← 约翰·菲洛波诺斯

亚里士多德《物理学》注释

§354.24-355.28

依自然推动者的可动性与不动的推动者

斐洛庞奴斯基于能动与受动的双重性考察了“依自然运动者也是可被运动的”这一命题,阐明副词“依自然”修饰的是“使之运动者”而非“被运动者”,并结合具体实例指出并非凡推动者皆被推动,预示了《物理学》第八卷的证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.19

" Ἅπαν γὰρ ἔσται ποιητικὸν καὶ παθητικόν." Ἅπαν, φησίν, ὅπερ ἔχει καὶ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, ποιητικὸν ἔσται καὶ παθητικόν, ποιητικὸν μὲν κατὰ τὸ ἐνεργείᾳ (ποιοῦσι γὰρ τὰ εἴδη), παθητικὸν δὲ κατὰ τὸ δυνάμει· ἡ γὰρ ὕλη παθητικόν, τὸ δὲ δυνάμει ἡ ὕλη.

“因为凡物都将是能动的与受动的。” 他说,凡兼具潜能与现实活动者,都将是能动的与受动的:就现实活动而言是能动的(因为形式在施加作用),而就潜能而言是受动的(因为质料是受动的,而潜能中的事物正是质料)。

§3.20

"Ὥστε καὶ τὸ κινοῦν φυσικῶς κινητόν." Τὸ φυσικῶς οὐ πρὸς τὸ κινούμενον ἀκουστέον,1 ὅτι τὸ κινούμενον ὑπὸ τοῦ κινοῦντος φυσικῶς ὑπ’ αὐτοῦ κινεῖται καὶ οὐ βίᾳ· οὐ γὰρ ἀνάγκη πᾶν τὸ οὕτως κινοῦν καὶ αὐτὸ κινεῖσθαι. καὶ ἡ ψυχὴ γάρ, ἡ λογικὴ λέγω, κινεῖ τὰ σώματα οὐ βίᾳ ἀλλὰ φυσικῶς, ἀλλ’ ὅμως αὐτὴ οὐ κινεῖται. ὁμοίως καὶ ἐπὶ τῆς τὰ οὐράνια κινούσης δυνάμεως, καθάπερ καὶ αὐτὸς ἐν τοῖς ἔμπροσθεν εἶπεν ὅτι “δύο αἱ ἀρχαὶ 〈αἱ κινοῦσαι〉 φυσικῶς, ὧν ἡ ἑτέρα οὐ φυσική”. ἀλλὰ τὸ φυσικῶς πρὸς τὸ κινοῦν ἀκουστέον, ὅτι τὸ οὕτως κινοῦν, ὥσπερ τὰ φυσικὰ πράγματα κινεῖν πέφυκε, πάντως καὶ αὐτὸ κινητὸν ἔσται· οὐδὲν γὰρ τῶν φυσικῶς κινούντων ἀκίνητον. καὶ αὐτὴ γὰρ ἡ φύσις κινοῦσα τὰ σώματα καὶ αὐτὴ συγκινεῖται ἀλλοιουμένη καὶ ἀμυδροτέρα γινομένη, καὶ ἡ αὐξητικὴ δύναμις καὶ ἡ ἀλλοιωτικὴ καὶ ἡ γεννητικὴ καὶ πᾶσαι αἱ ἄλλαι ἐξασθενοῦσιν. εἰ μὲν οὖν περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ φησι μόνων ὅτι τὸ κινοῦν φυσικῶς κινητόν ἐστι, τὸ κινητὸν ἀντὶ τοῦ ἀντικίνητον ἀκουσόμεθα,2 ὅτι πᾶν τὸ κινοῦν καὶ ἀντικινεῖται· εἰ δὲ ἐπὶ πάντων ἁπλῶς τῶν φυσικῶν καὶ ἐπὶ τῶν οὐρανίων, τὸ κινητὸν μόνως τὸ κινούμενον ἀκουσόμεθα. καὶ γὰρ τὰ οὐράνια οὐκ ἀκίνητα ὄντα κινεῖ, ἀλλὰ κινούμενα καὶ αὐτά, οὐ μέντοι ἀντικινούμενα· κινούμενα γὰρ τὰ οὐράνια κινεῖ τὰ τῇδε, ὑπὸ μέντοι τούτων οὐκ ἀντιπάσχει.

“因此,自然地运动者也是可被运动的。” “自然地”这一词不应当联系被运动者来理解,即不应理解为被运动者由使之运动者依自然而非强制地被运动;因为并非凡以这种方式运动者自身也必然被运动。因为灵魂——我指的是理性灵魂——运动物体也是依自然而非强制,然而它自身却不被运动。在运动天体的能力上同样如此,正如他本人在前面也曾说过的,“依自然运动的原理有两个,其中之一并非自然的”。相反,“自然地”应当联系使之运动者来理解,即凡按照自然事物生来运动的方式运动者,在任何情况下自身也将是可被运动的;因为依自然运动者无一是不动的。因为自然本身在运动物体时,自身也因发生质变和变得微弱而一同被运动,生长的能力、质变的能力、生育的能力以及所有其他能力也都会衰退。因此,如果他仅关于处于生成与消灭之中的事物说“依自然运动者是可被运动的”,我们就会把“可被运动的”理解为代替“相互可被运动的”,意思是凡使之运动者也相互被运动;但如果他是就凡是自然事物、包括天体毫无保留地说的,我们就将仅仅把“可被运动的”理解为“被运动的”。因为天体也不是在自身不动的情况下使之运动,而是自身也被运动,然而并非相互被运动;因为天体在被运动的同时运动着此地的事物,却绝不反过来承受它们的作用。

§3.21

"Δοκεῖ μὲν οὖν τισιν ἅπαν κινεῖσθαι τὸ κινοῦν, οὐ μὴν ἀλλὰ3 περὶ τούτων μὲν ἐξ ἄλλων ἔσται δῆλον ὅπως ἔχει." Ἐπειδὴ ἔδειξεν ὅτι ἔστι τινὰ κινούμενά τε καὶ κινοῦντα, φησὶν ὅτι τινὲς ὑπέλαβον ὅτι πᾶν τὸ κινοῦν πάντως καὶ αὐτὸ κινεῖται. ὅτι δὲ οὐχ οὕτως ἔχει, φησί, δῆλον ἔσται ἐν ἄλλοις, καὶ ὑπερτίθεται τὸν λόγον τοῦτον ἐν τῷ ὀγδόῳ ταύτης τῆς πραγματείας, ἐν ᾧ δείκνυσιν ὅτι οὐ πᾶν τὸ κινοῦν καὶ κινεῖται. καὶ τέως τὸ ὀρεκτὸν κινεῖ αὐτὸ μὴ κινούμενον, ἡ εἰκὼν κινεῖ τὸν ἐρῶντα αὐτὴ μὴ κινουμένη, καὶ ὁ ἄρτος κινεῖ τὸν πεινῶντα αὐτὸς μὴ κινούμενος, καὶ ὁ χόρτος τὸν ὄνον.

“诚然,在某些人看来,凡使之运动者皆被运动;然而关于这些事情,通过其他讨论将会弄清楚究竟是怎样的。” 由于他表明了存在着某些既被运动又使之运动的事物,他说,某些人假定凡使之运动者必然自身也被运动。但他指出事实并非如此,这将在其他讨论中阐明;他将这一说明延至本论著的第八卷,在其中他论证了并非凡使之运动者皆被运动。而且暂且不论其他,欲求的对象自身不被运动而运动他物,画像自身不被运动而运动爱慕者,面包自身不被运动而运动饥饿者,草料则运动驴子。

语法注3 条
  1. 3.20Τὸ φυσικῶς οὐ πρὸς τὸ κινούμενον ἀκουστέον

    无人称动形容词 ἀκουστέον(“应当理解为”)搭配带有中性冠词的副词引用语(Τὸ φυσικῶς)。介词短语 πρὸς τὸ κινούμενον 表示该词修饰或关联的对象,后接的 ὅτι 从句则是解释此种解读具体内容的同位语从句。

  2. 3.20τὸ κινητὸν ἀντὶ τοῦ ἀντικίνητον ἀκουσόμεθα

    动词 ἀκουσόμεθα 在此意为“我们将……理解为”,接直接宾语 τὸ κινητόν。短语 ἀντὶ τοῦ ἀντικίνητον 表达词义的换用,即“当作‘相互可被运动的’来理解”。

  3. 3.21οὐ μὴν ἀλλὰ

    惯用转折连词短语(意为“然而/不过”),紧承前述观点(“某些人认为凡使之运动者皆被运动”),用以引出主句 δῆλον ἔσται,提示对此观点的保留及后续的反驳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:354.24-355.28