- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:360.19-361.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞列举了毕达哥拉斯学派的十对对立面系列,解释了为何运动作为不定的缺失性事物被统摄于较劣的系列之下,指出亚里士多德是以自身的“形式与缺失”框架来解说该分类的,并进一步论证了运动因无法单纯归结于潜能、现实或缺失而具有不定性。
ἐπεὶ οὖν ἡ κίνησις στέρησίς ἐστιν (ὅταν γὰρ ὁρισθῇ καὶ εἰς εἶδος ἔλθῃ, οὐκέτι κινεῖται), ἀόριστα δὲ καὶ στερητικὰ τὰ εἰρημένα ἅπαντα, διότι καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ τῆς αὐτῆς συστοιχίας,1 εἰκότως ταῦτα εἶναι τὴν κίνησιν ἔλεγον. ἰστέον γὰρ ὅτι εἰς δύο συστοιχίας τὰς ἀρχὰς τῶν ὄντων διῄρουν οἱ Πυθαγόρειοι, δέκα τισὶν ἀρχαῖς ἑκάστην συστοιχίαν περιορίζοντες, ὧν τὴν μὲν τῶν ἀγαθῶν συστοιχίαν τὴν δὲ τῶν κακῶν ἔλεγον. ἐκκείσθωσαν δὲ ἱστορίας χάριν αἱ συστοιχίαι, ὡς αὐτὸς ἀλλαχοῦ ἱστορεῖ· ἀγαθὸν κακόν, πέρας ἄπειρον, περιττὸν ἄρτιον, ἓν πλῆθος, δεξιὸν ἀριστερόν, φῶς σκότος, ἄρρεν θῆλυ, ἠρεμοῦν κινούμενον, εὐθὺ καμπύλον, τετράγωνον ἑτερόμηκες. τὰς μὲν οὖν ἀρχὰς τῶν ὄντων τοῦτον τὸν τρόπον εἰς δύο συστοιχίας διῄρουν οἱ Πυθαγόρειοι, τὴν μὲν εἰς τὰ κρείττονα τῶν ἐναντίων διαιροῦντες τὴν δὲ εἰς τὰ χείρονα, ὑφ’ ἃς ἀνῆγον πάντα τὰ ὄντα. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι διὰ τὸ στερητικὴν εἶναι τὴν τῶν χειρόνων συστοιχίαν, στερητικὴν δὲ οὖσαν ἀόριστον εἶναι, διὰ τοῦτο τὴν κίνησιν, ὡς ἀόριστον, ὑπὸ ταύτην ἀνήγαγον. οὐχ ὡς τῶν Πυθαγορείων δὲ εἰς εἰδικὰς καὶ στερητικὰς ἀρχὰς διαιρούντων τὰς δύο συστοιχίας οὕτως εἶπεν ὁ Ἀριστοτέλης στερητικὰς εἶναι τὰς τῆς ἑτέρας συστοιχίας ἀρχάς (αὐτοῦ γάρ ἐστιν ἡ εἰς εἶδος καὶ στέρησιν τῶν ἀρχῶν διαίρεσις), ἀλλ’ ἐπεὶ2 εἴωθεν ὁ Ἀριστοτέλης τὰ μὲν κρείττονα τῶν ἐναντίων εἴδη καλεῖν τὰ δὲ χείρονα στερήσεις, διὰ τοῦτο τὴν τῶν χειρόνων συστοιχίαν στερητικὴν εἶπε. πόθεν μὲν οὖν τὴν κίνησιν ὑπενόησαν ἑτερότητα εἶναι καὶ ἀνισότητα καὶ τὸ μὴ ὄν, εἴρηκε· διότι, φησίν, ἡ κίνησις ἀόριστόν τι δοκεῖ εἶναι. ἀλλὰ καὶ αἱ τῆς ἑτέρας συστοιχίας ἀρχαὶ στερητικαί εἰσι, καὶ διὰ τοῦτο ἀόριστοι. εἰκότως οὖν ὑπὸ τὰς ἀορίστους ἀρχὰς καὶ τὴν κίνησιν ἀνήγαγον· τὸ γὰρ μὴ ὂν καὶ ἡ ἀνισότης καὶ ἡ ἑτερότης ὑπὸ τὴν τῶν χειρόνων συστοιχίαν, τηλικαῦται δὲ κατ’ αὐτοὺς ἀρχαὶ τῆς κινήσεως. ὅτι δὲ ἀόριστος ἡ κίνησις, δείκνυσιν ἐφεξῆς· τοῦ γὰρ συλλογισμοῦ ὄντος ὅτι ἡ κίνησις ἀόριστος, τὸ ἀόριστον στέρησις, ἡ κίνησις ἄρα στέρησις, τὴν μὲν ἑτέραν πρότασιν, λέγω δὴ τὴν μείζονα, κατεσκευάσαμεν τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ3 χρησάμενοι (εἰ γὰρ τὸ εἶδος ὥρισται, τὸ ἀόριστον στέρησις ἂν εἴη), τὴν δὲ ἐλάττονα αὐτὸς κατασκευάζει, λέγω δὴ ὅτι ἡ κίνησις ἀόριστος. τῶν γὰρ ὄντων τῶν μὲν ὄντων δυνάμει τῶν δὲ ἐνεργείᾳ, εἰς οὐδέτερον ἀνάγεται ἡ κίνησις· οὔτε γὰρ τὰ μόνως δυνάμει ὄντα κινεῖται οὔτε τὰ μόνως ἐνεργείᾳ, ἀλλ’ ἔστιν ἡ κίνησις εἰλικρινῶς μὲν οὐδετέρα τούτων, μετέχουσα δὲ ἀμφοτέρων, καὶ διὰ τοῦτο ἀόριστον, ὅτι ἐν οὐδενὶ τῶν ὄντων ὡρισμένως ἔστιν ἀποθεῖναι. Εἰπὼν οὖν τὴν αἰτίαν ἐξ ἧς εἰς τὰς στερητικὰς ἀρχὰς ἀνήγαγον τὴν κίνησιν, κατασκευάζει ἐφεξῆς, ὅτι οὐδὲ ἐνδέχεται ἄλλως ὁρίσασθαι αὐτήν. κἂν γάρ, φησί, συγχωρήσωμεν διαιρεῖσθαι τὰ ὄντα μὴ μόνον εἰς τὰ κατὰ δύναμιν ὄντα καὶ εἰς τὰ κατ’ ἐνέργειαν, ἀλλὰ καὶ εἰς στέρησιν, εἰς οὐδὲν τούτων δυνατὸν ἀναγαγεῖν τὴν κίνησιν. καὶ ὅτι μὲν οὔτε εἰς δύναμιν οὔτε εἰς ἐνέργειαν, εἴρηται, ὅτι δὲ οὐδὲ εἰς τὴν στέρησιν δυνατόν, δῆλον· οὐ γὰρ δὴ τὸ στερήσεως μετέχον ἤδη κατ’ αὐτὸ τοῦτο καὶ κινήσεως μεθέξει, ἀλλὰ δυνατὸν ἐστερῆσθαι μὲν τοῦ εἴδους μὴ κινεῖσθαι δέ, ἀλλ’ ἠρεμεῖν.
因此,既然运动是缺失(因为每当它被规定并进入形式时,便不再运动),并且上述的一切都是不定的和缺失性的,因为同属一列的其他原理也是如此,所以他们断言运动就是这些东西是合乎情理的。须知,毕达哥拉斯学派的人将存在者的原理分为两个系列,将每个系列各限定为十个原理,其中一个他们称为善物的系列,另一个称为恶物的系列。为了说明起见,不妨将这些系列罗列出来,正如他自己在别处所记载的那样:善与恶、限量与无限、奇数与偶数、一与多、右与左、光与暗、雄与雌、静止者与运动者、直与曲、正方与长方。因此,毕达哥拉斯学派的人就是以这种方式将存在者的原理分为两个系列,将其中之一划归对立面中较优者,而将另一个划归较劣者,并将一切存在者统摄于其下。于是亚里士多德说,由于较劣者的系列是缺失性的,而作为缺失性的又是不定的,正因这一缘故,他们才把运动作为不定的东西统摄于该系列之下。但亚里士多德说另一系列的原理是缺失性的,并非指毕达哥拉斯学派的人将这两个系列划分为形式原理与缺失原理(因为将原理划分为形式与缺失乃是他自己的做法),而是因为亚里士多德习惯于将对立面中较优者称为形式,较劣者称为缺失,正因这一缘故,他才将较劣者的系列称为缺失性的。因此,他已经说明了他们何以认为运动是差异性、不均等性与非存在;他说,这是因为运动似乎是某种不定的东西。但另一系列的原理也是缺失性的,并因此是不定的。因此,他们把运动也统摄在这些不定的原理之下是合乎情理的;因为非存在、不均等性与差异性都属于较劣者的系列,而依照他们的看法,运动的原理正是这样的东西。至于运动是不定的,他在接下来说明了这一点;因为在“运动是不定的,不定是缺失,所以运动是缺失”这一三段论中,我们通过运用对质换位法确立了其中的一个前提,即大前提(因为如果形式是确定的,那么不定就必定是缺失),而他自己则确立了小前提,即运动是不定的。因为在存在者中,有些潜能地存在,有些现实地存在,运动却不能归属于这两者中的任何一方;因为既非单纯潜能地存在者在运动,亦非单纯现实地存在者在运动,而是运动纯粹而言既非两者中的任一者,却又分有着两者,并且正因为无法在任何存在者中明确地安放它,它才是不定的。因此,在指出了他们将运动统摄于缺失性原理之下的原因之后,他接着确立了以其他方式来界定它也是不可能的。他说,因为即使我们承认存在者不仅划分为依潜能而存在者与依现实而存在者,而且还划分为缺失,也不可能将运动统摄于这其中的任何一种。运动既不能归属于潜能亦不能归属于现实,这一点已经说明;而它也不能归属于缺失,这也是显而易见的;因为分有缺失之物绝不会因其分有缺失便立即分有运动,相反,完全有可能一方面缺失形式,另一方面却并不运动,而是处于静止之中。
- 3.30διότι καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ τῆς αὐτῆς συστοιχίας
由 διότι 引导的原因从句中省略了述谓成分(如 ἀόριστοί εἰσι 或 τοιαῦταί εἰσι),根据上下文应补充理解为“因为同属该系列的其他原理也是[不定的与缺失性的]”。
- 3.30οὐχ ὡς τῶν Πυθαγορείων δὲ εἰς εἰδικὰς καὶ στερητικὰς ἀρχὰς διαιρούντων... ἀλλ’ ἐπεὶ
该句由 οὐχ ὡς 搭配属格绝对结构(οὐχ ὡς τῶν Πυθαγορείων... διαιρούντων,“并非基于毕达哥拉斯学派……划分了的看法”)引出被否定的理由,后接 ἀλλ' ἐπεί 从句引出亚里士多德自身用词习惯的真正原因,形成对比结构。
- 3.30τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ
意为“带有否定(反置)的换位”,即逻辑学中的对质换位法(contraposition)。在此指由条件命题“若形式是确定的”通过对质换位推导出“不定的则是缺失”。
