← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§366.15-367.26

推动者因接触与相反者而被推动的根据

本节阐明亚里士多德将运动定义为不完全现实态的根据,并基于接触产生的反作用以及相反者之间的相互潜在性,解释了在潜在中可被运动的动者自身为何亦被反向运动(202a1–202a5)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.38

" Ἐνέργειαν μέν τινα εἶναι, τοιαύτην δὲ ἐνέργειαν οἵαν εἴπομεν." Ἀνελὼν τὰς ἤτοι νομισθείσας δόξας περὶ κινήσεως ἤτοι νομισθῆναι δυναμένας, τῇ ἀναιρέσει πασῶν ἣν αὐτὸς εἶπεν ὡς ἀληθῆ οὖσαν καταλιμπάνει. διττῆς δὲ οὔσης τῆς ἐνεργείας, τῆς μὲν κατὰ τὴν ἀπόληψιν τοῦ τελείου εἴδους (οἷον ἡ ὁρατικὴ τοῦ ὀφθαλμοῦ ἐνέργεια, καθ’ ἣν ἤδη τὸ ὁρᾶν καὶ ἐνεργεῖν ἀπείληφε), τῆς δὲ τοῦ δυνάμει ἐν τῷ πράγματι σῳζούσης αὐτοῦ τὸ δυνάμει1 (οἷον ἡ ἐπὶ τὸ ἄνω τοῦ πυρὸς κίνησις· καὶ γὰρ ὅταν φέρηται, ἔτι ἔχει τὴν δύναμιν τῆς ἐπὶ τὸ ἄνω φορᾶς), τὴν μὲν προτέραν οὔ φημι κίνησιν (στάσει γὰρ καὶ ἠρεμίᾳ μᾶλλον ἀναλογεῖ), τὴν δευτέραν δὲ ἐνέργειαν μὲν οὖσαν διότι ὅλως ἐκβέβηκε τὸ δυνάμει, ἀτελῆ δὲ διότι οὐκ ἀπήλλακται πάντη τοῦ δυνάμει, ἀλλ’ ἔτι συνεφέλκεται αὐτό· τὸ γὰρ κινούμενον ἐπὶ τὸ ἄνω ἔχον ἔτι τὴν δύναμιν τοῦ ἐπὶ τὸ ἄνω κινεῖσθαι οὕτω κινεῖται.

“是某种现实,但却是如我们所说的那种现实。” 在驳斥了关于运动的已被持有的或可能被持有的诸种意见之后,通过对所有这些意见的驳斥,他将自己所言说的定义确认为真实的而保留下来。现实态有两类:一类是基于对完全形相的领得(例如眼的视觉现实,依此眼已经完全领得了看见与现实活动);另一类则是在事物中属于潜在者的、保持其潜在性的现实(例如火向上方的运动;因为即便在被运送时,它仍然具有向上运送的潜在性)。前者我不称之为运动(因为这更类似于静止与休止);而后者由于毕竟脱离了潜在性而是一种现实,但由于并未彻底摆脱潜在性、仍携带着它,因而是不完全的;因为向上运动者正是在依然具有向上运动的潜在性的情况下如此运动的。

§3.39

"Κινεῖται δὲ καὶ τὸ κινοῦν, ὥσπερ εἴρηται, πᾶν τὸ δυνάμει ὂν κινητόν, καὶ οὗ ἡ ἀκινησία ἠρεμία ἐστίν." Ἐντεῦθεν τὸν περὶ τῶν κινούντων καὶ κινουμένων ἀναλαμβάνει λόγον, καί φησιν ὅτι πᾶν τὸ κινοῦν ὅπερ πρὸς τῷ κινεῖν καὶ δυνάμει ἐστὶ κινητόν, τοῦτο πάντως κινοῦν καὶ αὐτὸ κινεῖται. ταῦτα δέ φημι τῶν κινούντων τὰ δυνάμει κινητά, ὧν ἡ ἀκινησία ἠρεμία ἐστίν· ὅσα γὰρ δυνάμενα κινεῖσθαι μήπω κινεῖται, τούτων ἡ ἀκινησία ἠρεμία ἐστίν. δεικνύει δὲ ταῦτα ἐν τοῖς ὑστέροις τῆς πραγματείας ταύτης.

“而且动者也被运动,如前所述,凡是在潜在中可被运动的、且其不动即是休止的动者,皆被运动。” 从这里起,他重新探讨关于动者与被动者的学说,并断言,凡除了推动之外在潜在中也是可被运动的动者,在推动时必然自身也被运动。在动者中,我称那些不动即是休止者为在潜在中可被运动者;因为凡能被运动而尚未被运动者,它们的不动即是休止。而他在本著作的后几卷中证明了这些。

§3.40

"Τὸ γὰρ πρὸς τοῦτο ἐνεργεῖν, ᾗ τοιοῦτον, αὐτὸ τὸ κινεῖν ἐστι· τοῦτο δὲ ποιεῖ θίξει, ὥστε ἅμα καὶ πάσχει." Εἰπὼν ποῖά ἐστι τὰ κινοῦντα καὶ κινούμενα, ὅτι τὰ πρὸς τῷ κινητικὰ εἶναι καὶ κινητὰ ὄντα, τοιαῦτα δέ εἰσιν ὧν ἡ ἀκινησία ἠρεμία, τίνι τρόπῳ τὰ τοιαῦτα κινοῦντα καὶ ἀντικινεῖται διδάσκει. πρῶτον δέ φησι τί ἐστι τὸ κινεῖν, ὅτι τὸ πρὸς τοῦτο ἐνεργεῖν, ᾗ τοιοῦτόν ἐστι, τοῦτ’ ἐστίν, οἷον τὸ ἐνεργεῖν περὶ τὸ θερμαντὸν καθὸ θερμαντόν, τοῦτο δ’ ἐστὶ τὸ θερμαίνειν αὐτό, τὸ δὲ πρὸς τοῦτο ἐνεργεῖν οὐκ ἄλλως ἢ θίξει γίνεται τοῦ τε ἐνεργοῦντος καὶ τοῦ πάσχοντος. ἐπεὶ οὖν ἐστι τὸ ἐνεργοῦν οὐ μόνον ἐνεργείᾳ τόδε τι, ἀλλὰ καὶ δυνάμει ἄλλο, ἀνάγκη τὸ δυνάμει τὸ ἐν τῷ κινοῦντι θιγγανόντων ἀλλήλοις παθεῖν ὑπὸ τοῦ ἐνεργείᾳ τοῦ ἐν τῷ κινουμένῳ·2 τοῦτο δ’ ἐστὶν ἡ κίνησις· ὥστε πάντως ἀντικινηθήσεται, ἀντικινεῖται δὲ ὑπὸ τοῦ πάσχοντος, ἐπειδὴ ἕκαστον τῶν ἐναντίων δρᾷ μὲν οὐκ εἰς ἄλλο τι ἢ εἰς τὸ ἐναντίον, ἔστι δὲ πάντως δυνάμει ὅπερ τὸ ἐναντίον. ἐπεὶ οὖν τὸ θερμὸν δυνάμει ἐστὶ ψυχρόν, ποιεῖ δὲ τὸ θερμὸν εἰς τὸ ψυχρὸν θιγγάνον αὐτοῦ, τὸ δὲ δυνάμει προσπελάσαν τῷ ἐνεργείᾳ ἄγεται εἰς ἐνέργειαν, ἀνάγκη πᾶσα παθεῖν ὑπὸ τοῦ ψυχροῦ τὸ δυνάμει ψυχρόν· ὥστε ἀνάγκη τὸ θερμὸν ποιοῦν καὶ ἀντιπάσχειν.

“因为就其为如此而言,对这者施展现实活动,正是推动本身;而〔动者〕是通过接触来做此事的,因此同时也在受动。” 在说明了何种事物既是动者又是被动者——即除了具有推动力之外也是可被运动的,且这类事物的不动即是休止——之后,他阐明这类动者是以何种方式同时被反向运动的。首先,他说明推动是什么:推动就是“就其为如此而言对这者施展现实活动”,例如就可被加热者而言,依其可被加热而施展现实活动,这就是加热它;而“对这者施展现实活动”除了施动者与受动者之间的接触之外,不能以其他方式产生。既然施动者不仅在现实中是某个“这”,而且在潜在中也是“另一者”,那么当它们彼此接触时,动者中处于潜在状态者必然受到被动者中处于现实状态者的作用;而这就是运动;因此它必然被反向运动,并且是被受动者反向运动,因为各个相反者不向任何他物发生作用,而只向相反者发生作用,并且必然在潜在中就是相反者所是的东西。因此,既然热者在潜在中是冷的,而热者通过接触冷者而对冷者发生作用,潜在者在接近现实者时又被引向现实,那么在潜在中冷者必然完全受到冷者的作用;因此,热者在施动的同时,也必然反过来受动。

语法注2 条
  1. 3.38τῆς δὲ τοῦ δυνάμει ἐν τῷ πράγματι σῳζούσης αὐτοῦ τὸ δυνάμει

    承接前文 διττῆς δὲ οὔσης τῆς ἐνεργείας 的属格结构,以 τῆς μέν... τῆς δέ... 并列说明两种现实态(ἐνέργεια)。分词 σῳζούσης 与隐匿的 τῆς ἐνεργείας 一致,支配宾语 αὐτοῦ τὸ δυνάμει,而 τοῦ δυνάμει ἐν τῷ πράγματι 则是表示所属的属格短语(属于事物中潜在者的现实)。

  2. 3.40ἀνάγκη τὸ δυνάμει τὸ ἐν τῷ κινοῦντι θιγγανόντων ἀλλήλοις παθεῖν ὑπὸ τοῦ ἐνεργείᾳ τοῦ ἐν τῷ κινουμένῳ

    非人称句 ἀνάγκη [ἐστί] 所支配的宾格加不定式结构。不定式 παθεῖν 的逻辑主语是实质化的中性短语 τὸ δυνάμει τὸ ἐν τῷ κινοῦντι(动者中处于潜在状态者)。θιγγανόντων ἀλλήλοις 为属格独立结构,意为“当彼此接触时”,被动动作的施动者由介词短语 ὑπὸ τοῦ ἐνεργείᾳ τοῦ ἐν τῷ κινουμένῳ(被动者中处于现实状态者)引出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:366.15-367.26