- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:364.21-366.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯阐释了亚里士多德的论证,即毕达哥拉斯派之所以将运动视为他性、不平等与非存在,是因为运动显得是“不定的”;在解决了有关缺乏如何归属于范畴的疑难后,他论证了运动作为一种不完全的中介现实,不能被单纯地归入潜在、现实或缺乏之中的任何一者。
" Αἴτιον δὲ τοῦ εἰς ταῦτα θεῖναι, διότι ἀόριστον δοκεῖ εἶναι ἡ κίνησις." Ἐντεῦθεν τὴν ἔννοιαν αὐτῶν λέγει, ἐξ ἧς κινούμενοι ταῦτα εἶναι εἶπον τὴν κίνησιν. καί φησι, διότι ἡ κίνησις ἀόριστόν τί ἐστιν, ἡ δὲ ἑτέρα συστοιχία ὑφ’ ἣν ἡ ἑτερότης καὶ ἀνισότης καὶ τὸ μὴ ὂν ἀνάγεται, ὑφ’ ἃς τὴν κίνησιν ἀνῆγον, καὶ αὐτὴ διὰ τὸ στερητικὴ εἶναι ἀόριστος. εἰκότως οὖν διὰ τὸ ἀόριστον εἶναι τὴν κίνησιν ὑπὸ τὴν ἀόριστον συζυγίαν ἀνήγαγον αὐτήν. δυνατὸν δὲ τὸ μὴ ὂν λέγοντας εἶναι τὴν κίνησιν μᾶλλον ἂν αὐτῆς ἅπτεσθαι,1 εἰ μὴ ὂν αὐτὴν οὕτως λέγοιεν, οὐχ ὡς μηδαμῇ μηδαμῶς ὄν, ἀλλ’ ὡς τοῦ κινουμένου μηδέπω τούτου κατ’ ἐνέργειαν ὄντος ἐφ’ ὃ κινεῖται, ἀλλ’ ἀτελοῦς ἔτι· τοιοῦτον γὰρ καὶ ἡμεῖς τὸ δυνάμει λέγομεν.
“而将它置于这些之中的原因,在于运动似乎是某种不定之物。” 从这里起,他阐明了他们的意图,他们正是出于这种意图而断言运动是这些东西的。他说,这是因为运动是某种不定之物,而他性、不平等与非存在所被归入的另一列——他们将运动归入其中的那些项——本身也因其是缺乏性的而是不定的。因此,由于运动是不定的,他们合乎情理地将它归入了不定的配对之下。然而,如果那些断言运动是非存在的人以如下方式称它为非存在,他们也许能够更好地切中运动的本质:不是指完全、绝然不存在之物,而是指被运动者尚未现实地成为其所朝向运动之物,而是仍处于不完全状态;因为我们也是这样来称呼潜在之物的。
"Οὔτε γὰρ τόδε οὔτε τοσόνδε." Ζητοῦσιν ἐνταῦθα οἱ ἐξηγηταὶ πῶς φησιν ὁ Ἀριστοτέλης τὴν στέρησιν ἀόριστον εἶναι διὰ τὸ ὑπὸ μηδεμίαν τῶν κατηγοριῶν ἀνάγεσθαι, καίτοι τῶν ἐναντίων τὰ αὐτά εἰσι γένη. καί φασιν ὅτι ἡ μὲν ἑκάστου στέρησις τῷ ὄντι ἡ προσεχῶς ἀντικειμένη αὐτῷ, ἐξ ἧς καὶ ἡ εἰς τὴν ἕξιν γίνεται μεταβολή, ὑπὸ τὸ αὐτὸ γένος ἀνάγεται ὑφ’ ἣν καὶ ἡ ἕξις, ἀλλ’ ἐπειδὴ τὸ οὐκ ἄνθρωπος καὶ τὸ οὐχ ἵππος καὶ πάντα τὰ στερητικά (νῦν γὰρ τὴν ἀπόφασιν ἀντὶ τῆς στερήσεως λαμβάνω· οὐ γὰρ ἔστιν ἐπὶ τούτων στερητικῶς ὀνομάσαι τὸ ἀντικείμενον τῷ εἴδει) ἓν μὲν ἀναιροῦσιν εἶδος, οὐδὲν δὲ ὡρισμένον εἰσφέρουσιν οὐ μόνον εἶδος ἀλλ’ οὐδὲ στέρησιν, διὰ τοῦτό φησιν ὅτι οὐκ ἔστιν ὑπ’ οὐδεμίαν τῶν κατηγοριῶν ἀναγαγεῖν τὴν στέρησιν, οὐχ ὅτι οὐκ ἀνάγεται, ἀλλ’ ὅτι εἰς ὡρισμένον οὐκ ἔστιν ἀναγαγεῖν· τὸ γὰρ οὐκ ἄνθρωπος δύναται εἶναι καὶ οὐσία ἄλλη παρὰ τὸν ἄνθρωπον καὶ ποσὸν καὶ ποιὸν καὶ ἑκάστη τῶν ἄλλων. φησὶν οὖν ὅτι ὑπ’ οὐδεμίαν δυνατὸν ὡρισμένως ἀναγαγεῖν. τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον. λαβὼν ὅτι ἀόριστος ἡ κίνησις,2 καὶ τὴν αἰτίαν τῆς πλάνης τοῖς Πυθαγορείοις τοῦ περὶ κινήσεως λόγου ἐντεῦθεν εἰρηκὼς εἶναι, νῦν αὐτὸ τοῦτο κατασκευάζει, ὅτι ἀόριστος ἡ κίνησις, ἐκ τοῦ διαιρεῖν τὰ ὄντα εἰς τὰ δυνάμει καὶ τὰ ἐνεργείᾳ, καὶ δείξας ὅτι ὑπ’ οὐδέτερον κυρίως ἡ κίνησις ἀναχθήσεται. οὔτε γὰρ τὸ ἐνεργείᾳ ὂν οὐσία ἢ ποσὸν ἢ τῶν ἄλλων τι εὐθὺς καὶ κινεῖται, οὔτε μὴν τὸ δυνάμει· οὐδὲ γὰρ τὸ δυνάμει λευκὸν ἀνάγκη εὐθὺς καὶ κινεῖσθαι. τούτων μὲν οὖν οὐδὲν ἡ κίνησις οὔτε ἐνέργεια ἁπλῶς οὔτε δύναμις, ἀλλὰ μέσον τι τούτων, ἐνέργεια μέν τις, ἀτελὴς δὲ καὶ οὐκ ἀπηλλαγμένη τοῦ δυνάμει. διὰ τοῦτο οὖν ἀόριστον, ἐπεὶ εἰς οὐδὲν τῶν ὄντων, τῶν τε δυνάμει φημὶ ὄντων καὶ τῶν ἐνεργείᾳ (εἰς ταῦτα γὰρ τὰ ὄντα διῄρηται), δυνατὸν αὐτὴν ἀναγαγεῖν εἰλικρινῶς.
“因为它既不是某个这,也不是某种数量。” 在此,注释家们探究亚里士多德何以说缺乏因不归属于任何范畴因而是不定的,尽管相反者属于相同的属。他们说,每一事物的真正的缺乏,即直接与其相对立、且走向状态的变化也是由之而生的那种缺乏,确实被归入与状态相同的属之下;然而,既然“非人”与“非马”以及所有的缺乏性表达(因为我现在是用否定来代替缺乏;因为在这些事物上无法缺乏性地命名与形相相对立者)虽取消了一个形相,却并未引入任何确定的东西,不仅不是形相,甚至也不是确定的缺乏,正因如此,他说不可能将缺乏归入任何范畴之下——并不是因为它不被归属,而是因为它不可能被归入一个确定的范畴之中;因为“非人”既可以是人之外的另一种实体,也可以是数量,是性质,或是其余各项中的每一个。因此他说,不可能将它确定地归入任何一个范畴之下。至于“运动似乎是不定之物的原因”:在设定了运动是不定的,并且阐明了毕达哥拉斯派关于运动的学说发生偏差的原因正是源于此之后,他现在正是从将存在者划分为潜在者与现实者出发,并通过证明运动并不严格地归属于两者中的任何一个,来确证运动是不定的这一事实。因为现实地作为实体、或作为数量、或作为其他某种存在者,并不立刻就是被运动的,而潜在者亦是如此;因为潜在的白者也绝无必然立刻就被运动。因此,运动绝非这些东西中的任何一种,既非单纯的现实,亦非潜在,而是这二者之间的某种中间物,是某种现实,但却是不完全的、尚未摆脱潜在的现实。因此,正由于此,它是某种不定之物,因为不可能将它纯粹地归入存在者中的任何一者之中——我是指潜在的存在者与现实的存在者(因为存在者已被划分为这些)。
"Καὶ διὰ τοῦτο δὴ χαλεπὸν λαβεῖν αὐτὴν τί ἐστιν· ἢ γὰρ εἰς στέρησιν ἀναγκαῖον θεῖναι ἢ εἰς δύναμιν ἢ εἰς ἐνέργειαν ἁπλῆν." Δείξας ὅτι οὐχ ὑγιῶς τὸν περὶ κινήσεως οἱ παλαιοὶ λόγον ἀποδεδώκασι, καὶ ἐκ ποίας ἐννοίας εἰς τοῦτο ἦλθον, νῦν τὸ λοιπὸν τῶν προβλημάτων κατασκευάζει, ὅτι μηδὲ ἄλλως αὐτὴν δυνατὸν ὁρίσαι· εἰ γὰρ συγχωρήσειέ τις εἰς δύναμιν καὶ ἐνέργειαν καὶ στέρησιν τὰ ὄντα διαιρεθῆναι, εἰς οὐδὲν τούτων δυνατὸν θεῖναι τὴν κίνησιν. καὶ ὅτι μὲν οὔτε εἰς δύναμιν οὔτε εἰς ἐνέργειαν, δῆλον, ὅτι δὲ οὐδὲ εἰς στέρησιν, τῷ αὐτῷ τρόπῳ δῆλον ἂν εἴη· πολλὰ γάρ ἐστι στερήσεως μὲν μετέχοντα, κινήσεως δὲ οὔ.
“正因如此,把握它究竟是什么乃是困难的;因为必然要将它置于缺乏中,或置于潜在中,或置于单纯的现实中。” 在表明了古人并没有健全地给出关于运动的定义,并表明了他们是出于何种意图陷入此境之后,他现在确证其余的问题,即不可能以其他方式来定义它。因为即便有人承认存在者被划分为潜在、现实与缺乏,也不可能将运动置于这些之中的任何一个。运动既不属于潜在亦不属于现实,这已然明了;而它也不属于缺乏,以同样的方式也将是明了的;因为有许多事物分有着缺乏,却不分有着运动。
- 3.35δυνατὸν δὲ τὸ μὴ ὂν λέγοντας εἶναι τὴν κίνησιν μᾶλλον ἂν αὐτῆς ἅπτεσθαι
由 δυνατὸν [ἐστι] 支配的带宾格的不定式结构,分词短语 τὸ μὴ ὂν λέγοντας εἶναι τὴν κίνησιν 充当带潜能小词 ἄν 的不定式 ἅπτεσθαι 的逻辑主语。带 ἄν 的不定式与后随的祈愿语气条件从句(εἰ ... λέγοιεν)相呼应,构成潜能条件句的主结句:“如果他们……称呼它,那么他们本可以更好地切中它”。
- 3.36τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον. λαβὼν ὅτι ἀόριστος ἡ κίνησις
短语 τοῦ δὲ δοκεῖν ἀόριστον εἶναι τὴν κίνησιν αἴτιον 是一个缺少主要动词的标题式短语(或对经文要点的引述:“至于运动似乎是不定之物的原因……”)。随后以分词 λαβών 开始、以主要动词 νῦν αὐτὸ τοῦτο κατασκευάζει 结尾的句子构成了完整的句法骨架(“在设定了……之后,他现在确证了这同一件事”),其逻辑主语是亚里士多德。
