← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§361.31-363.7

作为不完全现实的运动与推动者的条件

菲洛波诺斯确认了运动既非缺失亦非完全活动,而是一种不完全的现实,论述了推动者与被推动者相互作用与反作用的条件(接触与共有质料),并确立了运动更精确的定义(即“可动者作为可动者的现实”)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.30#3

καὶ ἄλλως εἰ καλῶς εἴπομεν ὅτι ἡ κίνησις ἐντελέχεια τῆς δυνάμεως, ἡ δὲ στέρησις οὐκ ἔστιν ἐνέργεια, οὐκ ἄρα ἡ κίνησις στέρησις. ὥστε εἰ ἐν μηδενὶ τούτων δυνατὸν θεῖναι τὴν κίνησιν, λείπεται ὁ εἰρημένος τρόπος εἶναι ἀληθὴς μόνος, ἔστι δὲ οὗτος ἐνέργειαν μὲν αὐτὴν εἶναι, ἐνέργειαν δὲ οὐ τὴν τελείαν τὴν τὸ εἶδος ἀπειληφυῖαν, ἀλλὰ τὴν ἔτι τὸ δυνάμει φυλάττουσαν, καὶ διὰ τοῦτο ἀτελῆ μὲν ὡς ἔτι ἔχουσαν τὸ δυνάμει, ἐντελέχειαν δὲ διότι ὅλως κεκίνηται ἐκ τοῦ δυνάμει ἐπὶ τὴν τελείαν ἐνέργειαν. Ταῦτα εἰπών, πρὶν τέλος ἐπιθῇ τῷ περὶ κινήσεως λόγῳ (ἐπιθήσει δὲ δείξας ἐπὶ τέλει ὅτι ἡ κίνησις οὐκ ἔστιν ἐν τῷ κινοῦντι, ἀλλ’ ἐν τῷ κινουμένῳ), ἀναλαμβάνει τὸν περὶ τῶν κινούντων καὶ κινουμένων λόγον, καὶ ζητεῖ ποῖά ἐστι τῶν κινούντων ἃ κινοῦντα καὶ ἀντικινεῖται. καὶ ζητεῖ μὲν τούτων τελειότερον καὶ ἐν τῇ Περὶ γενέσεως πραγματείᾳ καὶ ἐν τῇ Περὶ ψυχῆς, καὶ ἐνταῦθα δέ φησιν ὅτι ταῦτά ἐστι τὰ κινοῦντα καὶ ἀντικινούμενα, ἃ πρὸς τῷ κινητικὰ εἶναι καὶ κινητά ἐστι. τίνα δέ ἐστι, φησί, ταῦτα; ὧν ἡ ἀκινησία, φησίν, ἠρεμία ἐστίν. οἷς γὰρ ἡ κίνησις ὑπάρχει, ταῦτα ὅταν μὴ κινῆται ἠρεμεῖν λέγεται· ἃ γὰρ μὴ πέφυκε κινεῖσθαι, τούτων ἡ ἀκινησία οὐ λέγεται ἠρεμία, ἀλλ’ αὐτὸ τοῦτο ἀκινησία καὶ στάσις. εἰκότως δὴ τὰ τοιαῦτα καὶ κινεῖ καὶ κινεῖται· ἔχει γὰρ τὸ δυνάμει· δεῖ γὰρ αὐτὰ ἐξ ἠρεμίας ἐνεργῆσαί ποτε καὶ κινηθῆναι. τίνι δὲ τρόπῳ τὰ τοιαῦτα καὶ κινεῖ καὶ κινεῖται; καί φησιν ὅτι δεῖ τὸ κινοῦν καὶ κινούμενον θιγεῖν ἀλλήλων, θιγγάνοντα δέ, καθὸ μὲν ἐνεργείᾳ ἑκάτερόν ἐστι, ποιήσει εἰς τὸ ἕτερον, καθὸ δὲ δυνάμει, πείσεται. καὶ τὰ οὐράνια μὲν οὖν θίξει κινεῖ τὰ τῇδε, ἀλλ’ οὐκ ἀντιπάσχει ὑπ’ αὐτῶν, διότι μὴ ἔστι δυνάμει κινητά, ἀλλ’ ἐνεργείᾳ καὶ κινητὰ καὶ κινητικά, καὶ τοῦτο τὴν κατὰ τόπον κίνησιν, κατὰ δὲ τὰς ἄλλας κινήσεις οὔτε δυνάμει οὔτε ἐνεργείᾳ κινητά ἐστι τὰ οὐράνια. καὶ συντόμως εἰπεῖν, ὡς αὐτὸς ἐν τῇ Περὶ γενέσεως εἶπε, ταῦτά ἐστι τὰ ἐν τῷ κινεῖν ἀντιπάσχοντα, ὅσα ὁμόυλά ἐστι· τῷ γὰρ τὴν κοινὴν τῶν ἐν γενέσει ὕλην πάντα εἶναι δυνάμει,1 συμβαίνει τὸ ποιοῦν ἁπτόμενον τοῦ πάσχοντος δρᾶν μὲν κατὰ τὸ ἐνεργείᾳ τὸ ἐν ἑαυτῷ δυνάμει δὲ τὸ ἐν ἐκείνῳ, πάσχειν δὲ καὶ αὐτὸ ὑπ’ ἐκείνου κατὰ τὸν αὐτὸν λόγον. οἷον τὸ θερμὸν ψυχρῷ παρακείμενον θερμαίνει μὲν ἐκεῖνο καθὸ ἐνεργείᾳ ἐστὶ θερμὸν ἐκείνου δυνάμει ὄντος θερμοῦ, ἀντιπάσχει δὲ ὑπ’ αὐτοῦ καθὸ αὐτὸ μὲν δυνάμει ἐστὶ ψυχρὸν ἐκεῖνο δὲ ἐνεργείᾳ. μετὰ ταῦτα ὁρίζεται τὴν κίνησιν τελειότερον, ὅτι ἐστὶν ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν· ὁ μὲν γὰρ πρότερος ὁρισμός, ὁ λέγων ὅτι ἐστὶν ‘ἐντελέχεια τοῦ δυνάμει, ᾗ τοιοῦτόν ἐστι’, περιλαμβάνοι ἄν2 καὶ τὴν τελείαν ἐνέργειαν. καὶ γὰρ δύναμις καὶ ἡ προτέρα λέγεται, ἡ κατὰ τὴν ἐπιτηδειότητα, καὶ ἡ δευτέρα, ἡ κατὰ τὴν τάξιν, ἧς ἡ ἐνέργεια οὐ κίνησίς ἐστιν ἀλλὰ τελεία τοῦ εἴδους ἀπόληψις, κίνησις δὲ ἡ ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ πρότερον ἐνεργείᾳ μεταβολή. ὥστε κυριώτερος ὁ νῦν ἀποδοθεὶς τῆς κινήσεως ὁρισμός, ὅτι ἐστὶν ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν· οὐκέτι γὰρ περιλαμβάνει οὗτος ὁ ὁρισμὸς τὴν δευτέραν δύναμιν.

在另一方面,如果我们正确地断言运动是潜能的现实,而缺失并不是活动,那么运动就不是缺失。因此,如果不可能将运动归入这些之中的任何一种,便只剩下所说的方式是真实的;而这就是说,运动是一种活动,但并非已经获得了形式的完全活动,而是仍保持着潜能的活动,并且正因这一缘故,它作为仍具有潜能而是不完全的,但又因其毕竟已经从潜能被运动向完全活动而是现实。 在说了这些之后,在给关于运动的论述画上句号之前(他将在最后表明运动并不在推动者中,而是在被推动者中,从而给论述画上句号),他重新拾起关于推动者与被推动者的论述,并探究究竟哪一类推动者是在推动的同时自身也反过来被推动的。关于这些问题,他在《论生成》和《论灵魂》的论著中探究得更为完全,但他在这里也说,那些推动的同时反过来被推动的东西,就是那些除了具有推动能力之外自身也是可动的。他说,那么这些是什么样的东西呢?他说,就是其不动乃是静止的那些东西。因为对于运动所归属者,每当它们不运动时便被称为处于静止;而对于那些在本性上不是用来运动的东西,它们的不动不被称为静止,而就称为不动和停滞本身。因此,这类东西既推动又被推动是合乎情理的;因为它们具有潜能;因为它们必然有时会从静止出发产生现实活动并被运动。然而,这类东西究竟以何种方式既推动又被推动呢?他说,推动者与被推动者必须彼此接触,而彼此接触时,各自就其在现实中所是而言作用于另一方,而就其在潜能中所是而言承受作用。因此,天体虽然以接触推动此地的诸事物,却不承受来自它们的反向作用,因为天体并非在潜能上是可动的,而是在现实上既是可动的又是能推动的,并且这仅就位置运动而言,至于依其他运动而言,天体则无论在潜能上还是在现实上都不是可动的。简而言之,正如他自己在《论生成》中所说,在推动时承受反向作用的东西,就是凡共有同类质料者;因为生成物所共有的质料在潜能上是一切事物,所以其结果是,施动者在触及承受者时,依自身中的现实并依对方中的潜能而起作用,但依同一道理自身亦承受来自对方的作用。例如,热者紧靠冷者,就自身在现实中是热的而对方在潜能中是热的而言使对方变热,但就自身在潜能中是冷的而对方在现实中[是冷的]而言,它反过来承受来自对方的作用。 在这些之后,他更为完全地界定了运动,指出运动是“可动者作为可动者的现实”;因为先前那个断言运动是“依潜能而存在者作为这样者的现实”的定义,也可能包含完全的活动。因为潜能既被称为前一种即依适宜性而言的潜能,亦被称为第二种即依习性而言的潜能,后者的活动不是运动而是形式的完全获得,而运动则是从前一种依潜能者向前一种依现实者的变化。因此,现在所给出的运动定义——即它是可动者作为可动者的现实——更为确切;因为这一定义不再包含第二种潜能。

语法注2 条
  1. 3.30τῷ γὰρ τὴν κοινὴν τῶν ἐν γενέσει ὕλην πάντα εἶναι δυνάμει

    带冠词不定式 τῷ... εἶναι 作为表示原因的与格,支配一个“对格加不定式”结构:其中 τὴν κοινὴν τῶν ἐν γενέσει ὕλην 为逻辑主语对格,πάντα 为表语对格(“一切事物”)。该结构为后文的主动词 συμβαίνει 提供了原因说明。

  2. 3.30ὁ μὲν γὰρ πρότερος ὁρισμός... περιλαμβάνοι ἄν

    在主语 ὁ πρότερος ὁρισμός 与主要动词 περιλαμβάνοι ἄν 之间插入了带冠词分词短语 ὁ λέγων ὅτι...。带有 ἄν 的愿望语气(潜在愿望)表达了一种假设性的可能结果:“可能/本会包含”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:361.31-363.7