ἐστὶν ἡ ἀμφοῖν ἐνέργεια, ἀλλὰ δύο· ἄλλη γὰρ ἡ τοῦ ποιητικοῦ ἐνέργεια καὶ ἄλλη ἡ τοῦ παθητικοῦ. καὶ τοῦτο δῆλον καὶ ἐκ τῶν ὀνομάτων καὶ ἐκ τῶν τελῶν· ἡ μὲν γὰρ τοῦ ποιητικοῦ ἐνέργεια λέγεται ποίησις, ἡ δὲ τοῦ παθητικοῦ πάθησις, ἔργον δὲ καὶ τέλος τῆς μὲν ποιήσεως τὸ ποίημα, τῆς δὲ παθήσεως τὸ πάθος· ὧν δὲ τὰ τέλη διάφορα, καὶ αἱ ἀρχαὶ διάφοροι· ὥστε δύο αἱ ἐνέργειαι καὶ δύο αἱ κινήσεις. εἰ οὖν δύο, ἢ ἡ μὲν ἐν τῷ κινοῦντι ἔσται ἡ δὲ ἐν τῷ κινουμένῳ, ἢ ἄμφω ἐν τῷ κινουμένῳ. τὸ δὲ ἕτερον τμῆμα τῆς διαιρέσεως οὐχ ὑποτίθεται, λέγω δὴ τὸ ἄμφω εἶναι ἐν τῷ κινοῦντι, διὰ τὸ προφανὲς εἶναι τὸ ἄτοπον ταύτης τῆς ὑποθέσεως· εἰ γὰρ ἄμφω ἐν τῷ κινοῦντι εἶεν, συμβήσεται τὸ μὲν κινοῦν δύο ἔχειν κινήσεις, τὸ δὲ κινούμενον μὴ ἔχειν κίνησιν, ὅπερ ἄλογον. εἰ μὲν οὖν θατέρα ἐν θατέρῳ ἔσται, οἷον ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι (ἀνάπαλιν γὰρ οὐκ ἐνδέχεται, λέγω δὲ τὴν μὲν πάθησιν ἐν τῷ ποιοῦντι τὴν δὲ ποίησιν ἐν τῷ πάσχοντι· ἔσται γὰρ οὕτω τὸ μὲν πάσχον οὐ πάσχον ἀλλὰ ποιοῦν, τὸ δὲ ποιοῦν οὐ ποιοῦν ἀλλὰ πάσχον), εἰ τοίνυν ἡ μὲν ποίησις ἐν τῷ ποιοῦντι ἡ δὲ πάθησις ἐν τῷ πάσχοντι, ἀνάγκη πᾶσα, ὥσπερ τὸ πάσχον 〈ἔχον〉 τὴν ἰδίαν ἐνέργειαν ἔχει κίνησιν ἐν ἑαυτῷ,2 οὕτω καὶ τὸ ποιοῦν ἔχον τὴν ἰδίαν ἐνέργειαν ἔχειν κίνησιν ἐν ἑαυτῷ. εἰ τοίνυν τὸ κινοῦν ἔχει κίνησιν ἐν ἑαυτῷ, ἢ κινηθήσεται ἢ οὐ κινηθήσεται· εἰ μὲν οὖν κινηθήσεται, συμβήσεται πᾶν τὸ κινοῦν καὶ κινεῖσθαι· πᾶν γὰρ ἕξει τὴν ἑαυτοῦ ἐνέργειαν ἐν ἑαυτῷ (τοῦτο δὲ ἐναργῶς ψεῦδος· κινεῖ γὰρ καὶ ἡ εἰκὼν τὸν ἐραστὴν καὶ ὁ ἄρτος τὸν πεινῶντα καὶ ὁ χόρτος τὸν ὄνον, αὐτὰ ἀκίνητα ὄντα), εἰ δὲ μὴ κινηθήσεται, ἔσται τι κίνησιν ἔχον μὴ κινούμενον, ὅπερ ἄλογον. εἰ δὲ ἄμφω αἱ ἐνέργειαι ἐν τῷ κινουμένῳ εἶεν καὶ πάσχοντι, πρῶτον μὲν ἄτοπον τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι,3 ἔπειτα, φησί, συμβήσεται δύο κινήσεις διαφερούσας κατ’ εἶδος εἰς ἓν καὶ τὸ αὐτὸ τέλος ἄγειν, ὅπερ ἀδύνατον· δύο μὲν γὰρ κινήσεις κινεῖσθαι ἑτέρας τῷ εἴδει ἐπὶ διάφορα ἀγούσας εἴδη οὐδὲν ἀδύνατον (τὸ γὰρ αὐτὸ δυνατὸν κατὰ τόπον κινεῖσθαι καὶ ἀλλοιοῦσθαι ἢ αὔξεσθαι ἢ μανθάνειν), δύο μέντοι κινήσεις διαφερούσας κατ’ εἶδος ἐπὶ ἓν καὶ τὸ αὐτὸ εἶδος ἄγειν ἀδύνατον.

“而且所疑难的事情也是显而易见的,即运动是在可动者之中。” 在这些话中所提出的课题是要探究:在动者、被动者和运动存在的情况下,运动究竟是在动者之中还是在被动者之中。[……]他根据运动的定义确立了这一点。因为他说,运动是可动者由能动者所促成的完全现实;那么,如果运动是可动者的完全现实,而每一事物的完全现实都在它作为其完全现实的那事物中,运动就因此在可动者之中;而可动者是被运动的,所以运动在被动者之中,并且总括来说,运动是在运动作为其现实的潜在者之中。他说,即使动者也有某种现实,但这种现实并非与被动者的现实相异,也不是与它〔被动者〕割裂开来的,而是在它之中具有存在,它由动者产生,却存在于被动者之中;因为并不是一种现实由动者产生而另一种现实存在于被动者之中,而是单一的现实同时使能动者成为动者,使可动者成为被运动着的事物。因此两者的现实是单一的,但是在基质上是单一的,而在定义上却不是;正如上坡与下坡是同一个距离,但对于从这边出发的人而言是上坡,对于从那边出发的人而言是下坡,在运动的情形中也是如此,在基质上是单一的,但在关系上不是单一的,从动者出发被称为作动,而从受动者出发则被称为受动。但若它被称为作动,它显然是在受动者之中被观察到的(因为作动者是作用于受动者的),而若被称为受动,则更是如此。 在说了这些之后,他针对这一论证提出了进一步的疑难,并说也许两者的现实根本不是单一的,而是两个;因为能作动者的现实是一回事,而能受动者的现实是另一回事。这一点从名称和目的上都很明显;因为能作动者的现实被称为作动,而能受动者的现实被称为受动,作动的成果与目的是所作之物,而受动的则是状态(受动之相);凡目的不同者,其本原也不同;因而现实有两个,运动也有两个。那么,如果是两个,要么一者在动者之中而另一者在被动者之中,要么两者都在被动者之中。而他没有假定划分的另一个分支,即两者都在动者之中,这是由于这一假定的荒谬性是显而易见的;因为如果两者都在动者之中,结果将是动者具有两种运动,而被动者却没有运动,这是不合理的。因此,如果一者在这一方而另一者在另一方,比如作动在作动者之中而受动在受动者之中(因为反过来是不可能的,我指的是受动在作动者之中而作动在受动者之中;因为这样受动者就将不是受动者而是作动者,作动者也将不是作动者而是受动者),那么,如果作动在作动者之中而受动在受动者之中,就全然必然的是:正如受动者因具有自身的现实而在自身中具有运动,作动者也同样因具有自身的现实而在自身中具有运动。那么,如果动者在自身中具有运动,它要么将被运动,要么将不被运动。如果它将被运动,就会得出每一个动者也都被运动;因为每一个动者都将在自身中具有自身的现实(而这显然是错误的;因为肖像使恋人运动,面包使饥者运动,草料使驴子运动,它们自身却是不动的);但如果它将不被运动,就会有某种具有运动却不被运动的东西存在,这是不合理的。另一方面,如果两种现实都在被动者和受动者之中,首先,一者的现实存在于另一者之中是荒谬的;其次他说,结果将是两种在种上有差异的运动导向同一个目的,这是不可能的;因为依照在种上不同且导向不同种的两种运动被运动,绝非不可能(因为同一事物完全可能在处所上被运动,同时发生质变、增长或进行学习),然而在种上有差异的两种运动导向同一个种,这是不可能的。

语法注3 条
  1. 3.43ὅτι ὄντος τοῦ κινοῦντος καὶ τοῦ κινουμένου καὶ τῆς κινήσεως, πότερον ἡ κίνησις ἐν τῷ κινοῦντί ἐστιν ἢ ἐν τῷ κινουμένῳ

    间接疑问从句 πότερον... ἤ... 作为 ζητῆσαι 的宾语,前面带有连词 ὅτι。此处的 ὅτι 属于赘词用法,用于引出属格独立结构(ὄντος τοῦ κινοῦντος...)并统领随后的间接问题。

  2. 3.43ὥσπερ τὸ πάσχον 〈ἔχον〉 τὴν ἰδίαν ἐνέργειαν ἔχει κίνησιν ἐν ἑαυτῷ, οὕτω καὶ τὸ ποιοῦν ἔχον τὴν ἰδίαν ἐνέργειαν ἔχειν κίνησιν ἐν ἑαυτῷ

    校订者补充的分词 〈ἔχον〉 为主格中性单数分词,与主语 τὸ πάσχον 一致,表原因或方式。归结分句中的 τὸ ποιοῦν ἔχον... ἔχειν 构成由前面的无人称短语 ἀνάγκη πᾶσα 所统领的带不定式的宾格结构。

  3. 3.43πρῶτον μὲν ἄτοπον τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι

    由冠词 τὸ 统领的带不定式短语 τὸ τὴν ἄλλου ἐνέργειαν ἐν ἄλλῳ εἶναι 作主语,ἄτοπον 为谓语形容词,系词 ἐστί 被省略。宾格 τὴν ἄλλου ἐνέργειαν 是不定式 εἶναι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:369.22-371.11