← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§357.17-359.11

基质与潜能的区别及运动定义的论证

本节注解亚里士多德《物理学》201b1–201b7,通过相反潜能与其共同基质的区分,并借助颜色与可见者的例子,重申了运动的定义(即潜在者在其作为潜在者的限度内的完全现实态),进而论证运动既不存在于活动之前的状态,也不存在于建造完成之后的静止状态,而仅仅存在于潜能正在施展活动且该可变潜能尚存留的过程之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.25

" Καὶ γὰρ ἂν τὸ κάμνειν καὶ τὸ ὑγιαίνειν ταὐτὸν ἦν." Εἰ αἱ δυνάμεις, φησί, τῶν ἐναντίων αἱ αὐταί εἰσι, καὶ αἱ ἐνέργειαι δήπου τῶν δυνάμεων αἱ αὐταὶ ἂν εἶεν· νῦν δ’ οὐ μόνον ταὐτὸν οὐκ ἔστι τὸ νοσεῖν τῷ ὑγιαίνειν, ἀλλὰ καὶ ἐναντίον.

“因为生病与健康就应当是同一的了。” 他说,如果相反者的诸潜能是同一的,那么毫无疑问,这些潜能的诸现实活动也应当是同一的;然而事实上,生病不仅与健康不是同一的,而且恰恰是相反的。

§3.26

"Τὸ δὲ ὑποκείμενον καὶ τὸ ὑγιαῖνον καὶ τὸ νοσοῦν, εἴτε ὑγρότης εἴτε αἷμα, ταὐτὸν καὶ ἕν." Τὸ ὑποκείμενον, φησίν, ὅπερ ἀνὰ μέρος ὑγιαῖνόν τε καὶ νοσοῦν ἐστιν, ἕν ἐστι καὶ ταὐτόν· ὥστε εἰ αἱ μὲν δυνάμεις, τοῦ νοσεῖν φημι καὶ τοῦ ὑγιαίνειν, οὐχ ἓν ἀλλὰ καὶ ἐναντίον, τὸ δὲ ταύταις ὑποκείμενον ἓν καὶ ταὐτόν, οὐκ ἄρα αἱ δυνάμεις τῷ ὑποκειμένῳ ταὐτόν.

“但底层基质,即处于健康状态者与处于患病状态者,无论是体液还是血液,都是同一且唯一的。” 他说,轮流既处于健康状态又处于患病状态的底层基质,是唯一且同一的;因此,如果这些潜能——我指的是生病的潜能与健康的潜能——不是唯一的甚至还是相反的,而作为它们底层基质的事物却是唯一且同一的,那么这些潜能与底层基质就不是同一的。

§3.27

"Ἐπεὶ δὲ οὐ ταὐτόν, ὥσπερ οὐδὲ χρῶμα ταὐτὸν καὶ ὁρατόν." Ἑτέρῳ παραδείγματι κέχρηται. τὸ γὰρ χρῶμα οὐ κατὰ ταὐτὸν χρῶμά τέ ἐστι καὶ ὁρατόν· τῷ μὲν γὰρ ὑποκειμένῳ τὰ αὐτά, ὁ δὲ λόγος ἑκατέρου ἕτερος. τὸ μὲν γὰρ χρῶμά ἐστι τὸ κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, τὸ δὲ ὁρατὸν συμβέβηκεν αὐτῷ· τὸ γὰρ χρῶμα οὐ τῶν πρός τι1 (ποιότης γάρ), τὸ δὲ ὁρατὸν τῶν πρός τι (τὸ γὰρ ὁρατὸν ὁρῶντί ἐστιν ὁρατόν), καὶ χρῶμα μέν ἐστι, κἂν μὴ ὁρᾶται, ὁρατὸν δὲ οὔ, ἂν μὴ ὁρᾶται. εἰ τοίνυν δέδεικται ὅτι ἕτεραι αἱ δυνάμεις, καλῶς τὸν ὁρισμὸν ἀποδεδώκαμεν τῆς κινήσεως, ὅτι ‘ἡ ἐντελέχεια τοῦ δυνάμει ὄντος ᾗ δυνάμει ἐστίν, οὐχ ᾗ ἐνεργείᾳ’.

“然而由于二者不是同一的,正如颜色与可见者也不是同一的一样。” 他使用了另一个例子。因为颜色并不是在同一方面既是颜色又是可见的;就底层基质而言它们是同一的,但各自的定义却是不同的。因为颜色是能促动现实透明体者,而可见则是附随于它的;因为颜色不属于关系范畴(因为它是性质),而可见者属于关系范畴(因为可见者是对观看者而言可见的),而且即便是没有被看到,它也是颜色,但如果不被看到,它就不是可见者。因此,如果已经证明了诸潜能是不同的,我们对运动给出的定义就是恰当的,即运动是“潜在存在者在其作为潜在者的限度内的完全现实态,而非在其作为现实态者的限度内”。

§3.28

"Ὅτι μὲν οὖν ἐστὶ τοῦτο." Τουτέστιν ὅτι ἡ κίνησις τοῦτό ἐστιν ὅπερ ἡμεῖς εἰρήκαμεν, ἐντελέχεια τοῦ δυνάμει ᾗ τοιοῦτόν ἐστι. καὶ ὅτι συμβαίνει τότε κινεῖσθαι, ὅταν ἡ ἐντελέχεια ᾖ αὕτη, τουτέστιν ὅτι τότε μόνον ἡ κίνησις γίνεται, ὅταν τὸ δυνάμει, καθὸ δυνάμει ἐστίν, ἀπολάβοι τὴν ἑαυτοῦ ἐνέργειαν, καὶ οὔτε πρὶν ἀπολαβεῖν ὅταν μόνως ἐστὶ δυνάμει, οὔτε μετὰ τὸ ἀπολαβεῖν ὅταν μόνως ἐστὶν ἡ ἐνέργεια.

“因此,[运动]就是这……” 这就是说,运动就是我们所说的这,即潜在者在其作为如此者的限度内的完全现实态,而且被运动恰好发生在完全现实态是这的时候,意思是:只有当潜在者在其作为潜在者的方面获得自身的现实活动时,运动才发生,既不在获得它之前——当它单纯处于潜能中时,也不在获得它之后——当唯独存在着现实活动时。

§3.29

"Ἐνδέχεται γὰρ ἕκαστον ὁτὲ μὲν ἐνεργεῖν ὁτὲ δὲ μή." Ἐπειδὴ εἶπεν ὅτι μόνως ἡ τοιαύτη ἐντελέχειά ἐστι κίνησις, λέγω δὴ ἡ τοῦ δυνάμει ᾗ τοιοῦτόν ἐστι, καὶ οὔτε πρὸ ταύτης οὔτε μετὰ ταύτην, τοῦτο θέλει κατασκευάσαι, ὅτι οὔτε τὴν πρὸ ταύτης διάθεσιν ἐνδέχεται κίνησιν εἶναι, οὔτε τὴν μετὰ ταύτην. τὸ γὰρ δυνάμει, φησίν, ἐνδέχεται ποτὲ μὲν ἐνεργεῖν ποτὲ δὲ μή· λίθοι γὰρ καὶ ξύλα οἰκοδομητὰ ὄντα ποτὲ μὲν οὐκ ἔχει τὴν ἐνέργειαν ταύτην, ὡς ὅταν κεῖνται καθ’ αὑτὰ μηδὲν τοῦ οἰκοδόμου εἰς αὐτὰ δρῶντος, ποτὲ δὲ ἔχει, ἡνίκα καὶ ἡ οἰκοδόμησις λέγεται εἶναι. ὅτι μὲν οὖν πρὶν σχῇ τὴν ἐνέργειαν οὐ κινεῖται, πρόδηλον· ἡ γὰρ κίνησις ἐνέργειά τίς ἐστι· λείπεται οὖν τὴν κίνησιν ἢ ὅτε οἰκοδομεῖται εἶναι, ἢ μετὰ τὸ οἰκοδομηθῆναι· ἀλλὰ μετὰ τὸ οἰκοδομηθῆναι ἠρεμεῖ, κινεῖται δὲ τὸ οἰκοδομούμενον ἐν ᾧ καὶ τὸ οἰκοδομητὸν ἔτι ἐστίν· ὥστε ἐν τούτῳ τῷ χρόνῳ ἡ κίνησις μόνον ἐν ᾧ οἰκοδόμησις, ἔτι τοῦ οἰκοδομητοῦ φυλαττομένου·2 ἐλέγομεν γὰρ τὴν κίνησιν ἐντελέχειαν τοῦ δυνάμει, ᾗ τοιοῦτόν ἐστιν. ὅπερ δέ, φησίν, ἐπὶ τοῦ οἰκοδομητοῦ εἴπομεν, τοῦτο καὶ ἐπὶ τῶν ἄλλων κινήσεων ἐροῦμεν, οἷον ἐπὶ λευκάνσεως καὶ θερμάνσεως καὶ τῶν λοιπῶν.

“因为每一事物都可能有时施展活动,有时则不。” 由于他说过唯有这样的完全现实态才是运动——我指的是潜在者在其作为如此者的限度内的[完全现实态]——既不在其前也不在其后,他想要确证这一点:既不可能发生在这之前的状态是运动,也不可能发生在这之后的状态是运动。他说,因为潜在者可能有时施展活动,有时则不;因为石块与木料作为可建造之物,有时并不具有这种现实活动,例如当它们单独搁置着而建筑师没有对其进行任何操作时;但有时则具有它,也就是当建造工程被说成正在进行时。因此,在具有现实活动之前它没有被运动,这是显而易见的;因为运动是某种现实活动。从而剩下的可能性是,运动要么是在它正在被建造之时,要么是在被建造完成之后;但建造完成之后它是静止的,而被建造之物是在可建造之物依然存在的期间被运动的;所以在这一建造正在进行且可建造之物依然保留的时间内,才唯独存在运动;因为我们曾说过运动是潜在者在其作为如此者的限度内的完全现实态。他说,正如我们在可建造之物上所说的一样,我们在其他运动上也将同样述说,例如变白、变热以及其余诸种运动。

语法注2 条
  1. 3.27τὸ δὲ ὁρατὸν συμβέβηκεν αὐτῷ· τὸ γὰρ χρῶμα οὐ τῶν πρός τι (ποιότης γάρ), τὸ δὲ ὁρατὸν τῶν πρός τι

    συμβέβηκεν 以 τὸ ὁρατόν 为主语,以与格 αὐτῷ(颜色)为补足成分,意为“可见乃是附随于颜色的”。随后的 οὐ τῶν πρός τι 为属格的表语用法,表示“不属于关系范畴”。

  2. 3.29ἐν ᾧ καὶ τὸ οἰκοδομητὸν ἔτι ἐστίν· ὥστε ἐν τούτῳ τῷ χρόνῳ ἡ κίνησις μόνον ἐν ᾧ οἰκοδόμησις, ἔτι τοῦ οἰκοδομητοῦ φυλαττομένου

    关系词短语 ἐν ᾧ 引导时间从句(“在……期间/时间内”),由后文的 ἐν τούτῳ τῷ χρόνῳ 明确呼应。句末的 ἔτι τοῦ οἰκοδομητοῦ φυλαττομένου 是独立属格结构,表示运动持续的伴随条件(“可建造之物依然得以保持着”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:357.17-359.11