← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§359.12-360.19

对毕达哥拉斯学派运动定义的批判与反驳

斐洛波诺斯注解了亚里士多德如何通过前人(尤其是毕达哥拉斯学派)学说的缺陷以及无法另作界定这一事实来证明自身运动定义的正确性,从同一论与起源论两方面驳斥了将运动等同于差异性、不均等性和非存在的观点,并解释了该学说的动机所在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.30#1

" Ὅτι δὲ καλῶς εἴρηται, δῆλον ἐξ ὧν οἱ ἄλλοι περὶ αὐτῆς λέγουσι, καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι διορίσαι ἄλλως αὐτήν." Τεκμήριον ποιεῖται τοῦ καλῶς ἀποδοῦναι1 τὸν τῆς κινήσεως ὁρισμὸν τὸ πάντας τοὺς περὶ αὐτῆς εἰρηκότας μὴ καλῶς εἰπεῖν, καὶ τὸ μηδὲ ἂν ἄλλως δυνηθῆναι τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι· εἴπομεν δὲ καὶ ἔμπροσθεν ὅτι οὐ μόνον ἠρκέσθη κατασκευάσαι τὸν ὁρισμὸν τῆς κινήσεως, ἀλλὰ δείκνυσιν ὅτι οὐδ’ ἄλλως ἀποδοῦναι τὸν λόγον αὐτῆς δυνατόν. καὶ νῦν οὖν φησιν ὅτι οὐδὲ οἱ ἄλλως περὶ αὐτῆς εἰρηκότες κατορθοῦσιν, οὔτε ἐνδέχεται ἄλλως εἰπεῖν περὶ αὐτῆς. ἔλεγον δὲ οἱ Πυθαγόρειοι τὴν κίνησιν εἶναι ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὄν. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τὴν κίνησιν ἑτερότητα καὶ ἀνισότητα καὶ τὸ μὴ ὂν λέγοντες, ἤτοι ταὐτά φασιν εἶναι τὴν κίνησιν, ἵνα ταὐτὸν λέγοιμεν κίνησιν καὶ ἑτερότητα καὶ ἀνισότητα ἢ τὸ μὴ ὄν, ἢ ὅτι ἐκ τούτων ἡ κίνησις, οἷον ὅτι πᾶν τὸ κινούμενον ἢ ἐκ μὴ ὄντος κινεῖται ἢ ἐξ ἀνισότητος ἢ ἐξ ἑτερότητος. ὅτι μὲν οὖν οὐκ ἔστι ταὐτὸν κίνησιν εἰπεῖν καὶ ἀνισότητα ἢ ἑτερότητα ἢ τὸ μὴ ὄν, δῆλον· ἐν πολλοῖς γὰρ ἑτερότης μὲν ἔστι, κίνησις δὲ οὐκ ἔστιν. ἐν πᾶσι γὰρ σχεδὸν τοῖς οὖσιν ἔστιν ἑτερότης, ἀλλ’ οὖν οὐ πάντα τὰ ὄντα κινεῖται· ἑτερότης γοῦν ἐστι τῇ γῇ πρὸς τὰ ἄλλα στοιχεῖα, καὶ οὐκ ἤδη γε ἡ γῆ διὰ τοῦτο κινεῖται, καὶ Σωκράτει γε ἑτερότης ἐστὶ πρὸς τὸν ἵππον, καὶ οὐ διὰ τοῦτό γε κινεῖται Σωκράτης, ὅτι ἕτερόν ἐστι τοῦ ἵππου. ἀλλὰ καὶ ἀνισότης ἐστὶ τοῖς εʹ πρὸς τὰ ιʹ καὶ τῇ πλευρᾷ πρὸς τὴν διάμετρον, ἀλλ’ ὅμως οὐκ ἀνάγκη ταῦτα κινεῖσθαι τὰ τὴν ἀνισότητα ἔχοντα. καὶ τὰ μόρια δὲ τῶν ζῴων ἕτερα ἀλλήλων, καὶ ὁ ἀριθμὸς τῶν δακτύλων ἄνισός ἐστι πρὸς τὸν ἀριθμὸν τῶν τριχῶν, ἀλλ’ οὖν οὐ τὰ μόρια τῷ ἕτερα εἶναι εὐθὺς καὶ κινεῖται, οὔτε ὁ ἀριθμὸς διὰ τὸ ἄνισος εἶναι κινεῖται. ὁμοίως δὲ οὐδὲ τὸ μὴ ὂν κίνησις. εἰ μὲν γὰρ τὸ τὶ μὴ ὂν τοῦτο φαίη τις εἶναι τὴν κίνησιν, ἐν πᾶσι μὲν τὸ τὶ μὴ ὄν ἐστι κίνησις δὲ οὐκ ἐν πᾶσι, εἰ δὲ τὸ ἁπλῶς μὴ ὂν κίνησις, ἔτι πλέον ψευδὴς ὁ λόγος· ἡ μὲν γὰρ κίνησις τῶν ὄντων, τὸ δὲ ἁπλῶς μὴ ὂν οὐδαμῇ οὐδαμῶς ὄν. ἀλλ’ οὐδὲ ἐκ τούτων, οὐδ’ εἰς ταῦτα τὴν κίνησιν εἶναι δυνατόν. οὐ μόνον γὰρ τὰ κινούμενα ἐξ ἑτερότητος καὶ ἀνισότητος κινεῖται, ἀλλὰ καὶ ἐκ ταὐτότητος· οὐ γὰρ μόνον τὰ ἕτερα ἐκ τοῦ ἕτερα εἶναι κινεῖται καὶ ἐκ τοῦ ἄνισα εἶναι, ἀλλὰ καὶ τὰ αὐτὰ καὶ τὰ ἴσα οὐδέ γε ἧττον ἐκ 〈τῆς〉 ταὐτότητος καὶ τῆς ἰσότητος κινεῖται. ὥστε οὐδὲν ἧττον ἡ ἀνισότης καὶ ἡ ἑτερότης καὶ τὸ μὴ ὂν κίνησις, ἢ τὸ ὂν καὶ ἡ ἰσότης καὶ ἡ ταὐτότης·2 καὶ γὰρ καὶ ἐκ ταύτης καὶ ἐκ τούτων ἡ κίνησις. Ταῦτα εἰπών, ἐφεξῆς λέγει ἐκ ποίας ἐννοίας οἱ Πυθαγόρειοι τὴν κίνησιν ταῦτα εἶναι ἔλεγον. καί φησι, διότι ἀόριστος ἡ κίνησις, τὸ δὲ ἀόριστον στέρησις· εἰ γὰρ τὸ εἶδος ὥρισταί τε καὶ ὅρος ἐστί, δῆλον δήπου ὅτι τὸ ἀόριστον στέρησις.

“而[这一定义]被恰当地表述,从其他人关于它的说法中,以及从不容易以其他方式界定它这一事实中,都是显而易见的。” 他将所有谈论过它的人都未曾恰当表述、以及人们甚至不可能以其他方式给出它的定义这一事实,当作自己恰当给出了运动定义的证据;我们在前面也曾说过,他不仅满足于确立运动的定义,而且证明了以其他方式给出它的说明也是不可能的。因此现在他说,以其他方式谈论运动的人既没有论述成功,以其他方式谈论它也是不可能的。毕达哥拉斯学派的人曾说运动是差异性、不均等性和非存在。因此亚里士多德说,当他们把运动说成是差异性、不均等性和非存在时,要么他们是说运动与这些是同一的——以便让我们把运动与差异性、不均等性或非存在称为同一物——要么是说运动源自这些,例如一切被运动者要么源自非存在而运动,要么源自不均等性,要么源自差异性。因此,说运动与说不均等性、差异性或非存在不是同一回事,这是显而易见的;因为在许多事物中存在差异性,但却没有运动。事实上,几乎在所有存在者中都存在差异性,然而并非所有存在者都在被运动;无论如何,大地相对于其他元素具有差异性,但大地并未因此就立即被运动;苏格拉底相对于马具有差异性,但苏格拉底并不是由于与马不同这一缘故而被运动。不仅如此,五相对于十、正方形的边相对于对角线也存在不均等性,但具有不均等性的这些事物却完全没有必然性被运动。动物的部分彼此不同,手指的数目与头发的数目是不均等的,但各部分并没有因其不同就立即被运动,数目也没有因为是不均等的而被运动。同样,非存在也不是运动。因为如果有人说运动是“某种非存在”,那么在一切事物中都存在某种非存在,但运动却不存在于一切事物中;而如果运动是“单纯的非存在”,这一说法就更加虚妄;因为运动属于存在者,而单纯的非存在在任何方面都绝非存在者。然而运动源自这些,或者朝向这些,也同样是不可能的。因为被运动者不仅源自差异性与不均等性而运动,而且也源自同一性而运动;因为不仅不同之物源自其为不同且源自其为不均等而运动,相同且均等之物也绝非更少地源自同一性与均等性而运动。因此,不均等性、差异性与非存在是运动,丝毫不比存在、均等性与同一性是运动更有根据;因为运动既源自后者,也源自前者。说过这些之后,他接着解释毕达哥拉斯学派是基于何种观念而断言运动是这些东西的。他说,这是因为运动是不定的,而不定是缺失;因为如果形式是确定的并且是规定,那么毫无疑问,不定就是缺失。

语法注2 条
  1. 3.30Τεκμήριον ποιεῖται τοῦ καλῶς ἀποδοῦναι τὸν τῆς κινήσεως ὁρισμὸν τὸ πάντας τοὺς περὶ αὐτῆς εἰρηκότας μὴ καλῶς εἰπεῖν, καὶ τὸ μηδὲ ἂν ἄλλως δυνηθῆναι τὸν ὁρισμὸν αὐτῆς ἀποδοῦναι

    动词 ποιεῖται 支配双宾格结构:置于句首的 Τεκμήριον 作谓词宾格,直接宾语则是由 καί 连接的两个带冠词不定式短语(τὸ ... μὴ καλῶς εἰπεῖν 与 τὸ μηδὲ ἂν ... δυνηθῆναι)。带冠词的属格不定式 τοῦ καλῶς ἀποδοῦναι 作为宾格性属格修饰 τεκμήριον(“对……给出的证据”)。

  2. 3.30ὥστε οὐδὲν ἧττον ἡ ἀνισότης καὶ ἡ ἑτερότης καὶ τὸ μὴ ὂν κίνησις, ἢ τὸ ὂν καὶ ἡ ἰσότης καὶ ἡ ταὐτότης

    由 ὥστε 引出的表示归谬法(reductio ad absurdum)荒谬后果的从句。系动词(ἐστίν 或 ἂν εἴη)在谓词名词 κίνησις 处省略。结构 οὐδὲν ἧττον ... ἤ(“不比……更少”)表明:如果由于运动产生自差异性和不均等性而把它们等同于运动,那么由于运动同样产生自同一性与均等性,后者按相同逻辑也必然同样是运动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:359.12-360.19