- 底本
- Philoponus, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca XVI, ed. H. Vitelli, Berlin: Reimer 1887, pp. 1-495; Commentaria in Aristotelem Graeca XVII, ed. H. Vitelli, Berlin: Reimer 1888, pp. 496-908. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg009.humanitext-grc1:351.16-353.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于既推动又被运动之物的论述(201a19),斐洛庞奴斯通过区分形式(能动)与质料(受动)消解了运动定义所面临的疑难,并进而借助青铜以及相反潜能(生病与健康)的例子,论证了底层主体与潜能并不相同。
" Ἐπεὶ δὲ ἔνια τούτων καὶ δυνάμει καὶ ἐντελεχείᾳ ἐστίν." Εἰπὼν τί ποτέ ἐστιν ἡ κίνησις, βούλεται νῦν δεῖξαι ὅτι ἔστι τινὰ ἃ πρὸς τῷ κινεῖσθαι καὶ κινεῖ. ἅμα δὲ καὶ ἀπορίαν τινὰ ἐπιλύεται ἐκ τούτων φερομένην εἰς τὸν περὶ κινήσεως λόγον· εἰ γάρ ἐστι τὰ κινοῦντα ἅμα καὶ κινούμενα, τὸ δὲ κινοῦν καθὸ κινεῖ ἐνεργείᾳ ἐστί, τινὰ ἄρα τῶν κινουμένων ἐνεργείᾳ ἐστίν· ἀλλ’ ἐλέγετο ἡ κίνησις ἐντελέχεια εἶναι τοῦ δυνάμει, ᾗ τοιοῦτόν ἐστιν· ὥστε ἢ ὁ ὁρισμὸς τῆς κινήσεως ψευδής, ἢ τὸ εἶναί τινα τὰ πρὸς τῷ κινεῖσθαι καὶ κινοῦντα·1 ἀλλὰ μὴν τοῦτο ἀληθές· ὁ τῆς κινήσεως ἄρα ὁρισμὸς οὐκ ἀληθής. ἡ μὲν οὖν ἀπορία τοιαύτη, ἐπιλύεται δὲ αὐτὴν ἐκ τῶν ἐνταῦθα εἰρημένων· δείκνυσι γὰρ ὅπως τινὰ τῶν κινούντων καὶ ἀντικινεῖται, καὶ πρότερόν γε ὅτι ἔστι τινὰ κινοῦντά τε ἅμα καὶ κινούμενα. δείκνυσι δὲ τοῦτο ἀξιώματι χρησάμενος τῷ προειλημμένῳ, προείληπται δὲ ὅτι τῶν ὄντων τὰ μὲν μόνως ἐστὶν ἐνεργείᾳ τὰ δὲ δυνάμει καὶ ἐνεργείᾳ. πάντα δὲ τὰ τοιαῦτα ἐξ ἀνάγκης κινοῦντα καὶ κινηθήσεται, ἀλλ’ οὐ κατὰ ταὐτὸν καὶ κινεῖ καὶ κινεῖται, ἀλλὰ κινεῖται μὲν καθό ἐστι δυνάμει, κινεῖ δὲ καθό ἐστιν ἐνεργείᾳ· οἷον τὸ πῦρ ἐνεργείᾳ μὲν θερμόν, δυνάμει δὲ ψυχρόν, διὸ καὶ κινεῖ μὲν καθό ἐστιν ἐνεργείᾳ θερμαῖνον τὸ ὕδωρ, ἀντιπάσχει δὲ καθὸ δυνάμει ἐστὶ ψυχρὸν ἀποσβεννύμενον καὶ μεταβάλλον ἢ εἰς γῆν ἢ εἰς ἀέρα· καὶ τὸ ὕδωρ ὡσαύτως ψύχει μὲν καθὸ ἐνεργείᾳ ἐστὶ ψυχρόν, θερμαίνεται δὲ καθὸ δυνάμει ἐστὶ θερμόν. ὥστε ἐκ τούτων καὶ ἡ ἀπορία ἐπιλέλυται, ἦν δὴ ἡ ἀπορία, ὅτι εἰ τὸ κινούμενον καὶ κινεῖ, πᾶν δὲ τὸ κινοῦν ἐνεργείᾳ ἐστί, τὸ κινούμενον ἄρα ἐνεργείᾳ ἐστίν· ἐλέγομεν δὲ τὸ κινούμενον ἔτι ἐν τῷ δυνάμει εἶναι· αὕτη οὖν ἡ ἀπορία ἐπιλέλυται ἐκ τῶν εἰρημένων, ὅτι εἰ καὶ τὸ κινούμενον πάντως καὶ κινεῖ, ἀλλ’ οὐ καθὸ κινεῖται κατὰ τοῦτο καὶ κινεῖ, ἀλλὰ κινεῖται μὲν καθὸ δυνάμει ἐστί, λέγω δὴ κατὰ τὴν ὕλην, κινεῖ δὲ καθὸ ἐνεργείᾳ ἐστί, λέγω δὴ κατὰ τὸ εἶδος. οὐκ ἄρα εἰ τὸ κινούμενον καὶ κινεῖ, ἤδη γε τὸ κινούμενον ἐνεργείᾳ ἔσται· οὐ γὰρ καθὸ κινεῖται, κατὰ τοῦτο καὶ κινεῖ. Ταῦτα εἰπὼν ἀναλαμβάνει τὸν περὶ τῆς κινήσεως ὁρισμὸν σαφέστερον αὐτὸν ἐξηγήσασθαι βουλόμενος, ἐπὶ τέλει δὲ καὶ διαρθρῶσαι μᾶλλον, ἅμα δὲ δείκνυσι πάλιν ὅτι οὐκ ἔστι ταὐτὸν τῷ ὑποκειμένῳ ἡ δύναμις, ἀλλὰ ἄλλο μὲν τί ἐστιν ἑκάστῳ καθὸ τόδε τι λέγεται, ἄλλο δὲ καθὸ δυνάμει τόδε· οἷον οὐ ταὐτὸν τῷ χαλκῷ τὸ χαλκῷ εἶναι καὶ δυνάμει ἀνδριάντι.2 ὅτι οὖν ἑτέρα ἡ δύναμις παρὰ τὸ ὑποκείμενον, δείκνυσι μὲν καὶ πολλοῖς ἄλλοις παραδείγμασιν· οἷον οὐ ταὐτόν, φησί, τῷ χρώματι τὸ χρώματι εἶναι καὶ δυνάμει ὁρατῷ, ἀλλ’ ἔστι μὲν χρῶμα ἐνεργείᾳ κἂν μὴ ὁρᾶται, οἷον ἐν τῇ νυκτί, ὁρατὸν δὲ οὐκ ἔστιν εἰ μὴ δυνάμει· καὶ τὸ μὲν χρῶμα, κἄν τε ὁρᾶται κἄν τε μή, ἐνεργείᾳ ἐστί, τὸ δὲ ὁρατὸν οὐκ ἀεὶ ὡσαύτως ἔχει ὡς τὸ χρῶμα. ὥστε οὐ ταὐτὸν τῷ ὑποκειμένῳ ἡ δύναμις, ἐπεὶ ὁμοίως ἂν εἶχον ἀεί. καὶ ὁ χαλκὸς ἀεὶ μὲν ἐστι χαλκὸς ἐνεργείᾳ, ἀνδριὰς δὲ οὐκ ἀεί, ἀλλὰ ποτὲ μὲν δυνάμει ποτὲ δὲ ἐνεργείᾳ. μάλιστα δὲ ἐκ τῶν ἐναντίων δυνάμεων δείκνυσιν, ὅτι ἑτέρα ἐστὶν ἡ δύναμις τοῦ ὑποκειμένου· ἐπεὶ γὰρ τὸ ζῷον δύναται νοσεῖν, καὶ οὐ μόνον ἀλλὰ καὶ ὑγιαίνειν, εἴ γε ἦν ἡ δύναμις ταὐτὸν τῷ ὑποκειμένῳ, οὐ μία δήπου δύναμις ταὐτὸν ἦν τῷ ὑποκειμένῳ, ἀλλὰ πᾶσαι. ὥστε εἰ ἡ τοῦ νοσεῖν δύναμις ταὐτὸν τῷ ὑποκειμένῳ, δῆλον δήπου ὅτι καὶ ἡ τοῦ ὑγιαίνειν. εἰ δὲ ἄμφω τῷ ὑποκειμένῳ αἱ αὐταί, καὶ ἀλλήλαις δήπου· τὰ γὰρ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ταὐτά. εἰ δὲ ἡ τοῦ νοσεῖν δύναμις τῇ τοῦ ὑγιαίνειν ταὐτόν, καὶ τὸ νοσεῖν δήπου τῷ ὑγιαίνειν ταὐτὸν ἂν εἴη· ὥστε τὰ ἐναντία ταὐτὰ ἂν εἶεν.
“既然这些事物中的某些事物既在潜能中又在完全现实态中存在,”在说明了运动究竟是什么之后,他现在希望证明,有一些事物在被运动之外也产生运动。同时,他也消解了一个由此产生而针对关于运动之论述的疑难;因为如果推动者同时也是被运动者,而推动者就其推动而言是处于现实活动中的,那么某些被运动者便是处于现实活动中的;但运动曾被说成是在潜能中存在者作为这般存在者的完全现实态;因此,要么运动的定义是虚假的,要么在被运动之外也产生运动的事物存在这一主张[是虚假的];然而后者是真实的;因此运动的定义不真实。疑难就是如此,而他根据此处所言消解了它;因为他说明了推动者中的某些事物如何也反过来被运动,而且在此之前首先说明了存在着某些既推动同时又被运动的事物。他是借由先前已假定的公理来证明这一点的,而先前已假定的是:在存在者中,有些仅处于现实活动中,有些则既处于潜能中又处于现实活动中。所有这类事物在推动时必然也将被运动,但事物并不是在同一方面既推动又被运动,而是在就其处于潜能而言被运动,在就其处于现实活动而言推动。例如火在现实活动中是热的,但在潜能中是冷的,所以它就其处于现实活动中而言加热水而推动,但就其在潜能中是冷的而言,因被熄灭并转变为土或空气而反过来受作用;水同样就其在现实活动中是冷的而言使冷,就其在潜能中是热而言被加热。因此根据这些,疑难也已被消解。疑难本来是:如果被运动者也推动,而凡推动者都在现实活动中,那么被运动者便在现实活动中;但我们曾说被运动者仍处于潜能之中。于是,这一疑难由上述内容得以消解:即使被运动者无论如何也推动,但并不是就其被运动而言就在这同一方面推动,而是在就其处于潜能而言(我指的是依质料)被运动,在就其处于现实活动而言(我指的是依形式)推动。因此,并不因为被运动者也推动,被运动者便立刻处于现实活动之中;因为并不是就其被运动而言就在这同一方面推动。 说了这些之后,他重新提起关于运动的定义,希望更清楚地解释它,并在最后进一步加以界定;同时他再次证明潜能并不与底层主体同一,而是对于每一事物而言,就其被称为“这一个”而言是一回事,而就其在潜能中是“这一个”而言是另一回事;例如对于铜而言,作为铜存在与作为潜能中的雕像存在并不同一。于是,他借由许多其他例子也证明了潜能不同于底层主体;例如他说,对于颜色而言,作为颜色存在与作为潜能中的可见者存在并不同一,相反,即使未被看见(例如在夜晚),颜色在现实活动中也是颜色,但除非在潜能中,它并不是可见的;并且无论被看见与否,颜色都在现实活动中,而可见者却并不总是处于与颜色相同的状态中。因此潜能与底层主体并不同一,否则它们总是处于相同的状态中。而且铜在现实活动中总是铜,但并不是总为雕像,而是有时在潜能中有时在现实活动中。然而他最主要的是从相反的潜能证明潜能与底层主体是不同的;因为既然动物能够生病,而且不仅如此还能健康,如果潜能确实与底层主体同一,那么想必不是仅仅一种潜能与底层主体同一,而是所有的潜能都同一。因此,如果生病的潜能与底层主体同一,那么健康的潜能显然想必也与它同一。而如果两者都与底层主体同一,那么想必它们彼此也同一;因为与同一事物同一者,彼此也同一。如果生病的潜能与健康的潜能同一,那么想必生病与健康也将同一;从而相反者将成为同一的。
- 3.18ὥστε ἢ ὁ ὁρισμὸς τῆς κινήσεως ψευδής, ἢ τὸ εἶναί τινα τὰ πρὸς τῷ κινεῖσθαι καὶ κινοῦντα·
在选择连词 ἢ... ἤ(要么……要么……)构成的并列句中,后半分句以冠词加不定词短语 τὸ εἶναί τινα... 为主语,承前省略了述谓形容词 ψευδές(虚假的)。紧接其后的 ἀλλὰ μὴν τοῦτο ἀληθές(然而后者是真实的)与此形成对照。
- 3.18οὐ ταὐτὸν τῷ χαλκῷ τὸ χαλκῷ εἶναι καὶ δυνάμει ἀνδριάντι
在表达本质的句式 τὸ ... εἶναι(作为……存在)中,在 καὶ 之后的与格短语 δυνάμει ἀνδριάντι 承前省略了冠词 τὸ 与不定词 εἶναι,整体构成 [τὸ] δυνάμει ἀνδριάντι [εἶναι] 的并列结构。
