← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§34.13-36.2

美里梭论无限与数量及最固有的出发点

约安·斐洛庞诺斯根据《后分析篇》中关于“自身固有”的双重定义,由美里梭称存在者为“无限”论证了美里梭实际上将存在者设定为数量,随后阐释了“最固有的出发点”这一词条,解释了亚里士多德如何交织处理存在者与“一”的多重划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.16#2

εἰ μὲν οὖν ἡ αὐτὴ οὐσία ποσοῦ καὶ οὐσίας, τὰ ἀσύγκλωστα συγκλώσουσιν1 εἰς ταὐτὸν ἄγοντες τῷ συμβεβηκότι τὴν οὐσίαν, εἰ δὲ ἕτερον ἡ οὐσία παρὰ τὸ ποσόν, πάλιν πολλὰ τὰ ὄντα. ταῦτα εἰπών, ἐφεξῆς δείκνυσιν ὅτι οὐ μάτην ὑπέθετο αὐτοὺς ποσόν τι λέγειν τὸ ὄν. ὁ γάρ τοι Μέλισσος, φησί, τὸ ὂν τοῦτο καὶ ἄπειρον εἶναί φησι, τὸ δὲ ἄπειρον τοῦ ποσοῦ ἐστιν ἢ εἶδος ἢ μέρος, ἢ ὅπερ καὶ μᾶλλον πάθος τῶν καθ’ αὑτό. δύναται μὲν γάρ τις ὡς εἶδός τι τοῦ ποσοῦ αὐτὸ εἰπεῖν, λέγων ‘τοῦ ποσοῦ τὸ μέν ἐστιν ἄπειρον, τὸ δὲ πεπερασμένον’, πάθος δ’ ἂν εἴη μᾶλλον τῶν καθ’ αὑτό· οὐ γάρ ἐστιν ἁπλῶς τὸ ἄπειρον ποσόν, ἀλλὰ τῷ ποσῷ ὑπάρχει. τὸ δὲ καθ’ αὑτὸ διττόν, ὡς αὐτὸς ἐν τοῖς Ἀποδεικτικοῖς φησιν, ἢ οὗ ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνεται, ὥσπερ ἐν τῷ ὅρῳ2 τῆς σιμότητος ἡ ῥίς· σιμότης γάρ ἐστι κοιλότης ἐν ῥινί, καί ἐστι πάθος καθ’ αὑτὸ τῆς ῥινὸς ἡ σιμότης. ὁμοίως δὲ καὶ ἐν τῷ ὅρῳ τοῦ ἀρτίου ἢ τοῦ περιττοῦ παραλαμβάνομεν τὸ ὑποκείμενον· λέγομεν γὰρ ὅτι ἄρτιόν ἐστιν ἀριθμὸς δίχα τεμνόμενος. πάλιν τὸ χρεμετιστικὸν καθ’ αὑτὸ τῷ ἵππῳ ὑπάρχει· παραλαμβάνεται γὰρ ἐν τῷ τοῦ ὑποκειμένου ὅρῳ· ἵππος γάρ ἐστι, φαμέν, ζῷον ἄλογον χρεμετιστικόν. καὶ τοῦ κύκλου πάθος τὸ ἴσας εἶναι τὰς ἀπὸ τοῦ κέντρου, εἴπερ ἐν τῷ ὅρῳ τοῦ κύκλου παραλαμβάνεται· σχῆμα γάρ ἐστιν ἐπίπεδον τὸ ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, πρὸς ἣν ἀφ’ ἑνὸς σημείου τῶν ἐντὸς πᾶσαι αἱ προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσί. καὶ τὸ ἄπειρον οὖν καθ’ αὑτὸ τῷ ποσῷ ὑπάρχει, διότι ἐν τῷ ὅρῳ αὐτοῦ τὸ ὑποκείμενον παραλαμβάνεται, λέγω δὴ τὸ ποσόν· φαμὲν γὰρ ἄπειρον εἶναι ποσὸν ἀδιεξίτητον. εἰ τοίνυν τὸ ὂν ἄπειρον εἶναι ἔλεγεν ὁ Μέλισσος, τὸ δὲ ἄπειρον τοῦ ποσοῦ ἐστι καθ’ αὑτό, τὸ ὂν ἄρα ποσόν τι ἔλεγε. κἂν γὰρ λέγηται ἄλλο τι εἶναι ἄπειρον, κατὰ συμβεβηκὸς λέγεται εἶναι τῷ μετέχειν τοῦ ποσοῦ· ὥσπερ κἂν τὸ λευκὸν ἢ τὸ μέλαν λέγηται πολύ, οὐ καθ’ αὑτὸ λέγεται, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ πολλὴν εἶναι τὴν ἐπιφάνειαν ἐν ᾗ ἐστι τὸ χρῶμα, ὡς αὐτὸς ἐν Κατηγορίαις εἶπεν. οὕτως οὖν κἂν οὐσία λέγηται ἄπειρος, οὐ καθ’ αὑτήν ἐστιν ἄπειρος· οὐδενὶ γὰρ τῶν τοῦ καθ’ αὑτὸ ὅρων ὑποπίπτει. οὔτε γὰρ ἐν τῷ ὁρισμῷ τοῦ ἀπείρου ἡ οὐσία παραλαμβάνεται, οὔτε ἐν τῷ αὐτῆς ὁρισμῷ τὸ ἄπειρον παραλαμβάνει. ὥστε οὐ καθ’ αὑτὸ ἄπειρος ἡ οὐσία, ἀλλὰ κατὰ συμβεβηκὸς τῷ μετέχειν ποσοῦ, ᾧ καθ’ αὑτὸ τὸ ἄπειρον ὑπάρχει. εἰ τοίνυν ἔλεγεν ὁ Μέλισσος τὸ ὂν ἄπειρον εἶναι, ἄπειρον δὲ καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός (οὕτω γὰρ οὐχ ἓν ἔτι τὸ ὄν, εἰ συμβέβηκέ τινι), δῆλον ὅτι ποσὸν αὐτὸ ὑπετίθετο εἶναι. ὥστε οὐ μάτην ὑπεθέμεθα ποσὸν αὐτοὺς λέγειν τὸ ὄν. Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν, ἐπεὶ πολλαχῶς λέγεται τὸ ὄν, πῶς λέγουσιν οἱ λέγοντες ἓν εἶναι τὰ πάντα.3 ἐπειδὴ τὸ ὄν, φησί, πολλαχῶς λέγεται, οἰκειοτάτη ἂν εἴη ἀρχὴ ἐκθέσθαι τε τὰ σημαινόμενα τοῦ ὄντος καὶ ἔρεσθαι αὐτούς· ποῖον τῶν σημαινομένων τοῦ ὄντος φατέ; πάλιν δέ, ἐπεὶ τὸ ἓν πολλαχῶς λέγεται, πῶς φασι τὸ ὂν τοῦτο ἓν εἶναι. τῷ γὰρ ὄντι οἰκειοτάτη ἀρχὴ ἐπὶ παντὸς οὑτινοσοῦν προβλήματος τὰς κυρίας εὑρίσκειν τῶν λεγομένων σημασίας, καὶ διαστέλλειν τὸ προκείμενον ἀπὸ τῶν ὁμωνύμως αὐτῷ λεγομένων· αἰτία γὰρ πλείστης πλάνης τοῖς ἀνθρώποις ἡ ὁμωνυμία γίνεται. συνέπλεξε δὲ ὁ Ἀριστοτέλης ἀμφοτέρας τὰς διαιρέσεις τήν τε τοῦ ἑνὸς καὶ τὴν τοῦ ὄντος· διαιρῶν γὰρ εἰς τὴν οὐσίαν καὶ τὰ συμβεβηκότα τὸ ὄν, εὐθὺς διαιρεῖ καὶ εἰς τὰ γένη καὶ τὰ εἴδη καὶ τὰ ἄτομα. τὸ δὲ ἐφεξῆς, τὸ “ἔτι ἐπεὶ καὶ αὐτὸ τὸ ἓν πολλαχῶς λέγεται”, οὐκ ἔστιν ἁπλῶς τοῦ ἑνὸς καθόλου διαίρεσις, ἀλλὰ τοῦ μάλιστα κυρίως ἑνός, τουτέστι τοῦ ἀτόμου· καὶ τοῦτο γὰρ διαιρεῖ εἰς τὸ συνεχὲς καὶ τὸ ἀδιαίρετον καὶ τὸ τῷ λόγῳ ἕν.

因此,如果数量与实体的本质是相同的,他们便会把不可纺在一起的事物纺在一起,将实体归结为与偶性相同的东西;但如果实体不同于数量,存在者便再次成为多。说过这些之后,他接着表明,他假定他们声称存在者是某种数量,并不是徒然的。因为他说,美里梭确实声称这个存在者也是无限的,而无限要么是数量的种,要么是其部分,或者更应当说是其自身固有的属性之一。因为固然有人可以把无限说成是数量的某种种,说“在数量中,一种是无限的,另一种是有限的”,但它更应当是自身固有的属性之一;因为无限并不是单全的数量,而是从属于数量。正如他自己在《后分析篇》中所说,“自身固有”是双重的:要么其定义中包含了载体,就像在塌鼻的定义中包含了鼻子一样,因为塌鼻是鼻子上的凹陷,塌鼻是鼻子自身固有的属性;同样,在偶数或奇数的定义中我们也包含载体,因为我们说偶数是被二等分的数。反之,能嘶叫自身固有地从属于马,因为它被包含在载体的定义中,因为我们说马是能嘶叫的无理性动物。对于圆而言,从中心出发的诸线相等是其属性,既然它被包含在圆的定义中;因为圆是由一条线所包围的平面图形,从其内部的一个点向该线所引的一切线彼此相等。因此,无限也自身固有地从属于数量,因为在它的定义中包含了载体,也就是数量;因为我们说无限是不可遍历的数量。因此,如果美里梭曾说存在者是无限的,而无限是自身固有地属于数量的,那么他实际上曾说存在者是某种数量。因为即便任何其他事物被说成是无限的,也只是由于分有数量而被偶性地如此说的;正如即便白或黑被说成是“多的”,也不是自身固有地说的,而是偶性地说的,即由于颜色所在的表面是大的,正如他自己在《范畴篇》中所说。因此,这样看来,即便实体被说成是无限的,它也不是自身固有地是无限的;因为它不落入任何一种“自身固有”的定义之下。因为既不是在无限的定义中包含了实体,也不是在它自身的定义中包含着无限。所以实体不是自身固有地是无限的,而是由于分有数量而偶性地是无限的,而无限正是自身固有地从属于这一数量。因此,如果美里梭曾说存在者是无限的,并且是自身固有地而不是偶性地是无限的(因为如果是偶性地从属于某物,存在者就不再是一了),显然他曾假定存在者是数量。所以我们假定他们声称存在者是数量,并不是徒然的。“而由于存在者有多重含义,那些声称万物为一的人究竟是在何种意义上说的,这是所有出发点中最固有的一项。”他说,既然存在者有多重含义,那么摆出存在者的诸含义并询问他们“你们主张的是存在者的哪一种含义?”,将是最固有的出发点。再者,由于“一”也有多重含义,他们又是说这个存在者如何为一的呢?因为事实上,在任何问题上,找出所说之物的本义,并将所论主题与同名异义地被称为该名的事物区分开来,正是最固有的出发点;因为同名异义乃是人类产生最大谬误的原因。亚里士多德将两种划分交织在一起,即“一”的划分和“存在者”的划分;因为在将存在者划分为实体与诸偶性时,他也立刻将其划分为属、种和个体。而接下来的文句“再者,由于‘一’本身也有多重含义”,并非单全地是关于“一”的普遍划分,而是关于最严格意义上的“一”,即个体的划分;因为他也将这一者划分为连续者、不可分者以及在定义上为一者。

语法注3 条
  1. 1.16τὰ ἀσύγκλωστα συγκλώσουσιν

    字面义为“把不可纺在一起的事物纺在一起”。借用纺织的比喻构成的成语表达,指将实体与偶性这两个根本相异而不可归一的范畴强行同一化的荒谬。

  2. 1.16τὸ δὲ καθ’ αὑτὸ διττόν ... ἢ οὗ ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνεται ... πάλιν τὸ χρεμετιστικὸν καθ’ αὑτὸ τῷ ἵππῳ ὑπάρχει· παραλαμβάνεται γὰρ ἐν τῷ τοῦ ὑποκειμένου ὅρῳ

    基于《后分析篇》对“自身固有”(καθ' αὑτό)的双重区分。第一种模式(由 ἤ... 引出)是载体包含在属性的定义中(如鼻子包含在塌鼻的定义中);第二种模式(由 πάλιν... 引出)是属性包含在载体的定义中(如能嘶叫包含在马的定义中),二者构成互补的结构。

  3. 1.16Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν, ἐπεὶ πολλαχῶς λέγεται τὸ ὄν, πῶς λέγουσιν οἱ λέγοντες ἓν εἶναι τὰ πάντα.

    引用亚里士多德原文(185a20–22)。在句法上,“那些声称万物为一的人究竟是在何种意义上说的”(πῶς λέγουσιν...)间接疑问从句充当主语,而“所有出发点中最固有的一项”(ἀρχὴ οἰκειοτάτη πασῶν)作为表语前置,省略了系动词 ἐστί。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:34.13-36.2