- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:356.1-357.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》201a27–32,斐洛庞奴斯考察了运动定义的不同文本异文,理清倒装句式,并阐明了“在其作为可运动者的限度内”这一定语的必要性以及基质上的同一与定义上的同一之间的区别。
" Ἡ δὲ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ 〈ἢ〉 αὐτὸ ἢ ἄλλο, ᾗ κινητόν, κίνησίς ἐστι.1" Τὸν ὁρισμὸν τῆς κινήσεως ἀναλαμβάνει. διττὴ δὲ φέρεται ἡ γραφή, μία μὲν αὕτη ἡ δὲ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ, οὐχ ᾗ αὐτὸ ἀλλ’ ᾗ ἄλλο, κίνησίς ἐστι, τουτέστιν ἡ δὲ ἐνέργεια τοῦ δυνάμει ὄντος, ὅταν τοῦτο τὸ δυνάμει ἐντελεχείᾳ ἄλλο τι ὑπάρχον ἐνεργῇ, οὐχ ᾗ ἐστιν ἐντελεχείᾳ ἀλλ’ ᾗ δυνάμει, τοῦτό ἐστιν ἡ κίνησις. γράφει δὲ καὶ ἑτέραν γραφὴν ὁ Ἀλέξανδρος φερομένην ἐν τοῖς παλαιοτέροις τῶν ἀντιγράφων· ἡ δὲ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ αὐτὸ ἢ ἄλλο, ᾗ κινητόν, κίνησίς ἐστι. ὑπερβατῶς δὲ ἀναγνωστέον ‘ἡ δὲ τοῦ δυνάμει ὄντος ἐνέργεια, ὅταν ἄλλο τι ὂν ἐντελεχείᾳ ἐνεργῇ, ᾗ κινητὸν ἐστι, τοῦτό ἐστι κίνησις’. τὸ δὲ ἢ αὐτὸ ἢ ἄλλο, ἐπειδὴ τῶν κινούντων τὰ μὲν ἐν ἑαυτοῖς ἔχει τὴν ἀρχὴν τῆς κινήσεως ὡς τὰ φυσικὰ (οἷον τὰ αὐξόμενα ἢ ἀλλοιούμενα), τὰ δὲ ἔξωθεν ὡς τὰ τεχνητά, διὰ τοῦτο προσέθηκε τὸ ἢ αὐτὸ ἢ ἄλλο, ὡς ἂν εἰ ἔλεγεν ‘ἐνεργείᾳ δὲ λέγω τὴν δύναμιν, εἴτε αὐτὸ ἐνεργεῖ, τουτέστιν εἴτε ἐν ἑαυτῷ ἔχει τὴν κινητικὴν δύναμιν, εἴτε ἀλλαχόθεν, τουτέστιν ἔξωθεν’.
“而潜在存在者的[现实活动],当它现实存在着而自身或他物施展活动时,在其作为可运动者的限度内,便是运动。” 他重新检视运动的定义。流传下来的异文有两种:一种是这一种,“而潜在存在者的[现实活动],当它现实存在着施展活动时,不是在其作为自身而是在其作为他物的限度内,便是运动”,这就是说,潜在存在者的活动,当这个潜在之物作为现实存在的某种他物而施展活动时,不是在其作为现实存在者的限度内,而是在其作为潜在者的限度内,这便是运动。而亚历山大还记述了流传于较古老抄本中的另一种异文:“而潜在存在者的[现实活动],当它现实存在着而自身或他物施展活动时,在其作为可运动者的限度内,便是运动”。这必须通过倒装来读:“潜在存在者的活动,当它作为某种他物现实存在着而施展活动时,在其作为可运动者的限度内,这便是运动”。至于“自身或他物”,由于在使之运动者中,有的事物自身内就具有运动的原理,如自然事物(例如生长者或变质者),有的事物则是从外部具有,如人造物,因此他补充了“自身或他物”,仿佛他在说“而我所说的是现实活动中的潜能,无论它是由自身施展活动,即在自身内具有运动的能力,还是从别处,即从外部[获得能力]”。
"Λέγω δὲ τὸ ᾗ ὡδί." Ἐξηγεῖται τὸν ὁρισμόν, διὰ τί προσέθηκε τὸ “ᾗ κινητόν”, τουτέστι καθὸ κινητόν· ἔστι γάρ, φησίν, ὁ χαλκὸς δυνάμει ἀνδριάς, ἀλλὰ καὶ χαλκὸς ἐνεργείᾳ. λέγω οὖν κίνησιν εἶναι οὐ τὴν τοῦ χαλκοῦ ᾗ χαλκὸς ἐνέργειαν, ἀλλὰ τὴν τῆς δυνάμεως καθ’ ἣν δυνάμει ἐστὶν ἀνδριὰς ἐνέργειαν, ταύτην κίνησιν λέγω. εἶτα ἵνα μή τις ὑπολάβῃ ὅτι ‘τί διαφέρει χαλκῷ εἶναι ἢ δυνάμει ἀνδριάντι; ἓν γὰρ καὶ ταὐτὸν τὸ χαλκῷ εἶναι καὶ τὸ δυνάμει ἀνδριάντι’,2 εἰκότως ἐφεξῆς αὐτὸ τοῦτο δείκνυσιν, ὅτι ἄλλο ἐστὶν ἑκάστῳ τὸ τόδε τι εἶναι καὶ ἄλλο τὸ δυνάμει κινητόν.
“我所谓‘在……限度内’意思如下。” 他解释了这一定义,说明为何要加上“在其作为可运动者的限度内”,也就是在它是可运动者的方面。他说,因为青铜在潜能上是一座雕像,但现实中也是青铜。因此我说,运动不是青铜在其作为青铜的限度内的活动,而是它据以在潜能上是雕像的那种潜能的活动,我称这为运动。然后,为了不让人揣度“作为青铜存在与在潜能上作为雕像存在有什么区别呢?因为青铜之存在与在潜能上作为雕像之存在是一回事”,顺理成章地,他在接下来正指明了这一点:对每一事物而言,作为某个特定之物存在是一回事,而在潜能上作为可运动者存在则是另一回事。
"Ἐπεὶ εἰ ταὐτὸν ἁπλῶς ἦν3 καὶ κατὰ τὸν λόγον, ἡ τοῦ χαλκοῦ, ᾗ χαλκός, ἐντελέχεια κίνησις ἂν ἦν." Ὃ δέ φησι τοῦτό ἐστιν· εἰ ἦν ταὐτὸν τὸ χαλκῷ εἶναι καὶ δυνάμει κινητῷ, ἐπειδὴ τὸ χαλκὸς εἶναι ἐντελεχείᾳ ἔχει, καὶ τὸ εἶναι κινητὸν ἐντελεχείᾳ ἂν εἶχε, τὸ δὲ ἐντελεχείᾳ κινητὸν κινεῖται, ὁ χαλκὸς ἄρα, ᾗ χαλκός, κινοῖτο ἄν. ὥστε ταὐτὸν ἦν εἰπεῖν ἐντελεχείᾳ χαλκὸν καὶ κίνησιν, ὅπερ ἐστὶ προφανῶς ψεῦδος· ὁ γὰρ τρίπους ὁ ἑστηκὼς ἐνεργείᾳ μέν ἐστι χαλκός, κίνησις δὲ οὐκ ἔστιν ἐνεργείᾳ, ἀλλ’ οὐδὲ ὅλως κινεῖται, ἀλλ’ ἕστηκε καὶ ἠρεμεῖ. τὸ δὲ ἁπλῶς καὶ κατὰ τὸν λόγον, τουτέστιν εἰ ταὐτὸν καθόλου εἴη οὕτως, ὥστε μὴ μόνον κατὰ τὸ ὑποκείμενον εἶναι ταὐτὸν ἀλλὰ καὶ κατὰ τὸν λόγον. τῷ μὲν γὰρ ὑποκειμένῳ ταὐτὸν ὁ χαλκὸς καὶ τὸ δυνάμει κινητόν, τῷ δὲ λόγῳ οὐκ ἔστι ταὐτόν· ἄλλος γὰρ ὁ ἑκατέρου ὁρισμός. δείκνυσι δὲ ἐφεξῆς ἐπὶ τῶν ἐναντίων δυνάμεων, τοῦ νοσεῖν φημι καὶ ὑγιαίνειν, ἢ θερμαίνεσθαι καὶ ψύχεσθαι, ὅτι ἀδύνατον ταὐτὸν εἶναι τῷ ὑποκειμένῳ τὴν δύναμιν, ἐπεὶ καὶ τὰ ἐναντία τὰ αὐτὰ ἂν εἶεν ἀλλήλοις· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ταὐτά.
“因为如果二者在单纯意义上且在定义上是同一的,那么青铜在其作为青铜的限度内的完全现实态就应当是运动了。” 他的意思如下:如果青铜之存在与潜在的可运动者之存在是同一的,既然它在完全现实态中具有作为青铜的存在,它在完全现实态中也将具有作为可运动者的存在,而在完全现实态中可运动者即是被运动的,于是青铜在其作为青铜的限度内就会被运动了。从而,说完全现实态中的青铜与说运动便成了同一回事,而这显然是荒谬的;因为站立的三脚鼎在现实活动上是青铜,但现实活动上绝不是运动,甚至根本没有被运动,而是伫立且静止着。而“在单纯意义上且在定义上”,意思是:假若二者完全是同一的,以至于不仅就底层基质而言是同一的,而且就定义而言也是同一的。因为青铜与潜在的可运动者在基质上是同一的,但在定义上并不是同一的;因为二者各自的定义是不同的。接着他针对相反的潜能指明——我指的是生病与健康,或者变热与变冷——潜能与基质是同一的乃是不可能的,否则相反之物彼此之间也将是同一的;因为凡与同一事物相同的,彼此之间也是相同的。
- 3.22Ἡ δὲ τοῦ δυνάμει ὄντος, ὅταν ἐντελεχείᾳ ὂν ἐνεργῇ αὐτὸ ἢ ἄλλο, ᾗ κινητόν, κίνησίς ἐστι
正如斐洛庞奴斯所指出的(ὑπερβατῶς δὲ ἀναγνωστέον),主句主语开头的阴性定冠词 ἡ 缺少明确的名词中心词(如 ἐνέργεια 或 ἐντελέχεια),其后插入了时间状语从句 ὅταν ... ἐνεργῇ,最后才出现表语 κίνησίς ἐστι。整个句子的核心骨架应理顺为:ἡ δὲ τοῦ δυνάμει ὄντος [ἐνέργεια] ... κίνησίς ἐστι(“而潜在存在者的[活动]……便是运动”)。
- 3.23τὸ χαλκῷ εἶναι καὶ τὸ δυνάμει ἀνδριάντι
这是亚里士多德特有的句式,由中性单数定冠词 τὸ 结合与格名词及不定式 εἶναι 构成,表示本质(“作为青铜而存在”)。在平行的第二短语 τὸ δυνάμει ἀνδριάντι 中,εἶναι 被省略,需根据前面的 χαλκῷ εἶναι 予以补充理解。
- 3.24Ἐπεὶ εἰ ταὐτὸν ἁπλῶς ἦν καὶ κατὰ τὸν λόγον, ἡ τοῦ χαλκοῦ, ᾗ χαλκός, ἐντελέχεια κίνησις ἂν ἦν
此句由表理由与前提的连词 ἐπεί 引导一个反事实条件句(条件从句为 εἰ 搭配未完成过去时 ἦν,结论从句为 ἂν ἦν)。通过直陈式过去时态表达与事实相反的假设,即“因为如果……,那么……就会是……(但实际并非如此)”,从而构成归谬论证。
