- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:353.4-354.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞根据潜能与基质的差异,论证了运动定义中限定语“作为这般存在者”的必然性,进而通过时间的三重划分(潜能、中间、现实)说明运动仅存在于中间阶段。此外,他解释了处于生灭中的事物虽兼具潜能与完全现实态,但两者绝不能在同一时间且同一方面并存。
οὐκ ἄρα ταὐτὸν ἡ δύναμις τῷ ὑποκειμένῳ. εἰ δὲ οὐ ταὐτὸν ἡ δύναμις τῷ ὑποκειμένῳ, καλῶς ἄρα ἡμῖν ὁ τῆς κινήσεως ὁρισμὸς ἀπεδόθη, ὅτι “ἡ τοῦ δυνάμει1 ὄντος ἐντελέχεια, ᾗ τοιοῦτόν ἐστι”. τοῦτο οὖν κίνησις ἀκριβῶς, προσθέντων ἡμῶν τὸ “ᾗ τοιοῦτόν ἐστι”. δεῖ γὰρ τὸ κινούμενον κατ’ ἄλλο μὲν εἶναι ἐνεργείᾳ, κατ’ ἄλλο δὲ δυνάμει· οὐδὲν γὰρ κινεῖται μόνως δυνάμει ὄν, διότι μηδέν ἐστί τι μόνως δυνάμει ὄν, διόπερ ἡ ὕλη οὐδὲ κινεῖται καθ’ αὑτήν, διότι μηδὲ ἔστι καθ’ αὑτήν. δεῖ οὖν τὸ κινούμενον καὶ ἐνεργείᾳ εἶναι καὶ δυνάμει, ἀλλὰ κινεῖσθαι οὐ καθὸ ἔστιν ἐνεργείᾳ, ἀλλὰ καθὸ ἔστι δυνάμει· οἷον ὁ χαλκὸς ἐστὶ μὲν καὶ ἐνεργείᾳ αὐτὸ τοῦτο χαλκός, ἐστὶ δὲ καὶ δυνάμει ἀνδριάς· ὅταν οὖν τὸ δυνάμει τοῦτο εἰς ἐνέργειαν ἄγηται ὑπὸ τοῦ ἀνδριαντοποιοῦ, τότε φαμὲν κινεῖσθαι τὸν χαλκόν. ἀλλὰ κινεῖται οὐ καθό ἐστιν ἐνεργείᾳ, τοῦτο δέ ἐστιν οὐ καθὸ χαλκός (ἀκίνητος γὰρ κατὰ τοῦτο· οὐ γὰρ μεταβάλλει τὴν τοῦ χαλκοῦ οὐσίαν ἐν τῷ γίνεσθαι ἀνδριάς), ἀλλὰ καθό ἐστι δυνάμει, τοῦ δυνάμει τούτου τὴν ἐνέργειαν τὴν ἑαυτοῦ παραλαμβάνοντος καὶ ἀγομένου εἰς τὴν τελείαν ἐνέργειαν, ἔνθα γενόμενον ἀφανίζεται λοιπὸν τὸ δυνάμει. ἡ κίνησις ἄρα ἐνέργειά ἐστι τῆς δυνάμεως ἔτι σῳζομένης. Οὕτω τὸν ὁρισμὸν τῆς κινήσεως ἐξηγησάμενος καὶ ἀποδείξας, ἐφεξῆς διὰ πλειόνων κατασκευάζει ὅτι οὐδὲ δυνατὸν ἄλλως ἀποδοῦναι τὸν περὶ κινήσεως λόγον· καὶ πρῶτόν γε ἐκ τῆς τοῦ χρόνου διαφορᾶς τοῦ πράγματος, περὶ ὃ θεωρεῖται ἡ κίνησις. ὁ γὰρ χαλκὸς ὁ δυνάμει ὢν ἀνδριὰς διῄρηται τριχῇ τῷ χρόνῳ· ποτὲ μὲν γὰρ μόνως ἐστὶ δυνάμει ἀνδριάς, ὅταν μήπω σχηματίζηται ὑπὸ τοῦ τεχνίτου, ποτὲ δὲ μόνως ἐνεργείᾳ οὐδαμῶς δὲ δυνάμει, ὅταν ἤδη τὸ εἶδος τοῦ ἀνδριάντος ἀπολάβῃ, ποτὲ δέ ἐστιν ἐν τῷ μεταξὺ χρόνῳ, ὅταν ἐκ τοῦ δυνάμει ἄγηται ἐπὶ τὸ εἶδος ἔτι τῆς δυνάμεως ἐνούσης. τριττῆς οὖν οὔσης τῆς τοιαύτης διαφορᾶς τῶν χρόνων, ἐν ποίῳ θετέον τὴν κίνησιν; οὔτε γὰρ ὅτε μόνως ἐστὶ δυνάμει κινεῖται, μήπω τῆς διαπλαστικῆς τέχνης δρασάσης τι εἰς τὸν χαλκόν, οὔτε μὴν ὅταν ἀπειληφὼς εἴη τὸ τοῦ ἀνδριάντος εἶδος· οὐκέτι γὰρ ἐνεργεῖ εἰς αὐτὸν ἡ διαπλαστικὴ τέχνη ἀπειληφότα γε ἅπαξ τὸ εἶδος. λείπεται οὖν ἐν τῷ μέσῳ χρόνῳ εἶναι τὴν κίνησιν, ἔνθα ἐκίνει τὸν χαλκὸν ἡ διαπλαστικὴ τέχνη καὶ ἦγεν ἐκ τῆς δυνάμεως ἐπὶ τὸ εἶδος, ἔτι τοῦ δυνάμει ἐν τῷ χαλκῷ σῳζομένου. ὁμοίως δὲ καὶ ἐπὶ δυνάμει οἰκίας κινεῖσθαί φαμεν τὴν οἰκίαν οὔτε ὅτε μόνως τὸ δυνάμει ἔχει τὸ οἰκοδομητόν (οἷον ὅτε ἔκειντο οἱ λίθοι καὶ τὰ ξύλα μηδὲν τοῦ οἰκοδόμου εἰς αὐτὰ ποιοῦντος), οὔτε ὅτε ἐγένετο τελείως ἡ οἰκία καὶ ἀπείληφε τὸ αὑτῆς εἶδος· οὐ γὰρ οἰκοδομεῖται τότε, ἀλλ’ ᾠκοδόμηται ἤδη· ἡ γὰρ οἰκοδόμησίς ἐστι σῳζομένου ἔτι τοῦ οἰκοδομητοῦ. ὥστε μόνως κατὰ τὸν μέσον χρόνον ἂν εἴη ἡ κίνησις, ὅτε καὶ ἡ οἰκοδόμησις· οὐ γὰρ ἄλλο ἐστὶν ἡ οἰκοδόμησις ἢ κίνησις ἐκ τῆς πρώτης δυνάμεως εἰς τὴν τελείαν ἐνέργειαν, ἀλλ’ ἔστ’ ἂν ᾖ ἡ οἰκοδόμησις, οὔπω ἀπήλλακται τοῦ δυνάμει τὸ οἰκοδομητόν, ἐπεὶ οὐδ’ ἂν ἔτι ἐκινεῖτο. Ἐπεὶ δ’ ἔνια ταὐτὰ καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν. ἔχομεν τοῦτο εἰλημμένον ἐκ τῶν πρότερον ἐκτεθέντων ἀξιωμάτων. τοιαῦτα δέ ἐστι πάντα τὰ ἐν γενέσει καὶ φθορᾷ· ἄλλο μὲν γάρ εἰσιν ἐνεργείᾳ ἄλλο δὲ δυνάμει, ἐπειδὴ πέφυκε πᾶν εἰς πᾶν μεταβάλλειν. οὐχ ἅμα δὲ ἢ οὐ κατὰ ταὐτόν.2 εἰ μὲν ἅμα ᾖ τι δυνάμει καὶ ἐνεργείᾳ, οὐχ οἷόν τε κατὰ τὸ αὐτὸ εἶδος εἶναι δυνάμει καὶ ἐνεργείᾳ (ἐν γὰρ τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ καὶ δυνάμει εἶναι καὶ ἐνεργείᾳ ἀδύνατον, οἷον θερμὸν καὶ δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ’ ἐν τῷ αὐτῷ χρόνῳ θερμὸν μὲν ἔσται δυνάμει ψυχρὸν δὲ ἐνεργείᾳ), εἰ δὲ καθ’ ἓν καὶ τὸ αὐτὸ ᾖ τι δυνάμει καὶ ἐνεργείᾳ, ἀδύνατον κατὰ τὸν αὐτὸν χρόνον ἄμφω εἶναι, ἀλλ’ ἔσται ἄλλοτε μὲν δυνάμει θερμὸν ἢ ψυχρόν, ἄλλοτε δὲ τὸ αὐτὸ ἐνεργείᾳ.
因此潜能与底层主体并不相同。而如果潜能与底层主体并不相同,那么我们对于运动的定义——即“潜能中的存在者作为这般存在者的完全现实态”——便被恰当地给出了。因此,当我们加上了“作为这般存在者”时,这便确切地是运动。因为被运动者必须在一方面处于现实活动中,而在另一方面处于潜能中;因为没有任何事物仅处于潜能中而被运动,由于根本没有任何事物是仅处于潜能之中的;这正是质料甚至不会就自身而被运动的原因,因为质料甚至不能就自身而存在。因此,被运动者必须既在现实活动中又在潜能中,但不是就其在现实活动中而言被运动,而是就其在潜能中而言被运动。例如,铜在现实活动中正是这本身的铜,但在潜能中也是雕像;因此,每当这一潜能中的事物被雕像造作者引向现实活动时,那时我们便说铜在被运动。但它并不是就其处于现实活动中而言被运动——这也就是说,不是就其为铜而言(因为在这方面它是不可运动的;因为在变为雕像的过程中它并不改变铜的实体)——而是就其处于潜能中而言,此时这一处于潜能中的事物接收了属于它自身的现实活动并被引向完全的现实活动,一旦达至那里,潜能在此后便归于泯灭。因此,运动是潜能在仍被保持着时的现实活动。 在如此解释并论证了运动的定义之后,他接下来通过更多的论证确立起:关于运动的说明甚至不可能以其他方式给出;首先便是从观察到运动的事物的时间区分出发。因为潜能中作为雕像的铜,依时间被划分为三种情况:因为有时它纯粹在潜能中是雕像,如尚未被工匠塑造形状时;有时纯粹在现实活动中而绝不在潜能中,如已经领受了雕像的形式时;有时则处于中间的时间中,如潜能仍存其中而正从潜能被引向形式时。既然时间的这种区分是三重性的,那么应当将运动置于哪一种之中呢?因为当它纯粹在潜能中时,它既不被运动,此时塑造技艺尚未对铜产生任何作用;在领受了雕像的形式之后,它也当然不被运动,因为塑造技艺不再作用于已经彻底领受了形式的事物。于是剩下的就是运动处于中间的时间中,在那里塑造技艺运动着铜并将它从潜能引向形式,而潜能仍保持在铜之中。同样,对于潜能中的房屋,在可建造物纯粹具有潜能时(例如当石头和木料摆放在那里而建筑师尚未对其施加任何作为时),或者在房屋完全生成并已领受自身形式时,我们都不说房屋在被运动;因为那时它不是正在被建造,而是已经建成了;因为建造活动是在可建造物仍被保持着时存在的。因此,运动只能存在于中间的时间中,此时建造活动也存在;因为建造活动不外乎是从最初的潜能向完全现实态的运动,而只要建造活动还在,可建造物就尚未摆脱潜能,否则它便不再会被运动了。 “既然某些事物作为同一事物既在潜能中又在完全现实态中存在”:我们是从先前陈述的公理中把这作为前提获得的。处于生成与消灭之中的所有事物都属于此类;因为它们在一方面处于现实活动中,而在另一方面处于潜能中,既然凡物都生来能够转变为凡物。“但不是同时,或者不是在同一方面”:如果某物同时处于潜能与现实活动中,它就不可能依相同的形式既在潜能中又在现实活动中(因为在同一时间既在潜能中又在现实活动中是同一事物是不可能的,例如既在潜能中又在现实活动中是热的;相反,在同一时间它将在潜能中是热的而在现实活动中是冷的);但如果某物就单一且同一点而言处于潜能与现实活动中,这两者就不可能处于同一时间;相反,它将在某一时刻在潜能中是热或冷,而在另一时刻同一事物在现实活动中是如此。
- 3.18τοῦ δυνάμει τούτου τὴν ἐνέργειαν τὴν ἑαυτοῦ παραλαμβάνοντος καὶ ἀγομένου εἰς τὴν τελείαν ἐνέργειαν, ἔνθα γενόμενον ἀφανίζεται λοιπὸν τὸ δυνάμει
这是一个以 τοῦ δυνάμει τούτου 为逻辑主语的独立属格结构(支配 παραλαμβάνοντος 与 ἀγομένου),为主句的 ἀλλὰ καθό ἐστι δυνάμει 补充伴随情况或原因。在关系副词从句 ἔνθα... 中,中性分词 γενόμενον 的主语是其后出现的 τὸ δυνάμει。
- 3.18οὐχ ἅμα δὲ ἢ οὐ κατὰ ταὐτόν
引用并解释亚里士多德原文(201a20)的精炼文句。此处省略了系动词(ἐστίν)。它提出了与紧随其后的两个条件从句(“如果同时……”与“如果就同一方面……”)相对应的排他性并列关系:若在同一时间,则不在同一方面;若在同一方面,则不在同一时间。
