← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§367.27-369.21

可动者的现实这一运动定义与推动者的形相

注解亚里士多德《物理学》202a7–202a9,从相关项的角度辩护了将运动定义从“潜在者的完全现实”修正为“可动者的完全现实”之必要性,并阐明推动者必然具有作为运动原因的形相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.41

" Διὸ ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ, ᾗ κινητόν." Ὡς εἶπον, ἀκριβέστερον ἐκ τῶν εἰρημένων τὸν ὁρισμὸν τῆς κινήσεως ἀποδίδωσιν, οὐ τοῦ δυνάμει ἁπλῶς ἐντελέχειαν εἶναι λέγων, ἀλλὰ τοῦ κινητοῦ. φαίη γὰρ ἄν τις πρὸς τὸν πρότερον ὁρισμὸν ἐνιστάμενος, ὅτι τὸ δυνάμει δεξιόν, ὅταν γένηται δεξιὸν ἐνεργείᾳ μεταστάντος ἐμοῦ φέρε πρὸς τὰ εὐώνυμα, μεταβάλλει μὲν εἰς ἐντελέχειαν ἐκ τοῦ δυνάμει, οὐ κινεῖται δέ. λέγεται μὲν οὖν καὶ τοῦτο καλῶς πρὸς τοὺς τοῦτο ἀποροῦντας, ὅτι τὸ δυνάμει εὐώνυμον ἐκινήθη μόνον καὶ οὐ τὸ δυνάμει δεξιόν, ἔτι ὅτι μία ἐστὶ τῶν πρός τι ἡ δύναμις· αὕτη γὰρ ἡ σχέσις αὐτῶν ἡ πρὸς ἄλληλα ἢ δύναμίς ἐστιν ἢ ἐνέργεια, ἐνέργεια μὲν αὐτῆς τῆς παρούσης σχέσεως δύναμις δὲ τῆς ἀντικειμένης, ἐφ’ ὧν γε ὅλως τὴν ἀντιστροφὴν δυνατὸν γενέσθαι. ἐκ μὲν οὖν πατρὸς καὶ υἱοῦ, ἐπεὶ μὴ δυνατὸν τὸν υἱὸν πατέρα τοῦ πατρὸς γενέσθαι, οὐδὲ δυνάμει ἡ ἀντικειμένη σχέσις ἐστὶ τῶν αὐτῶν, ἐπὶ δὲ τοῦ δεξιοῦ καὶ ἀριστεροῦ καὶ τῶν ὁμοίων ἡ μία σχέσις ἐνέργεια μὲν τῆς παρούσης ἐστὶ θέσεως, δύναμις δὲ τῆς ἀντικειμένης. εἰ τοίνυν μία ἐστὶ τῶν πρός τι ἡ σχέσις, ἐν ᾗ καὶ τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν προσάλληλά τέ ἐστι καὶ λέγεται, ἀνάγκη που πάντως, εἰ τὸ ἕτερον κινηθείη, καὶ τὸ λοιπὸν κινηθῆναι· τὸ γὰρ δεξιὸν καὶ ἀριστερὸν ἐν τῇ τοιᾷδε σχέσει τὸ εἶναι ἔχει· τῆς σχέσεως οὖν κινηθείσης, καὶ ἄμφω τὰ κατὰ ταύτην τὸ εἶναι ἔχοντα κεκινημένα ἂν εἶεν. ὅλως δέ φησιν ὁ Θεμίστιος τὴν κατὰ τὸ πρός τι ἐνέργειαν μὴ διασῴζειν τὸ δυνάμει, ὥσπερ ἡ κατὰ τὴν ἀλλοίωσιν ἐνέργεια διασῴζει τὸ δυνάμει ἐν τῇ μεταβολῇ τῇ ἐκ τῆς δυνάμεως εἰς τὴν τελείαν ἐνέργειαν, ἀλλ’ ἀθρόαν γίνεσθαι τὴν μεταβολὴν τὴν ἐκ τῆς δυνάμεως εἰς τὴν ἐντελέχειαν. μία γοῦν ἐπ’ αὐτῶν ἐνέργεια θεωρεῖται ἡ κυρίως τε καὶ ἁπλῶς, ἡ δὲ ἀτελὴς οὐκέτι· οὐ γὰρ κατ’ ὀλίγον δεξιὸν γίνεται τὸ ἀριστερὸν μετακινούμενον πρὸς τὰ εὐώνυμα, ἀλλ’ ἀχρόνως, κἀγὼ δὲ ἐπὶ τὰ ἀριστερὰ μεθιστάμενος κινοῦμαι μὲν κατὰ τόπον, οὐ κινοῦμαι δὲ κατὰ τὸ πρός τι. πρῶτον οὖν ἐπὶ τῶν τοιούτων δεῖ τὴν ἐνέργειαν τὴν ἀτελῆ δεικνύναι, εἶτα οὕτως τὸν ὁρισμὸν ἐλέγχειν, ὅτι ἄγεται ἐκ δυνάμεως εἰς ἐνέργειαν οὐ διὰ κινήσεως. Ἀλλ’ αὕτη μὲν ἡ ἀπορία οὕτω διῃτήσθω, ἐπειδὴ δὲ τὸ μὲν δυνάμει ἐν πάσαις ταῖς κατηγορίαις ἐστίν, ἡ δὲ κίνησις οὐκ ἐν πάσαις, εἰκότως μεθαρμόζει τὸν ὁρισμὸν ὁ Ἀριστοτέλης, καὶ ὅτι, ὅπερ ἤδη εἶπον, τὸ ἐκ τοῦ δυνάμει εἰς ἐνέργειαν ἄγεσθαι οὐ μόνον ἐπὶ τῆς ἀτελοῦς ἐνεργείας λέγεται, λέγω δὴ τῆς ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ πρότερον ἐνεργείᾳ, ἀλλὰ καὶ ἐπὶ τῆς τελείας τῆς ἐκ τοῦ δευτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνεργείᾳ. καὶ μή τις ἐπιλάβηται1 τούτου τοῦ ὁρισμοῦ, διότι τὴν κίνησιν ἐκ τοῦ κινητοῦ πειρᾶται δεικνύναι· οὐ γὰρ διὰ τῶν αὐτῶν τὰ αὐτὰ δείκνυσι. μάλιστα μὲν γάρ, ἐπειδὴ ἡ κίνησις τῶν πρός τι (ἔχομεν γὰρ καὶ τοῦτο ὡμολογημένον ἐν τοῖς ἔμπροσθεν), καὶ ἔστι πρὸς τὸ κινητόν (ἡ γὰρ κίνησις τοῦ κινητοῦ ἐστι κίνησις), ἀδύνατον αὐτὴν ἄλλως ὁρίσασθαι μὴ παραλαβόντας τὸ πρὸς ὅ ἐστιν,2 ὥσπερ οὐδὲ πατέρα χωρὶς υἱοῦ, οὐδὲ διπλάσιον χωρὶς ἡμίσεος· ἔπειτα καὶ γνωριμώτερον τὸ κινητὸν τῆς κινήσεως· οὐ γὰρ ταὐτὸν εἰδέναι ὅτι ἔστι κίνησις καὶ τί ἐστι· τὸ μὲν γὰρ ὅτι ἔστιν ἅπασι γνώριμον, τὸ δὲ τί ἐστι καὶ ἡμεῖς νῦν ζητοῦμεν. ἀλλὰ μὴν ὅτι ἔστι κίνησις, ἀπὸ τῶν κινουμένων γνώριμον, ταῦτα δέ ἐστι τὰ κινητά, ὥστε ὁ τῷ κινητῷ πρὸς τὸν ὁρισμὸν τῆς κινήσεως χρώμενος τῷ γνωριμωτέρῳ πρὸς τὸ ἀγνωστότερον κέχρηται.

“因此,运动是可动者就其为可动者而言的完全现实。” 正如我所说,他根据前述内容更精确地给出了运动的定义,指出运动不是单纯地在潜在中者的完全现实,而是可动者的完全现实。因为反对先前定义的人可能会说,比如当我移向左侧时,潜在在右者在现实中变为在右者,它确实从潜在转变为完全现实,但并没有被运动。因此,针对提出这一难题的人,可以恰当地说:只是潜在在左者被运动了,而不是潜在在右者被运动了;此外,相关项的潜能是单一的。因为它们彼此之间的这种关系本身,要么是潜在要么是现实——对于当前的这种关系本身而言是现实,但对于相反的关系而言则是潜在,至少在完全可能发生换位的事物中是如此。对于父亲和儿子而言,由于儿子不可能成为父亲的父亲,因此相反的关系在相同的人之间甚至在潜在中也是不存在的;但在右和左以及类似的事物上,单一的关系乃是当前位置的现实,却是相反位置的潜在。因此,如果相关项的关系是单一的,在其中右与左、前与后既互相对待又被如此称呼,那么必然在任何情况下,如果其中一者被运动,余下的一者也必然被运动;因为右与左的存在就在于这样一种关系之中;因此,既然关系被运动了,依此关系而具有存在的两者也就都被运动了。而特米斯蒂乌斯总括地说,依关系的现实并不保持潜在性,不像依质变的现实在从潜在向完全现实的转变中保持潜在性那样,从潜在向完全现实的转变是一瞬间完成的。无论如何,在它们身上所观察到的现实只有一种,即本义且单纯的现实,而不完全的现实则不再被观察到;因为当人移向左侧时,在左者并不是渐渐变成在右者的,而是在无时间中变成的;而我自己移向左侧时是在处所上运动,而不是在关系上运动。因此在这些事例中,应当首先指出这种不完全的现实,然后才能以此方式反驳定义,说它是从潜在被引向现实而不是通过运动。 那么,这一难题就如此裁决吧。但是,既然潜在者存在于所有的范畴之中,而运动并不存在于所有范畴之中,亚里士多德调整定义便是合情合理的;而且还因为,正如我已说过的,从潜在被引向现实不仅是对不完全现实而言的——我指的是从先前的潜在向先前的现实——而且也是对从第二种潜在向第二种现实的完全现实而言的。并且任何人都不应指责这个定义,理由是他试图从可动者来证明运动;因为他并不是用相同的事物来证明相同的事物。因为首要的是,既然运动属于相关项(因为这一点我们在前文中也是达成一致的),并且是相对于可动者而言的(因为运动是可动者的运动),那么若不引入它所相对者,就根本不可能以其他方式来定义它,正如离开儿子不能定义父亲,离开一半不能定义两倍一样;其次,可动者也比运动更容易为人所知。因为知道运动存在与知道运动是什么并不是同一回事;运动的存在对所有人都是显而易知的,但它究竟是什么,我们现在也正在探究。然而,运动的存在是从被运动者为人所知的,而这些正是可动者;因此,在运动的定义中使用可动者的人,乃是用更易知者来说明更不易知者。

§3.42

"Εἶδος δὲ ἀεὶ οἴσεται τι τὸ κινοῦν.3" Τὸ κινοῦν, φησί, πάντως εἶδός τι ἕξει ἓν τῶν δέκα κατηγοριῶν· τοῦτο γάρ ἐστιν αἴτιον καὶ ἀρχὴ τῆς κινήσεως· ἡ μὲν γὰρ ὕλη παθητικόν, ποιητικὸν δὲ τὸ εἶδος· ἀνάγκη ἄρα τὸ κινοῦν εἶδός τι ἔχειν, ὅπερ καὶ αἴτιον αὐτῷ τοῦ κινεῖν ἐστι.

“而动者将始终带有某种形相。” 他说,动者在任何情况下都将具有某种形相,属于十个范畴之一;因为这正是运动的原因和本原。质料是受动的,而形相则是能动的;因此动者必然具有某种形相,而这形相也就是它发生推动的原因。

语法注3 条
  1. 3.41καὶ μή τις ἐπιλάβηται

    由 μή 加上不定过去时虚拟式第三人称单数(ἐπιλάβηται)构成的独立表达,表示禁止或防范性警告:“任何人都不应指责”。

  2. 3.41μὴ παραλαβόντας τὸ πρὸς ὅ ἐστιν

    带否定词 μή 的阳性宾格复数分词 παραλαβόντας 作不定式 ὁρίσασθαι 的逻辑主语,整个分词短语作条件状语:“若不引入它所相对者(相关项)”。

  3. 3.42Εἶδος δὲ ἀεὶ οἴσεται τι τὸ κινοῦν

    对于引文中的动词 οἴσεται(φέρω 的将来时中动态),菲洛波庞在紧接着的注解中将其解释为 ἕξει(“将具有/带有”),理解为动者自身携带着或带来某种形相。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:367.27-369.21