← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§363.8-364.20

将运动等同于他性与不平等的学说辨护

关于亚里士多德批判将运动等同于他性、不平等与非存在的先行学说之文本(201b18–22),斐洛庞努斯指出了原文中的省略并补充了论证环节,进而从离开自身的偏离这一角度为先哲们的观点进行了辩护与重新诠释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.31

" Οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ γένει θεῖναι δύναιτο ἄν τις." Ἐπειδὴ εἰς γένος τὴν ἐντελέχειαν ἀνήγαγε τὴν κίνησιν, φησὶν ὅτι οὐ δυνατὸν ὑπὸ ἄλλο τι γένος ἀναγαγεῖν τὴν κίνησιν, ἢ ὑφ’ ὃ ἡμεῖς ἀνηγάγομεν.

“因为没有人能够将运动与变化置于任何其他的属中。” 既然他已经把运动归入了现实这个属,他便说不可能把运动归入任何其他的属中,除非是我们所归入的那个属。

§3.32

"Δῆλον δὲ σκοποῦσιν ὡς τιθέασιν αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν. " Ἐλλιπῶς εἴρηται· δύο γὰρ προβλήματα θείς,1 τό τε τοὺς ἄλλους μὴ καλῶς περὶ κινήσεως εἰρηκέναι, καὶ τὸ μὴ ἂν ἄλλως ἀποδοῦναι δυνατὸν τὸν περὶ αὐτῆς λόγον, ἐν τῇ εἰσβολῇ τῆς κατασκευῆς ἀνταποδιδοὺς πρὸς τὸ πρότερον πρόβλημα, καὶ εἰπὼν “οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ γένει θεῖναι δύναιτο ἄν τις”, μὴ ἀνταποδιδοὺς δὲ πρὸς τὸ δεύτερον, ἐπήγαγε τὴν κατασκευὴν ὡς ἀνταποδεδωκώς· δῆλον δέ, φησί, σκοποῦσιν ὡς τιθέασιν αὐτὴν ἔνιοι, ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν φάσκοντες εἶναι τὴν κίνησιν. διὸ δεῖ προσθεῖναί τι ἔξωθεν, ἵνα ἀνελλιπῆ τὸν λόγον ποιήσωμεν· μετὰ γὰρ τὸ “οὔτε γὰρ τὴν κίνησιν καὶ τὴν μεταβολὴν ἐν ἄλλῳ γένει θεῖναι δύναιτο ἄν τις” προσθετέον ‘οὔτε οἱ ἄλλως εἰρηκότες περὶ κινήσεως κατορθοῦσιν’, εἶτα συναπτέον τούτου τὴν κατασκευὴν δῆλον δὲ σκοποῦσιν ὡς τιθέασιν αὐτὴν ἔνιοι καὶ τὰ ἑξῆς.

“这对于那些考察某些人是如何设定它、断言运动是他性、不平等与非存在的人而言是显而易见的。” 此处的表述是有所省略的。因为在设立了两个问题之后——即其他人关于运动谈论得不正确,以及不可能以其他方式给出关于它的说明——他在论证的开头对应了前一个问题,并说“因为没有人能够将运动与变化置于任何其他的属中”,但没有对应第二个问题,便仿佛已经作了对应一般引出了论证;他说,“这对于那些考察某些人是如何设定它、断言运动是他性、不平等与非存在的人而言是显而易见的”。因此必须从外部补充一些内容,以便我们使论述完整;因为在“因为没有人能够将运动与变化置于任何其他的属中”之后,应当补充“那些以其他方式论及运动的人也没有说对”,然后再把论证连接到此之上:“这对于那些考察某些人是如何设定它的人而言是显而易见的”等等。

§3.33

"Ὧν οὐδὲν ἀναγκαῖον κινεῖσθαι, οὐδ’ ἂν ἕτερα εἴη οὐδ’ 〈ἂν〉 ἄνισα οὐδ’ ἂν οὐκ ὄντα." Τὴν προτέραν ὑπόθεσιν ἐν τούτοις τίθησι καὶ ἐλέγχει, τὴν ὑποτιθεμένην ταὐτὸν εἶναι κίνησιν τῇ ἑτερότητι καὶ ταὐτότητι καὶ τῷ μὴ ὄντι.

“其中没有什么是必然运动的,无论它们是他者,是不平等者,还是非存在。” 在这些话中,他提出并驳斥了前一个假设,即假设运动与他性、同一性以及非存在是同一的那个假设。

§3.34

"Ἀλλ’ οὐδὲ ἡ μεταβολὴ οὔτ’ ἄν εἰς ταῦτα οὔτ’ ἂν ἐκ τούτων." Αἱ λοιπαὶ δύο ὑποθέσεις, ὅτι οὔτε ἡ κίνησις ἐκ τούτων (οὐδὲν γὰρ μᾶλλον ἢ ἐκ τῶν ἐναντίων), οὔτε εἰς ταῦτα μᾶλλον ἢ εἰς τὰ ἐναντία. ἔστι δὲ ὑπὲρ τῶν ἀνδρῶν τοῦτο ἀπολογούμενον λέγειν,2 ὅτι οὐχ οὕτως ἔλεγον τὴν κίνησιν ἑτερότητα εἶναι καὶ ἀνισότητα καὶ τὸ μὴ ὄν, ὥσπερ νῦν ἐξείληφεν ὁ Ἀριστοτέλης, ὅτι ἢ ταῦτα ἢ ἐκ τούτων ἢ εἰς ταῦτα (εὐέλεγκτον γὰρ τοῦτο, καὶ οὐκ ἦν εἰκὸς ἔμφρονας ἄνδρας τοῦτο ὑποθέσθαι), ἀλλ’ ἐπειδὴ πᾶσα κίνησις ἔκστασίς ἐστι τοῦ ἀφ’ οὗ κινεῖται, δῆλον ὅτι τὸ κινούμενον ἐξιστάμενόν πως ἑαυτοῦ τῷ ἐξίστασθαι τοῦ προτέρου εἴδους ὃ εἶχεν αὐτὸ πρὸς ἑαυτὸ ἑτεροιοῦται ἢ κατὰ ποιότητα ἢ κατὰ τόπον μεταβάλλον, καὶ ἀνισοῦται πρὸς ἑαυτὸ κατὰ ποσὸν μεταβάλλον, ἀλλὰ καὶ μὴ ὄν πως γίνεται, διότι τὸ πρότερον εἶδος, ὅπερ εἶχεν, οὐκ ἔστιν. ἀνισότης οὖν καὶ ἑτερότης ἡ κίνησις οὐ πρὸς ἄλλο ἀνίσου ὄντος ἢ ἑτέρου τοῦ κινουμένου, ἀλλὰ πρὸς ἑαυτό· οὕτω δὲ καὶ μὴ ὄν, ὅτι πᾶν τὸ κινούμενον οὐκ ἔστιν ὅπερ πρότερον ἦν, καθὸ κεκινῆσθαι λέγεται.

“但变化既不可能走向这些,也不可能出于这些。” 其余的两个假设是:运动既不出于这些(因为出于这些并不比出于相反者更甚),也不走向这些胜于走向相反者。但是,为那些人辩护可以说是能够这样讲的:他们并不是像亚里士多德现在所理解的那样,认为运动是他性、不平等与非存在,即要么是这些,要么出于这些,要么走向这些(因为这很容易被驳斥,而有理智的人不大可能做出这样的假设);而是因为一切运动都是脱离其所由运动者的一种脱离,显然,被运动者通过脱离其原先拥有的形式而在某种程度上脱离自身,依质或依位置变化时相对于自身成为他者,依量变化时相对于自身成为不平等者,而且也以某种方式成为非存在,因为其原先拥有的形式已经不存在了。因此,运动之所以是不平等与他性,并不是因为被运动者相对于别物是不平等的或他者,而是相对于自身而言的;同样,它之所以是非存在,也是因为凡被运动者就其被称为已经被运动而言,都不再是其原先所是的东西了。

语法注2 条
  1. 3.32Ἐλλιπῶς εἴρηται· δύο γὰρ προβλήματα θείς

    主动词 ἐπήγαγε 统辖了前面多重分词(θείς, ἀνταποδιδούς, εἰπών, μὴ ἀνταποδιδούς)构成的从属结构。斐洛庞努斯将亚里士多德提出两个论题却在论证展开时省略了对第二项的正面承接视为一种文法上的省略(elliptical),并由此说明了上下文的衔接关系。

  2. 3.34ἔστι δὲ ὑπὲρ τῶν ἀνδρῶν τοῦτο ἀπολογούμενον λέγειν

    无人称动词 ἔστι(“可以/可能”)搭配不定式 λέγειν,宾格分词 ἀπολογούμενον 则作为不定式的逻辑主语,整体构成“为那些人辩护而言,可以说是能够这样讲的……”这一句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:363.8-364.20